Manuscript msA, page 13v

Manuscript msA, page 13v

prev: 13rnext: 14r

Iliad text

1.76 τοὶ γὰρ ἐγὼν ἐρέω· σὺ δὲ σύνθεο· καί μοι όμοσσον 1, 2

1.77 ὴ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν· 1, 2

1.78 ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν· ὃς μέγα πάντων

1.79 Ἀργείων κρατέει· καί οἱ πείθονται Ἀχαιοί · 1

1.80 κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ· 1, 2

1.81 εἴ περ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ· 1

1.82 ἀλλάτε καὶ μετόπισθεν ἔχει κότον· ὄφρα τελέσσῃ 1

1.83 ἐν στήθεσσιν , ἑοῖσι· σὺ δὲ φράσαι εἴ με σαώσεις· 1

1.84 τονδ’ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·

1.85 θαρσήσας μάλα , εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα· 1, 2, 3, 4

1.86 οὐ , μὰ , γὰρ , Ἀπόλλωνα Διῒ φίλον , ᾧ τε σὺ Κάλχαν 1, 2, 3, 4

1.87 εὐχόμενος , Δαναοῖσι θεοπροπίας ἀναφαίνεις

1.88 οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπι χθονὶ δερκομένοιο . 1, 2

1.89 σοὶ κοίλῃς παρὰ νηυσὶ βαρείας χεῖρας ἐποίσει

1.90 συμπάντων Δαναῶν . οὐδ ἢν Ἀγαμέμνονα εἴπῃς 1, 2

1.91 ὃς νῦν πολλὸν ἄριστος ἐνι σρτατῷ εὔχεται εἶναι· 1, 2

1.92 καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων·

1.93 οὔτὰρ ὅ γ’ εὐχωλῆς ἐπιμέμφεται οὐδ’ ἑκατόμβης , 1

1.94 ἀλλ’ ἕνεκ’ ἀρητῆρος , ὃν ἠτίμης’ Ἀγαμέμνων ·

1.95 οὐδ’ ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατ’ ἄποινα . 1

1.96 τούνεκ’ ἄρ’ ἄλγε’ ἔδωκεν ἑκηβόλος , ἠδ’ ἔτι δώσει· 1

1.97 οὐδ’ ὅ γε πρὶν λοιμοῖο βαρείας χεῖρας ἀφέξει . 1, 2, 3

1.98 πρίν γ’ ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην 1

1.99 ἀπριάτην· ἀνάποινον· ἄγειν θ’ ἱερὴν ἑκατόμβην 1, 2, 3

1.100 ἐς Χρύσην · τότε κέν μιν ἱ̈λασσάμενοι πεπίθοιμεν· 1

Scholia text

msA, 1.93, commenting on 1.77-1.78 ἠ μέν μοι πρόφρων ἐπι μὲν τοῦ προτέρου βαρεῖαν παραληπτέον κατα τὴν ἄρχουσαν κεῖται γὰρ ἀντι τοῦ ἠμὴν ὅπερ ἐστιν ορκικὸν επίρρη ὅπερ ὁ ποιητὴς ἀεὶ δια τοῦ ε προφερεται· ἡμὲν τοὺς ἵππους τὲ καὶ ἄρματα ἠμὲν εμοὶ δώσειν τὸ δὲ ἡ γᾶρ ὀΐομαι περισπωμένη τάσει ἀναγνωστέον διαβεβαιωτικὸς γὰρ ὁ συνδ ⁑

msA, 1.95, commenting on 1.81 καταπέψη ἡ μεταφορα ἀπὸ τῶν ἐν τῆ γαστρὶ πλείω χρόνῳ κατεχομένων σιτίων δια τὴν πέψιν τὴν ἐν αυτῆ γινομενην ⁑

msA, 1.96, commenting on 1.85 θαρσήσας μάλα εἰπέ τρια εισὶ τὰ ἐν τῇ κοινῇ οξυνόμενα ἐλθέ ευρέ ειπέ ἰδιως δὲ καὶ μακρᾷ παραλήγονται Ἀττικοὶ δὲ καὶ ἐπι τῶν βραχυκαταλήκτων ὀξύνουσῑ τὸ εἰδέ καὶ λάβε ·

msA, 1.97, commenting on 1.85 ὅτι οῖσθα χω τοῦ σ οὕτως γὰρ λέγει δια παντὸς οἶσθα· τί ἠ τοι ταυτα οἶσθα γέρον ⁑

msA, 1.98, commenting on 1.86 οὐ μα γὰρ Ἀπόλλω ὅτι Ζηνοδοτος χωρὶς τοῦ ν Καλχα τὰ δὲ εἰς λήγοντα δια τοῦ ντ κλινόμενα επι τῆς γενικῆς ἔχει τὴν κλητ ⁑ εἰς ν Θόαν Ἀίαν ⁑

msA, 1.101, commenting on 1.90 οὐδ ἣν Ἀγαμέμνο ὁ τρόπος ὑπερβολη ὃ δεδηὼς ἔσκεπεν ὁ μάντις , τοῦτο θαρσύνων ἀπεκάλυψεν Ἀχιλλεύς ⁑

msA, 1.102, commenting on 1.93 οὔταρ ὅ γ’ εὐχωλῆς οὕτως οξείαν ἐπ τὴν οὔ · ὁ γὰρ τάρ ἐστι σύνδεσμος ἐπιφερόμενος εγκλιτικός ὡς καὶ ἐπι τοῦ εἴ ταρ ὅ γ’ εὐχωλῆς · οὐ γάρ ἐστιν ὁ τέ συμπλεκτικός εἰ γὰρ ἢν επεφέρετο· ἂν πάλιν ὁ τέ μετὰ ἀποφασεως , οὔθ’ εκατόμβης· οὕτως γὰρ ἔστιν εὑρεσθαι τὸν τέ σύνδεσμον μετα τῆς οὔ ἀποφάσεως· ἔνθα μὲν , οὔτε ἄναξ ἐπιδευής , οὔτε τι ποιμήν ⁑

msA, 1.104, commenting on 1.97 οὐδ’ ὅ γε πρὶν λοιμοῖο λέξεις ἐκ τῶν προς Κωμανόν . τὸ μὲν ἀεικέα λοιγόν όλεθρον ἀπεοικοτα λέγειν· τοῦτο δὲ ἐστιν ἀπεχθῆ· ἀπριάτην δὲ σαφὲς ὡς ἄνευ τοῦ πρίασθαι καὶ ταυτὸν τῷ νῦν λεγομένῳ δωρεάν καὶ ἡ Μασσααλιωτικὴ δὲ καὶ ἡ Ριανοῦ τὸν αὐτὸν ἔχει τρόπον· ἔοικεν οὖν , ἡ ἑτέρα Ζηνοδότου εἶναι ἡ οὐδ’ ὅγε πρὶν λοιμοῖο βαρείας χείρας ἀφέξει ⁑

msA, 1.105, commenting on 1.98 ἐλικώπιδα μελανόφθαλμον ἀφ οὗ εὐπρεπῆ ὡς Καλλίμαχος ὕδωρ μέλαν Αἰσήποι , καὶ Αἴσηπον ἔχεις ἑλικώτατον ὕδωρ , ἢ τὴν οὐκ ἀτενῆ τὴν θέαν· ἠ τὴν ἀξιοθέατον προς ὴν πάντες ἐλίσσουσι τὴν θέαν ⁑

msA, 1.106, commenting on 1.99 ἀπριάτην ἀνάποινον ὅτι οὐ κατα προσηγορίαν τὴν ἀπριάτην λέγει ἀλλ’ ἀντι τοῦ ἀπρατῆ καὶ παράλληλον τὸ ἀνάποινον· τὸ γὰρ αὐτὸ δι αμφοτέρων δηλοῦται· διασταλταιον δὲ βραχὺ ἀπριάτην· ἀνάποινον στικτέον δὲ ἐς Χρύσην · ἐπεὶ κοινὸν κατα πάντων τὸ πριν τὸ ἀπριάτην . ἐπιρρηματικῶς ἀκούει Ἀπολλώνιος ἀντι τοῦ ἀπριαδην ⁑

msA, 1.108, commenting on 1.100 ἐς Χρύσην τότε κέν μιν ὅτι Ζηνόδοτος γράφει αἴ κεν μιν γελοῖον δὲ διστακτικῶς λέγειν τὸν μάντιν ⁑

msAil, 1.100, commenting on 1.76 Αιολίς

msAil, 1.143, commenting on 1.76 Αιολικον

msAil, 1.144, commenting on 1.77 ορκικον ἐπίρρημα

msAil, 1.145, commenting on 1.77 προθύμως

msAil, 1.149, commenting on 1.86 ὄμνυμι γάρ σοι

msAil, 1.150, commenting on 1.86 ᾥτινι σὺ ὦ κάχαν ⁑

msAil, 1.151, commenting on 1.88 ὁρῶντος ἢ ὁρωμένου

msAil, 1.153, commenting on 1.90 ὑπερβολη ⁑

msAil, 1.154, commenting on 1.91 κατα πολύ

msAil, 1.155, commenting on 1.95 οὐκ απελύτρωσε

msAil, 1.156, commenting on 1.97 παύσει

msAil, 1.157, commenting on 1.99 παράλιψις

msAim, 1.109, commenting on 1.80 ὅτι Ζηνόδοτος χωρὶς γράφει τὰ δε τοιαυτα ἐν σύγκριτα εχει ἐπι της ευ τὸ ν ⁑

msAim, 1.110, commenting on 1.83 ὅτι Ζηνόδοτος γράφει φράσον · μᾶλλον δὲ τὸ φράσαι ἀρμόζει ⁑

msAim, 1.111, commenting on 1.85 διασταλτέον ἐπι το μα ⁑

msAim, 1.112, commenting on 1.93-1.95 ὅτι ελλείπει τὸ περι καὶ περισσον τὸ ἐπιμέμφεται κατεκερμάτισεν δὲ τὸν Αγαμέμνονος λόγον εἰς διαβολήν ⁑

msAint, 1.113, commenting on 1.91 Ἀχαιῶν οὐκ ενι στρατῷ αι Αριστάρχου ὁμοιως ἡ Σωσιγένους καὶ Ἀριστοφάνους · καὶ ἡ Ζηνοδότου ⁑

msAint, 1.114, commenting on 1.93-1.94 βραχὺ διασταλτεον ἐπι τὸ εκατομβης καὶ αρητῆρος . κοινὸν δὲ τὸ ἕνεκα ουτε ευχωλῆς ουτε ἑκατόμβης ἕνεκα· ἀλλ αρητηρος ἕνεκα μεμφεται ⁑

msAint, 1.115, commenting on 1.97 Δαναοῖσιν ἀεικέα λοιγὸν απώσει οὕτως αι Αριστάρχου ⁑


Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1