Manuscript msA, page 12r

Manuscript msA, page 12r

prev: 11vnext: 12v

Iliad text

1.1 Μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος 1, 2, 3, 4, 5, 6, 7

1.2 οὐλομένην· ἡ μυρί’ Ἀχαιοῖς ἄλγε’ ἔθηκεν· 1, 2

1.3 πολλὰς δ’ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν 1, 2, 3

1.4 ἡρώων· αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν 1, 2

1.5 οἰωνοῖσί τε πᾶσι· Διὸς δ’ ἐτελείετο βουλή· 1, 2

1.6 ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε 1

1.7 Ἀτρείδης τε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς · 1

1.8 τίς τάρ σφωε θεῶν ἔριδι ξυνἕηκε μάχεσθαι· 1, 2

1.9 Λητοῦς καὶ Διὸς υἱός· ὁ γὰρ βασιλῆϊ χολωθεὶς 1

1.10 νοῦσον ἀνὰ στρατὸν ὦρσε κακήν· ὀλέκοντο δὲ λαοὶ . 1

1.11 οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα 1

1.12 Ἀτρείδης · ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν ·

1.13 λυσόμενός τε θύγατρα· φέρον τ’ ἀπερείσι’ ἄποινα·

1.14 στέμματ’ ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος 1, 2, 3

1.15 χρῡσέῳ ἀνὰ σκήπτρῳ· καὶ λίσσετο πάντας Ἀχαιούς ·

1.16 Ἀτρείδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν· 1

1.17 Ἀτρεῖδαί τε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί·

1.18 ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ’ ἔχοντες

1.19 ἐκπέρσαι Πριάμοιο πόλιν· εὖ δ’ οἴκαδ’ ϊκέσθαι· 1, 2

1.20 παῖδα δ’ ἐμοὶ λύσαιτε φίλην· τὰδ’ ἄποινα δεχέσθαι . 1

1.21 ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα · 1, 2

1.22 Ἔνθ’ ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ .

1.23 αἰδεῖσθαί θ’ ἱ̈ερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα· 1

1.24 ἀλλ’ οὐκ Ἀτρείδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ· 1, 2, 3

1.25 ἀλλα κακῶς ἀφίει· κρατερὸν δ’ ἐπὶ μῦθον ἔτελλε·

Scholia text

msA, 1.1, commenting on 1.1 μῆνιν ἄειδε ζητοῦσι δια τί ἀπὸ τῆς μήνιδος ἤρξατο οὕτως δυσφήμου ὀνόματος· δια δύο ταῦτα· πρῶτον μὲν ἵν’ ἐκ τοῦ πάθους ἀπκαταῥρεύσῃ τὸ τοιοῦτο μόριον τῆς ψυχῆς καὶ προσεκτικωτέρους τοὺς ἀκροατὰς ἐπι τοῦ μεγέθους ποιήσῃ καὶ προσεθίζῃ φέρειν γενναίως ἡμᾶς τὰ πάθη . μέλλων πολλέμους ἀπαγγέλλειν· δεύτερον . ἵνα τὰ ἐγκώμια τῶν Ἑλλήνων πιθανώτερα ποιήσῃ· ἐπεὶ δὲ ἔμελλε , νικωντας ἀποφαίνειν τοὺς Ἑλληνας , εἰκότως οὐ κατατρέχει ἀξιοπιστότερον ἐκ τοῦ μὴ παντα χαρίζεσθαι τῷ εκείνων ἐπαίνῳ· ἤρξατο μὲν ἀπὸ μήνιδος ἐπείπερ αὕτη τοῖς πρακτικοῖς ὑπόθεσις γέγονεν· ἄλλῳς τε καὶ τραγῳδίαις τραγικὸν ἐξεῦρε προοίμιον· καὶ γὰρ προσεκτικοὺς ἡμᾶς ἡ τῶν ἀτυχημάτων διήγησις ἐργάζεται· καὶ ὡς ἄριστος ϊατρὸς , πρῶτον ἀναστέλλων τὰ νοσήματα τῆς ψυχῆς ὕστερον τὴν ΐασιν ἐπάγει . Ἑλληνικὸν δὲ τὸ προ τέλει τὰς ηδονὰς ἐπάγειν· ῾ϊστέον δέ , ὥσπερ ἐπι συκῆς πρωτον μέν ἐστιν όλυνθος εἶτα φίλιξ σύκον ϊσχάς . οὕτω πρῶτον· ὀργή · θυμός · χόλος · κότος · μῆνις · ὅμως ὁ ποιητὴς ὡς συνωνύμοις ὀνόμασιν ἐπὶ Ἀχιλλεως χρῆται ἢἐ χόλν παύσειεν , ἐρητύσειε τε θυμόν · οὐδ’ ὄθομαι κοτέοντος , αὐτὰρ ὁ μήνιε νηυσίν ·

msA, 1.2, commenting on 1.1 μῆνις παρὰ τὸ μένω μῆνις ὡς ἐνὸς ἦνις · οἱ δὲ περὶ Γλαύκωνα τὸν Ταρ ἠξίουν ὀξύνειν τὸ ὄνομα οὐκ ὀρθῶς .

msA, 1.3, commenting on 1.1 ἄειδε ὅτι κατὰ τὴν ποιητικὴν ἤτοι άδειαν ἠ συνήθειαν λαμβάνει τὰ προστακτικὰ ἀντι εὐκτικῶν· καὶ γὰρ Ἡσίοδός φησι· δεῦτε δὴ ἐννέπετε , καὶ Πίνδαρος · μαντεύο Μοῦσα , καὶ Ἀντίμαχος ὁ Κολοφ ἐννέπετε Κρονί Διὸς μεγάλοιο θύγατρες · δευτερον δὲ ὅτι οὐ κατὰ ἀλήθειαν ταῖς Μούσαις ἐπιτάσσουσιν , ἀλλ’ ἑαυτοῖς ⁑

msA, 1.4, commenting on 1.1 θεά οὕτως εἴωθε τὴν Μοῦσαν καλεῖν· ἀμέλει καὶ ἐν Ὀδυσσεία · ἄνδρα μοι ἔννεπε Μοῦσα ⁑

msA, 1.5, commenting on 1.1 Πηληϊάδεω Ἀχιλῆος οὕτως ἀναγνωστεον δια τοῦ ενὸς λ καὶ διὰ τὸ μέτρον καὶ διὰ τὸ ἄχος ὅ ἐστι λύπην ἐπενεγκεῖν τοῖς Ἰλιεῦσιν , οἱ δὲ παρὰ τὸ μὴ θιγεῖν χείλεσι θηλῆς ὅλως γὰρ οὐ μετέσχε γάλακτος ⁑

msA, 1.6, commenting on 1.2 μυρία τινὲς θρηνητικά· παρὰ τὸ μύρεσθαι καὶ ἐπίθετον αὐτὸ τῶν ἀλγέων ήκουσαν , ἐφ οἷς μύριᾶσθαι καὶ τὸ κλαῦσαι , οὐδὲν δὲ ἄτοπον εἰ παρὰ Μουσῶν ταῦτα ἐρωτᾷ φρόνησις μὲν γάρ ἐστιν ἡ πάντ εἴδησις· προαίρεσις δὲ ἀκριβῆς ἡ τῶν ἀμεινόνων πραξεων αἵρεσις ⁑

msA, 1.7, commenting on 1.2 Ἀχαιοῖς Ξοῦθος ὁ Αἰόλου παῖς , ἀγόμενος Κρέουσαν τὴν Ἐρεχθεως θυγατέρα ἔσχεν εξ αυτῆς δύο παῖδας , ΄Ϊονα καὶ Ἀχαιόν · ὧν ὁ μὲν ΄Ϊων ᾤκησεν Ἀθήνας , ὁ δὲ Ἀχαιὸς φονον ἐμφύλιον δράσας , παρεγένετο εἰς Θεσσαλιαν καὶ κυριεύσας τῆς χώρας τοὺς ὑποτεταγμένους , ἀφ εαυτοῦ προσηγόρευσεν Ἀχαιούς , Ἕλληνες δὲ κοινῶς πάντες οἱ τῆς Ἑλλάδος ἐκλήθησαν ἀπο Ελληνος τοῦ Διός · πρῶτοι οῦν οὗτως ἐλέγοντο οἱ ἐν Θεσσαλία ἄνοι καὶ οὖτοι οὐ πάντες , ἀλλα μόνοι οἱ ἐν Ἑλλάδι τῇ πο ἔτειτα μεγάλα δυναστευθέντος τοῦ Ἕλληνος , καὶ τῶν τούτου παίδων ἀπ αυτοῦ πάντες ἐκλήθησαν Ἕλληνες ⁑

msA, 1.8, commenting on 1.4 ἡρώων αὐτοὺς δὲ ὅτι Ζηνόδοτος τοὺς δύο ἀθετεῖ· γίνεται δὲ τὸ προοίμιον κόλον καὶ πρὸς τὰς ψυχὰς ἀντιδιέσταλκεν τὸ αὐτοὺς δὲ ἐπί τινῶν σωμάτων· ἥρωας δὲ φασὶ κλνθῆναι . ἀπο τῆς ἀρετῆς , ἢ ἀπο τοῦ ἀέρος . ὡς φησιν Ἱσίοδος ἠέρα ἐσσαμενοι , ἢ ἀπο τῆς ἐράσεως τοῦτέστι τῆς μίξεως τῶν θεῶν· οἱ γὰρ θεοὶ θνηταῖς γυναιξὶ συνερχόμενοι . ἐποίουν γένος τὸ τῶν ἡρώων . ἠ ἀπο τῆς ερας , έρα δὲ ἡ γῆ κατὰ διάλεκτον· ἐκ δὲ τῆς γῆς ἐπλάσθη τὸ γενος τῶν ἀνων ⁑

msA, 1.9, commenting on 1.5 Διὸς δ’ ἐτελείετο βουλή τινὲς σὺν τῷ ϊ κατὰ δοτικὴν οἷον τῆ βουλῇ τοῦ Διὸς ἐτελειοῦτο ⁑

msA, 1.10, commenting on 1.5-1.6 Διὸς δ’ ἐτελείετο βουλή ⁑ ἐξ οῦ δὴ τὰ πρωτα Ἀρίσταρχος συνάπτει ἵνα μὴ παροῦσα τίς φαίνηται βουλῆ καθ’ Ἑλληνων , ἀλλ αφ οῦ χρόνου ἐγένετο ἡ μῆνις ἵνα μὴ τὰ παρα τοῖς νεωτέροις πλάσματα δεξώμεθα ⁑

msA, 1.12, commenting on 1.7 Ἀτρείδης τε ἄναξ Ἀγαμεμνων κατὰ μὲν Ὅμηρον Ἀτρέως τοῦ Πέλοπος · μητρὸς δὲ Αεροπ , κατὰ δὲ Ησίοδ Πλεισθένους , τὸ γενος Μυκηναιος , ὃς ήγαγε ναῦς εἰς ῎Ϊλιον · ἐκ πορθήσας δὲ ὴν Ἴλιον , καὶ ὑποστρέψας οἴκαδὲ ἀναιρειτ ὑπο Αἰγίσθου τοῦ Θυέστου δόλῳ ἐπι ευωχιας οὗτος γὰρ παρὰ τὸν καιρὸν τῆς ἀποδημιας εμοιχευσε τὴν Ἀγαμέμνονος γυναῖκα Κλυταιμνηστραν κατὰ δὲ τοὺς τραγικοὺς αὐτὴν τὴν Κλυταιμνήστραν ἀνελεῖν αὐτὸν χϊτῶνα μη έχοντα δίεκδυσιν τραχήλου· ἔσχεν δὲ εξ αυτῆς υν μὲν Ὀρεστην καὶ θυγατέρας τέσσαρας· Λοδί Χρυσοθ Ἰφιγένειαν καὶ Ἠλέκτραν ⁑

msA, 1.13, commenting on 1.9 Λητοῦς καὶ Διὸς ὑιός Ζεὺς ερασθεὶς Λητοῦς τῆς Κόιου θυγατρὸς ἑνὸς τῶν Τιτάνων καὶ Φοίβης ἔγκυον αὐτὴν ἐποίησεν· ἥτις δὲ καμ χρόνου διαγενομένου παρεγένετο δια θαλάσσης εἰς Ἀστερίον τὴν νῆσον μίαν ουσαν τῶν Κυκλάδων εκεῖσε τὲ ἐλθουσαν καὶ ἀψαμενην δύο φυτῶν ελαιας καὶ φοίνικος διδύμους ἀποκυῆσαι· παίδας Ἄρτεμιν καὶ Ἀπόλλωνα καὶ τὴν νῆσον ἐκάλεσε Δῆλον ὅτι ἐξ αδήλου βάσεως ἐρριζώθη ⁑

msA, 1.15, commenting on 1.19 εὖ δ’ οἴκαδ’ ϊκεσθ διὰ τί ὁ Χρύσης κατα τῶν οἰκείων ηὔχετο· λέγομεν ὅτι πρῶτον μὲν έδει κολακευειν τὸν τύραννον καὶ ταυτα λέγ άπερ θύμεϊ δεύτερον δὲ ὅτι διὰ τοὺς Τρῶας ἀπολωλέκει τὴν θυγατέρα· ὄθεν εὐλόγως κέχρηται ταῖς ἀραῖς κατ αὐτῶν·

msA, 1.16, commenting on 1.21 ἁζόμενοι Διὸς υἱόν ἵνα μη δοκοῖεν ἔμπορον εἶναι τὸν θεὸν παρεισ ἀξιοῦντα αὐτοὺς δεξασθαι· δια δὲ τοῦ εκηβόλον εἰς μνήμην ἄξων τῶν τόξων ἐκφοβεὶ αὐτούς ⁑

msAil, 1.330, commenting on 1.23 απαρεται αντι προστατικος

msAil, 1.331, commenting on 1.24 δασύνεται

msAim, 1.17, commenting on 1.1 ὁ Κοτιαευς Ἀχιλῆος · δια το μέτρον ἓν γράφει καὶ γὰρ τὸ Κάμανδρος ἀντὶ Σκαμανδρος γράφεσθαι ⁑

msAim, 1.18, commenting on 1.3 οτι κακῶς τινὲς μεταγράφουσι πολλὰς δ’ ἰφθίμους κεφαλὰς ἵνα περιφραστικῶς τοὺς ἀνδρείους καὶ αγαθοὺς λέγῃ κεφαλάς ⁑

msAim, 1.19, commenting on 1.8 ὅτι Ζηνόδοτος σφῶϊν ἔγραφεν ⁑

msAint, 1.30, commenting on 1.13-1.14 εἰ δὲ φιλοχρήματοι τὰ ἄποινα ⁑

msAint, 1.31, commenting on 1.13-14 εἰ δὲ οἰκτίρμονες τὸ γῆρας αἰδεσθήσονται

msAint, 1.32, commenting on 1.20 δέχθαι ἄποινα ἀπαρέμφατον ἀντὶ προστ ἰστέον ὅτι τὸ παλαιὸν ἡ Πελοπόννησος εἰς ε διηπεῖτο μοίρας· Αργολικὴν Πυλικὴν Λακονικὴν Μεσσηνιακήν · ἰστεον δὲ ὅτι ἡ Πελοπόννησος τὸ αρχ Αιγιάλεια ἐκαλειτο απὸ Αιγιαλέως τοῦ υἱοῦ Ἰνάχου τοῦ ἐν Ἄργει ποταμοῦ καὶ Μελείας τῆς Ωκεανοῦ . ὕστερον δὲ Απία πάλιν ἐκλήθη ἀπὸ Ἄπιδος τοῦ Φορωνέως παιδός . εἰθ ούτως Ἄργος ἀπο Άργου τοῦ πανόπτου· τελευταῖον δὲ πάντων Πελοπόννος ἀπο τοῦ κρατησαι τῆς χώρας τὸν Ταντάλου υἱὸν Πελοπα ⁑


Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1