Venetus A (Marciana 454 = 822), folio 191, recto
previous | next |
---|---|
msA 190v | msA 191v |
Iliad text (25 lines)
Iliad 15.1: αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν
Iliad 15.2: φεύγοντες. πολλοὶ δὲ δάμεν Δαναῶν ὑπο χερσὶν.
Iliad 15.3: οἱ μὲν δὴ παρ’ όχεσφιν ἐρητύοντο μένοντες
Iliad 15.4: χλωροὶ ὑπαὶ δείους. πεφοβημένοι: ἔγρετο δὲ Ζεὺς
Commented on by msA 15.7
Iliad 15.5: Ἴ̈δης ἐν κορυφῇσι. παρα χρυσοθρόνου Ἥρης :
Iliad 15.6: στῆ δ’ ὰρ ἀναΐξας: ἴ̈δε δὲ Τρῶας καὶ Ἀχαιοὺς .
Iliad 15.7: τοὺς μὲν ὀρινομένους. τοὺς δὲ κλονέοντας ὄπισθεν:
Iliad 15.8: Ἀργείους . μετὰ δέ σφι Ποσειδάωνα ἄνακτα:
Commented on by msA 15.8, msAext 15.1
Iliad 15.9: Ἕκτορα δ’ ἐν πεδίῳ ἴ̈δε κείμενον ἀμφὶ δ’ ἑταῖροι
Iliad 15.10: εἵαθ’. ὁ δ’ ἀργαλέῳ ἔχετ’ ἄσθματι. κῆρ, ἀπινύσσων:
Iliad 15.11: αἷμ’ εμέων. ἐπεὶ οὔ μιν ἀφαυρότατος βάλ’ Ἀχαιῶν :
Commented on by msAint 15.1, msA 15.12
Iliad 15.12: τὸν δὲ ἰ̈δὼν ἐλέησε πατὴρ ἀνδρῶν τε θεῶν τε:
Iliad 15.13: δεινὰ δ’ ὑπόδρα ἰ̈δὼν Ἥρην πρὸς μῦθον ἔειπεν:
Iliad 15.14: ῆ μάλα δὴ κακότεχνος ἀμήχανε, σὸς δόλος. Ἥρη
Commented on by msA 15.13
Iliad 15.15: Ἕκτορα δῖον ἔπαυσε μάχης. ἐφόβησε δὲ λαούς:
Commented on by msA 15.14
Iliad 15.16: οὐ μὰν οῖδ’: εἰ, αὖτε κακορραφίης ἀλεγεινῆς
Iliad 15.17: πρώτη ἐπαύρηαι. καί σε πληγῇσιν ϊμάσσω:
Commented on by msAint 15.2, msA 15.15
Iliad 15.18: ἠ οὐ μέμνῃ. ὅτε τ’ ἐκρέμω ὑψόθεν. ἐκ δὲ ποδοῖϊν
Commented on by msAint 15.3, msA 15.16
Iliad 15.19: ἄκμονας ῆκα δύω: περι χερσὶ δὲ δεσμὸν ΐηλα
Iliad 15.20: χρύσεον. ἄρρηκτον, σὺ δ’ ἐν αἰθέρι καὶ νεφέλῃσιν
Iliad 15.21: ἐκρέμω. ἠλάστεον δὲ θεοὶ κατα μακρὸν Ὄλυμπον :
Commented on by msAint 15.4
Iliad 15.22: λῦσαι δ’ οὐκ ἐδύναντο παρασταδὸν. ὃν δὲ λάβοιμι
Commented on by msA 15.17
Iliad 15.23: ῥίπτασκον τεταγὼν ἀπὸ βηλοῦ. ὄφρ’ ἂν ΐκηται
Commented on by msAint 15.5
Iliad 15.24: γῆν ὀλιγηπελέων: ἐμὲ δ’ οὐδ’ ὡς θυμὸν ἀν ἵει
Commented on by msAint 15.6, msAim 15.1
Iliad 15.25: ἀζηχὴς. ὀδύνη Ἡρακλῆος θείοιο:
Other texts (27 passages)
Scholia group: msAext
msAext 15.1: Ποσει
Comments on 15.8
Scholia group: msAint
msAint 15.1: πρὸς τὸ αἷμ’ ἀπέμασσεν τοῦτ’ ἄν τις σημειώσαιτο ⁑
Comments on 15.11
msAint 15.2: ουτ δια τοῦ η ἐπαύρηαι
Comments on 15.17
msAint 15.3: δια τοῦ η , εὶχον μέμνῃ εῖχον πᾶσαι⁚
Comments on 15.18
msAint 15.4: ὅτι ὁ μακρὸς ὁ ολυμπ ὡς όρος⁚
Comments on 15.21
msAint 15.5: ὅτι καὶ ταῖς αὐταῖς λέξεσι κέχρηται κατ ἀμφοτέρους τοὺς τόπους ⁑
Comments on 15.23
msAint 15.6: εμε δ’ ουδ’ ὡς θυμὸν, συναπτέον ἕως τοῦ θείοιο ἐν σχήματ γὰρ εἴρητ ⁑
Comments on 15.24
Scholia group: msAil
msAil 15.1: εξεστηκὼς τὴν ψυχὴν
Comments on 15.10@απινύσσων
msAil 15.2: κακομήχανε
Comments on 15.14@ἀμήχανε
msAil 15.3: ο δολος σου δη
Comments on 15.16@κακορραφίης
Scholia group: msAim
msAim 15.1: αρισταρχ θυμον αλλοι δὲ θυμός ἔστι δὲ ὁ τῆς Ἀρισταρχείας φράσεως χαρακτηρ: οἱ σ ωτειλήν αἷμ’ ἀπολιχμήσονται:
Comments on 15.24
Scholia group: msA
msA 15.1: ‡ αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν, ἡ ἀναφορὰ πρὸς τὸ πάπτηνεν δὲ ἕκαστος ὅπη φύγῃ αἰπῦν ὄλεθρον ἐνθάδε γὰρ τὸ πέρας τῆς διώξεως, πολλοὶ δὲ. τοῦ το δια μέσου ἄλλοι γὰρ ἔδαμεν, ἄλλοι δὲ ἔφευγον ⁑
Comments on 15.1
msA 15.2: διά τε σκολοπας. αντ τοῦ δια σκολόπων καὶ τάφρου, ὡς διά τ’ ἔντεα καὶ μέλαν αἷμα : τὸ ἑξῆς διέβησαν τούς τε σκόλοπας καὶ τὴν τάφρον ὑπερβατὸς γὰρ ὁ τρόπος ⁑
Comments on 15.1
msA 15.3: ἔβησαν, ἡ διακοπῆ τῆς λέξεως τὸ ταλαίπωρον καὶ δυσδιόδευτον ἐμφαίνει τῶν πολεμιων ⁑
Comments on 15.1
msA 15.4: πολλοὶ δὲ δάμεν⁚ ὁμοίως τὸ πολλοὶ δ’ Ἀργείων , οἱ μὲν δάμεν, οἱ δ’ ἐλίποντο: καὶ τὸ φάνεν δέ οἱ εὑρέες ὤμοι ἀνεγνώσθη κατ ἀφαίρεσιν τοῦ άρχοντος χρόνου: ἔφαμεν δὲ τὰ τοιαῦτα ἁδιαφόρως εὑρεθῆναι παρα τῷ ποιητῇ,
Comments on 15.2
msA 15.5: φεύγοντες ὑποστικτέον φεύγοντες καὶ χερσὶ , ἡ γὰρ ἀνταπόδοσις ἐστιν αὐτῷ. οἱ μὲν δὴ παρ όχεσφιν ⁑
Comments on 15.2
msA 15.6: χλωροὶ ὑπαι δείους. ἡ ὑπο πρόθεσις ὑπαὶ ἐγένετο ὁμοίως τῇ ὑπαι πόδα νείατον Ἴδης καὶ ἐστι τὸ ἑξῆς ὑπο δέους οὕτως καὶ Ἀρίσταρχος δι ὃ παραιτητέον τὸν Τυραννίωνα βαρύνοντα τὴν ὑπαι καὶ ἡγούμενον ἀπο τοῦ ὕπαιθα εἶναι πάθος τὸ τῆς ἀποκοπῆς ἕως δὲ τοῦ ὑπαι δείους ὀφείλομεν ἀναπαύεσθαι: οὐ γὰρ πιθανὸν ἕως τοῦ χλωροὶ εἶτα πεφοβημένοι τοῦτέστι φεύγοντες : ἔστι μέντοι καὶ ἑτέρα ἀνάπαυσις οὐκ αδόκιμος⁚
Comments on 15.
msA 15.7: ὑπαι δείους: εἴωθεν Ἰωνικῶς αὐτὰ συναιρεῖν τοί ου μιν θάρσεος πλησεν . ἐξ Ερέβευς αὔξοντα ἡμετέρου δ’ οὐκ έστι γενευς . ἦ ἐντελῶς, βέλεος δε σε τείρει ἀκωκῆ ἄστεος αἱὲν ὑπερ κατ αμαξητὸν ἀλλα νῦν ἡ κακοφωνίᾳ τῆς φωνῆς κρᾶσιν ἐποίησεν αὐτὸν χρήσασθαι καὶ ἐν τῷ ἡ ρα κατ σπείους ⁑
Comments on 15.4
msA 15.8: ἀργείους μετα δέ σφι ὅτι προς τὸ δεύτερον πρότερον ἀπήντησεν: ἑνεκα δὲ σαφηνείας ἐπανέλαβε τοὺς ἀργείους
Comments on 15.8
msA 15.9: εἴαθ’ ὁ δ’ ἀργαλέω ὅτι κατα τὸ πληρες ἐκληπτέον κῆρ εῖτα ἀπινύσσων τὸ κέαρ ἀπινύτων . ἔνιοι δὲ τὸ εἴαθ’ ψιλῶς: ἔνθ’ ἄρα οἱ μῦλαι εἴατο ἀντι τοῦ ῆσαν: καὶ Ἀρίσταρχος δὲ ψιλοῖ τὸ εἴατο . ὁμοίως καὶ ἐπι τοῦ εὗρε δ’ ἐνι σπῆϊ γλαφυρῇ Θέτιν . ἀμφι δέ τ’ ἄλλαι εἴαθ’ ὁμηγερέες ἐκδέχεταί τὲ κλῆσιν τὴν ἀπο τοῦ εἰμί εἰς παθητικοῦ ὑπερσυντελικοῦ χρ καὶ μεταλαμβάνει εἰς τὸ ὑπῆρχον: ἔχει δὲ ἐπί τασιν, εἰ τοῦ ειμι τὰ παθητικὰ δύναται συστῆναι κατα σημαινόμενον, ἢ χρῆσιν Ἑλληνικήν : δι ὃ ἄμεινον δασύνειν. καὶ ἐκδέχεσθαι ἐνδιέτριβον. καὶ ἐκάθηντο: καὶ γὰρ ἁρμόζον τοῖς ὑποκειμένοις κεῖσθαι μὲν τὸν Ἕκτορα περικαθέζεσθαι δὲ αὐτὸν τοὺς ἑτέρους συγκάμνοντας αὐτὸς τὲ ὁ ποιητής ἔκλινε τὸ ῥῆμα τοῦτο τριχῶς: πῆ μὲν κοινῶς εἰπὼν τοῖοι δ’ ἄρα Τρώων ἡγήτορες ῆν τῶν ἐπι πύργων πῆ δὲ Ϊωνικῶς οἱ δ’ έατ’ εἰν ἀγορῇ , πῇ δὲ ἐπενθέσει τοῦ ϊ πάλιν χρησαμενος Ϊωνικῶς εἴατο καὶ προύχοντες ὡς καὶ τὸ προκείμενον⁑
Comments on 15.10
msA 15.11: κῆρ ἀπινύσσων Ἀρίσταρχος τὸ κῆρ οὐδετέρως ἐκδέχεται καὶ μετοχὴν τὴν ἀπὸ τοῦ α ἀρχομένην ἵνα τοιοῦτόν τι σημαίνῃ τὸ κῆρ ἀσύνετος ὦν διδασκόμενος: καὶ ἐξ ἐκείνου τοῦ δοκέεις δέ μοι οὐκ ἀπινύσσειν : τούτῳ συγκατατίθεται καὶ ὁ Ἀσκαλωνίτ καὶ Ἀλεξίων καὶ σχεδὸν πάντες καὶ ἡμεῖς. εἰσὶ μέντοι, οἳ ἄλλους διέστειλαν οὓς ἐλέγχει ὁ Ηρωδιανός Ἀριστοφάνης κῆρ απινύσκων : διὰ τοῦ κ ὁ δὲ Ἀρίσταρχος καὶ ἐν οδ διὰ των δύο σσ . δοκέεις δέ μοι οὐκ ἀπινύσσειν ⁑
Comments on 15.10
msA 15.12: αἵμ’ ἐμέων ἐπεὶ ού μιν: ὅτι τὸ ἐναντίον ὑπακουστέον ἀλλ’ ἰσχυρότατος οὐ γὰρ ἐκ πλήρουσ’ ἀποδέδωκεν ὡς επι τοῦ δὸς φίλος οὐ γάρ μοι δοκέεις ὁ κάκιστος Ἀχαιῶν έμεναι ἀλλ’ ὤριστος ⁑
Comments on 15.11
msA 15.13: ῆ μάλα δὴ κακότεχνος ὅτι δύο σημαίνει ἡ λέξις, ἤτοι μη δυναμένη μηχανὴν ευρεῖν. ἣ προς ἣν ευρεῖν οὐκ έστι μηχανήσασθαι ὅπερ καὶ θέλει εἰπεῖν ⁑
Comments on 15.14
msA 15.14: Ἕκτορα δῖον ὅτι ἀφ εαυτοῦ ὁ Ζεὺς δῖον τὸν Ἕκτορα . οὐχ ὑποπτεῦον οὖν τὰ ἐν Ὀδυσσείᾳ . πῶς ἂν ἔπειτ’ Ὀδυσῆος εγὼ θείοιο λαθοίμην ⁑
Comments on 15.15
msA 15.15: ἐπαύρηαι: προπαροξυτονητέον ομοίως τῷ εἰς ό κε τοὺς ἀφικηαι ἔστι γὰρ με β ἀόριστος. ταὐτὸν δὲ λέγομεν καὶ περὶ τοῦ οῦ δε κεν κακὸν οἶτον ὄλῃαι καὶ γὰρ τούτο μέσου δευτέρου ἀορίστου⁚
Comments on 15.17
msA 15.16: ἢ οὐ μέμνῃ ὅτε τ’ ἐκρέμνω τοὺς τῆς Ἥρας δεσμοὺς νοητέον φυσικὴν τοῦ Ἄρεος πρὸς τὸν αιθερα συμπλοκήν. δια το ὅτι οὖν φὴσι χρύσεον ἄρρηκτον ἵν’ ᾖ δυσδιαχείριστον ἐπεὶ καὶ τὸ πῦρ χρυσαυγες καὶ δυσδιάλυτον. ἄκμονας δὲ δύο τὰ βαρύτατα τῶν στοιχείων γῆν καὶ θάλασσαν. ἐζήτηται δὲ δια ποίον αἰτίαν οὕτως ἀσχήμως ὑβρίζει τὴν Ἡραν ὁ Ζεὺς δια θνητὸν Ἡρακλέα . φὴσι γὰρ ἢ οὐ μέμνη ὅτε τ’ εκρεμω : ῥητέον δὲ ὅτι φιλοσοφεῖ Ὅμηρος μυθικῶς γὰρ Ζεὺς ἐνταυθα ὁ αἰθήρ ουρου τοῦ περὶ τὸν ἀερα δεσμος ἐστὶ ὁ ἄγων τὰ ὑγρὰ καὶ ἐξ αυτοῦ δεσμεύων τὰ παντα: μετ αυτὸν δε ἐστὶν. ἀὴρ μέσος γῆς καὶ ἀερος. ὅ δεῖ νοεῖν ἡμᾶς τὴν Ἡρὰν ὑπάρχεῖν τοῦ δ ἀέρος ἐκκρέμαται ὕδωρ τὲ καὶ γῆ οὗς δῆ νῦν ἄκμονας λέγει παρα τὸ ἀκοπίατα εῖναι τὰ στοιχεῖα: καλῶς οὖν οὐ δύναται οἱ θεοὶ τὸν δεσμὸν λῦσαι: ἰσχὺς γὰρ τῶν όλων τὸ συνδεδέσθαι. ἡ διπλῆ δὲ ὅτι ἐκ δῦειν τόπων τούτου τὲ καὶ τοῦ κατα τὴν ῥαψῳδίαν ὁ ποιητὴς τῆς τοῦ Ἡφαίστου ῥίψεως καὶ τῶν Ἥρας δεσμῶν πληροῦται μῦθος ⁑
Comments on 15.18
msA 15.17: παρασταδον: τοῦτο τοῖς ἄρω συναπτέον ἵν ᾗ ὁ λόγος λῦσαι δ’ οὐκ εδύναντο παραστάντες: ὃν δὲ λάβοιμι δηλονότι παριστάμενον ἦ λύοντα ⁑
Comments on 15.22
previous | next |
---|---|
msA 190v | msA 191v |