Manuscript msA, page 13r

Manuscript msA, page 13r

prev: 12vnext: 13v

Iliad text

1.51 αὐτὰρ ἔπειτ’ αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς 1, 2, 3, 4, 5, 6

1.52 βάλλ’· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί . 1, 2, 3

1.53 ἐννῆμαρ μὲν ἀνα στρατὸν ᾤχετο κῆλα θεοῖο· 1, 2

1.54 τῇ δεκάτῃ δ’ ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς · 1

1.55 τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη ·

1.56 κήδετ γὰρ Δαναῶν ὅτι ῥα θνήισκοντας ὁρᾶτο . 1, 2, 3

1.57 οἱ δ’ ἐπεὶ οὖν ἤγερθεν· ὁμηγερέες τ’ ἐγένοντο ,

1.58 τοῖσι δ’ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς · 1, 2

1.59 Ἀτρείδη νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω· 1, 2, 3, 4, 5, 6, 7

1.60 ἂψ ἀπονοστήσειν· εἴ κεν θάνατόν γε φύγοιμεν . 1

1.61 εἰ δὴ ὁμοῦ πόλεμός τε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς · 1

1.62 ἀλλ’ ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱ̈ερῆα 1, 2, 3

1.63 ἢ καὶ ὀνειροπόλον , καὶ γάρ τ’ ὄναρ ἐκ Διός ἐστιν , 1, 2

1.64 ὅς κ’ εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπολλων . 1

1.65 εἴ ταρ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται ἢδ’ ἑκατόμβης· 1, 2, 3, 4

1.66 αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων 1, 2

1.67 βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι . 1, 2

1.68 Ἤτοι ὅ γ’ ὡς εἰπὼν κατ’ ἄρ ἕζετο· τοῖσι δ’ ἀνέστη 1

1.69 Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχ’ ἄριστος· 1, 2, 3, 4

1.70 ὃς ᾔδη τά τ’ εόντα· τά τ’ ἐσσόμενα· πρό τ’ ἐόντα· 1, 2, 3

1.71 καὶ νήεσς’ ἡγήσατ’ Ἀχαιῶν Ἴ̈λιον εἴσω 1, 2, 3, 4

1.72 ἣν διὰ μαντοσύνην· τήν οἱ πόρε Φοῖβος Ἀπόλλων · 1

1.73 ὅ σφιν ἔϋ φρονέων ἀγορήσατο καὶ μετέειπεν· 1, 2, 3

1.74 ὦ Ἀχιλεῦ κέλεαί με Διῒ φίλε μυθήσασθαι 1

1.75 μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος· 1

Scholia text

msA, 1.61, commenting on 1.51 αὐτὰρ ἐπειτ αυτοῖσι βελος διαφέρει ὁ αὐτὰρ τοῦ δὲ ὅτι ὁ μὲν προτάσσεται· ὁ δὲ ὑποτάσσεται· ὁ μὲν αὐτὰρ προτάσσεται· ὁ δὲ δὲ ὑποτασσεται·

msA, 1.63, commenting on 1.52 θαμειαί πῶς φησίν ὁ ποιητὴς ἐναντία ἑαυτῶ λέγει προεἰπὼν γὰρ αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν · νῦν επάγει αἰεὶ δὲ πυραὶ νεκύων . ἐροῦμεν δὲ ὅτι ὁ λοιμὸς ηῦξε· τὴν μῆνιν ἡ μῆνις δὲ τὰς μετα ταῦτα μάχας· καὶ οἱ ἐν ταύταις πίπτοντες ἑλώρια κυνῶν ἐγίνοντο· οἱ δὲ ἀπο τοῦ λοιμοῦ φθειρόμενοι ἐκαίοντο ⁑

msA, 1.65, commenting on 1.58 τοῖσι δ ἀνιστάμενος τὸ γὰρ παλαιὸν κὰν βασιλεὺς ἢν κἂν ἄλλης οἵασδήποτε τύχης λαμπρᾶς ἐδημηγόρει δὲ , ὀρθῶς ἵστατο ⁑

msA, 1.66, commenting on 1.59 παλιμπλαγχθεντας εἰς τοὐπίσω πλανηθέντας ἀπελθεῖν μάτην ἐπανακάμψειν εἰς τὰ οἰκεῖα εάν περ δεῖ ὅλως τὸν θάνατον ὑπεκφύγοιμεν οὐκ ἐκ ῥήματος δὲ ἡ σύνθ τῆς μετοχ ἀλλα συντεθειται δια τὸ ὰψ ἀπονοστήσειν ⁑

msA, 1.68, commenting on 1.59 Ἀτρείδη νὺν ἄμμε ⁑ μετα τὸ Ἀτρείδη δεῖ στίζειν ἐπεὶ αἱ προσαγορευτικαὶ τῶν περιόδων αὐτοτελεῖς εἰσιν ⁑

msA, 1.69, commenting on 1.62 ἀλλ άγε δη τινα μαντιν ἡ διπλῆ ὅτι μάντις γενικῶς ἱερεὺς δὲ καὶ οἱωνοπ εἰδικῶς εἴδη μάντεων· Ζηνοδ δὲ ἡθέτηκεν αὐτὸν μήποτε δὲ ὀνειροκριτην ὑπείληφεν οὐκ ορθῶς .

msA, 1.70, commenting on 1.62-1.63 μεχρι τοῦ ἐρείομεν διασταλτεον εἶτα ἢ ἱερῆα ἢ καὶ ὀνειροπολον ἵνα γενικὸν μὲν ἢ τὸ μάντιν· εἴδη δὲ τὰ επιφερόμενα· οὕτως Ἡρωδιανός · καὶ ὁ Νικάνωρ δὲ οὕτως λέγει ⁑

msA, 1.71, commenting on 1.62-1.63 ἔστι γενος τι ἡ μαντικη διαιπουμένον εἰς εἴδη τρία εἰς οιωνοσκοπιαν· εις αεροσκοπ καὶ τὴν δια τὴν τῶν ονειρατων ⁑

msA, 1.72, commenting on 1.62 Ἡρῳδιανὸς τελειαν δίδωσι καὶ κοινὸν τὸ μαντιν · ὁ δὲ Πορφύριος τὸν δὴ οιωνὸν σημειων ἠ τεράτων μαντευόμενον· ὀνειροπολον δὲ τὸν ὀνειροκριτην ⁑

msA, 1.73, commenting on 1.63 καὶ γάρ τ’ ὄναρ τοῦ τι ἐστιν συναλιφὴ καὶ γὰρ τι ὄναρ οὐ γὰρ παντα λέγει ἀληθῆ ἐπεὶ φησὶν οὐ πάντας εἰναι τοὺς ὀνείρους ἀληθεῖς· οἱ μεν γὰρ κεράεσσι τετεύχαται· αἱ δὲ λέφαντι ⁑

msA, 1.74, commenting on 1.65 εἴ ταρ οὕτως ὀξεῖα εἰς τὸν εἶ τὸ γὰρ ταρ ἐστιν ἐγκλιτικὸς συνδ επιφερόμενος καὶ οὐ δεῖ ἀπόστροφον βάλλειν εἰς τὸ τ · οὐ γάρ ἐστιν ὁ τὲ σύνδεσμος ἐπεφέρετο γὰρ ἂν ἐτερος τε ⁑

msA, 1.75, commenting on 1.66 αἱ κέν πως ἀρνῶν κνίσης Ἀρίσταρχος τὸ κνίσης ἑνικῶς κατα γενικὴν πτῶσιν ἄνευ τοῦ ϊ ⁑

msA, 1.76, commenting on 1.67 ἡμῖν ἀπο λοιγὸν ἀμύναι τὸ ἑξῆς ἐστιν ἀπαμῦναι δι ὃ φυλάττει τὸν ἴδιον τόνον· ὄταν γὰρ πρόθεσις τὴν σύνταξιν ἔχη προς τὸ επιφερόμενον τὸν ἴδιον τόνον φυλάσσει άτε δὴ ἐπέχουσα τὴν τάξιν· εἰς δε τὸ αἴ κεν περισσὸς ὁ κεν ἵνα ᾖ ἀντι τοῦ εἴ πως ⁑

msA, 1.77, commenting on 1.68 ἤ τοι ὅ γ’ ὡς εἰπῶν ὅτι Ζηνοδ γράφει ἐκαθέζετο · οὐκ εᾶ δὲ ἑλληνίζειν τὸν Όμηρον ὥσπερ γὰρ ουδ λέγει ἐκατεβαινεν· οὕτως οὐδε ἐκαθέζετο ⁑

msA, 1.78, commenting on 1.69 Κάλχας Θεστοριδ ὅτι Ζηνοδοτ γράφει μάντις Θεστορίδης . οὐ δύναται δὲ τῷ γένει τὸ εἶδος ἅμα συγκατατίθεσθαι ⁑

msA, 1.80, commenting on 1.74 ὦ Ἀχιλεῦ κέλεαί με ⁑ καὶ τῷ βασιλεῖ ἀπολογεῖται ὡς ἀναγκαζόμενος ὑπο Ἀχιλλέως καὶ τῷ πλήθει . ὡς δέει τοῦ βασιλέως μη προειπών ⁑

msA, 1.81, commenting on 1.52 +αἰεὶ δὲ πυραὶ νεκύων τὸ παλαιὸν τὰ σώματα τῶν θνησκόντων πρότερον ἐκαίετο δια τὸ ἀπέριττα γίνεσθαι εἰθ’ οὕτως ἐθάπτετο ὑπὸ γῆν , ἡ δὲ αἰτία τοῦ καίεσθαι τὰ σώματα παρα τοῖς Ἕλλη πρῶτος φησὶν ουτως ἐτάφη Ἀργεῖος ὁ Λικυμνίου δι ανάγκην ὑπο Ηρακλέους · συναγαγόντος γὰρ φασὶ στρατίαν ἐπι Ϊλιον Ἡρακλέους δια τὸ Λαομέδοντα παρα σύνταξιν ποιῆασι Ἡρακλει σώσαντι τοῦ κήτους τὴν θυγατέρα αὐτοῦ Ἡσιόνην καὶ μη δοῦναι τοὺς ἵππους οὕς ὑποσχόμενος ἦν αὐτῶ ὑπερ τῆς τοσαύτης εὐεργεσίας ἐπεζήτει καὶ τὸν Ἀργεῖον ὡσανεὶ οἰκεῖον· Λικύμνιον φασὶ τὸν πρα Ἀργείου φοβούμενον ὅτι καὶ τὸν πρότερον αὐτοῦ υἱον ὀνόματι Οιωνὸν αποστείλας εἰς Λακεδαίμονα μεθ’ Ἡρακλέους ἀπέβαλεν οὐ βούλεσθαι προΐεσθαι τοῦτ’ ἕως Ηρακλῆς όμωσεν ἀπάξειν παλιν αὐτόν τότε δ’ οὖν συμπερούσης τῷ Ἀργείω τῆς τοῦ βίου τελευτῆς διαπορηθεὶς ὁ Ηρακλῆς πῶς ἄν ἐπιτελέσοι τὸν όρκον έκαυσεν αὐτὸν καὶ πρῶτον φασὶ τοῦτον τοιαὔτης ἐπιμελείας τυχεῖν ⁑

msAil, 1.208, commenting on 1.51 τοῖς Ἑλλησι

msAil, 1.209, commenting on 1.51 πικρόν

msAil, 1.210, commenting on 1.51 επιπέμπων :

msAil, 1.211, commenting on 1.52 ἐτίτρωσε

msAil, 1.212, commenting on 1.53 νῦν τὰ βέλη ὅτι δὲ καὶ σημειω

msAil, 1.213, commenting on 1.54 λη ημέρᾳ

msAil, 1.214, commenting on 1.56 ἐφροντιζεν

msAil, 1.215, commenting on 1.59 Αιολικόν

msAil, 1.216, commenting on 1.59 εις τοὐπίσω πλανηθεντας

msAil, 1.217, commenting on 1.59 ὑπολα

msAil, 1.218, commenting on 1.61 αντὶ καὶ γάρ

msAil, 1.219, commenting on 1.62 ἠ θύτην

msAil, 1.230, commenting on 1.70 τὰ προγεγονοτα ⁑

msAil, 1.231, commenting on 1.71 νεῶν

msAil, 1.232, commenting on 1.71 ἡγεμῶν ἐγένετο ⁑

msAil, 1.233, commenting on 1.72 ἰδίαν

msAil, 1.234, commenting on 1.73 εν αυτοῖς εἶπεν

msAil, 1.235, commenting on 1.75 τοξότου

msAim, 1.82, commenting on 1.51 ὅτι μεταφορικῶς ἀπὸ τῆς πευκης

msAim, 1.83, commenting on 1.56 ὅτι Ζηνόδοτος ορητο γράφει ἀγνωεῖ δε ὅτι Δωρικὸν γινεται ⁑

msAim, 1.84, commenting on 1.59 προς τὴν τῶν νεωτέρων ἱστορίαν ὅτι ἐνθεν τὴν κατὰ Μυσίαν ϊστοριαν ἔπλασαν ⁑

msAim, 1.85, commenting on 1.65 ὅτι ελλειπει ἡ περι περι

msAim, 1.86, commenting on 1.71 ἀντι τῆς εις προθ ⁑

msAim, 1.87, commenting on 1.73 ὅτι Ζηνοδοτος γράφει ός μιν αμειβόμενος ἔπεα πτερόεντα προσηυδα ⁑

msAint, 1.88, commenting on 1.56 εὐλόγως ἐφρoντιζε τῶν Ἑλλη ἡ Ἥρα ὅτι τὸ Άργος όλον ἱερὸν αὐτῆς· ἄλλως τε καὶ ἦν ὑβρισθεῖα ὑπὸ Ἀλεξάνδρου · ὡς καὶ ἡ Ἀθηνᾶ ἐν τη τοῦ μήλου κρίσει ἤθελεν οὖν σώζεσθαι τοὺς Ἕλλ ἵνα γένωνται τοῖς Τρωσὶν όλεθρος ⁑

msAint, 1.89, commenting on 1.58 δια τὸν μετά ⁑

msAint, 1.90, commenting on 1.60 ὅτι Ζηνοδοτος οι κεν γράφει οὐ καλῶς· καλὴ γὰρ ἡ απόγνωσις τῆς σωτηρίας ⁑

msAint, 1.91, commenting on 1.65 ἑκατόμβης ἠ τῆς ἀπο εκατῶν βοῶν ἠ ἀπὸ ρ βημάτων ὅ εστ κέ ζώων ⁑

msAint, 1.92, commenting on 1.73 οὕτως δια τοῦ ἑνὸς σ ⁑


Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1