Venetus A (Marciana 454 = 822), folio 193, verso
previous | next |
---|---|
msA 193r | msA 194r |
Iliad text (25 lines)
Iliad 15.126: ἔγχος δ’ ἔστησε στιβαρῆς ἀπο χειρὸς ἑλοῦσα
Iliad 15.127: χάλκεον. ἡ δ’ ἐπέεσσι καθάπτετο θοῦρον Ἄρηα :
Commented on by msA 15.38
Iliad 15.128: μαινόμενε φρένας ἠλὲ, διέφθορας, ῆ νύ̆ τοι αύτως
Commented on by msA 15.39
Iliad 15.129: ούατ’ ἀκουέμεν ἐστὶ, νόος δ’ ἀπόλωλε καὶ αἰδώς:
Iliad 15.130: οὐκ ἀΐεις. ἅ, τε, φησὶ θεὰ λευκώλενος Ἥρη :
Iliad 15.131: ἣ. δὴ, νῦν παρ Ζηνὸς Ὀλυμπίου εἰλήλουθεν:
Iliad 15.132: ῆ ἐθέλεις, αὐτὸς μὲν ἀναπλήσας κακὰ πολλὰ
Iliad 15.133: ὰψ, ΐμεν Οὔλυμπον δὲ καὶ ἀχνύμενός περ ἀνάγκῃ.
Iliad 15.134: αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι φυτεῦσαι:
Commented on by msA 15.40, msAim 15.19
Iliad 15.135: αὐτίκα γὰρ. Τρῶας μὲν ὑπερθύμους καὶ Ἀχαιοὺς
Iliad 15.136: λείψει: ὃ δ’ ἡμέας εἶσι κυδοιμήσων ἐς Όλυμπον :
Iliad 15.137: μάρψει δ’ εξείης ὅς τ’ αἴτιος ὅς τε καὶ οὐκί:
Iliad 15.138: τῶ σ’ αῦ νῦν κέλομαι μεθέμεν χόλον υἷος ἑῆος:
Commented on by msA 15.41
Iliad 15.139: ἤδη γάρ τις τοῦ γε βίην καὶ χεῖρας ἀμείνων
Commented on by msAim 15.20
Iliad 15.140: ἢ πέφατ’, ἢ καὶ ἔπειτα πεφήσεται. ἀργαλέον δὲ.
Iliad 15.141: πάντων ἀνων ῥῦσθαι γενεήν τε τόκον τε:
Commented on by msA 15.42
Iliad 15.142: ὣς εἰποῦσ’: ΐδρυσε θρόνῳ ἔνι θοῦρον Ἄρηα :
Commented on by msA 15.43
Iliad 15.143: Ἥρη δ’ Ἀπόλλωνα καλέσσατο δώματος ἐκτὸς
Iliad 15.144: Ϊ͂ρίν θ’, ἥ τε θεοῖσι μετ’ άγγελος ἀθανάτοισι:
Iliad 15.145: καί σφεας φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα:
Iliad 15.146: Ζεὺς , σφὼ, εἰς Ί̈δην κέλετ’ ἐλθέμεν ὅττι τάχιστα:
Commented on by msA 15.44
Iliad 15.147: αὐτὰρ ἐπὴν ἔλθητε: Διός τ’ εἰς ῶπα ἴ̈δησθε.
Iliad 15.148: ἔρδειν ὅττί κε κεῖνος ἐποτρύνῃ καὶ ἀνώγῃ:
Iliad 15.149: ἡ μὲν ἂρ ὣς εἰποῦσα, πάλιν κίε πότνια Ἥρη .
Iliad 15.150: ἕζετο δ’ εἰνὶ θρόνῳ, τὼ δ’ ἀΐξαντε πετέσθην.
Other texts (12 passages)
Scholia group: msAint
msAint 15.15: καὶ Ἀριστοφάνης προηθέτει ⁑
Comments on 15.147-15.148
Scholia group: msAil
msAil 15.15: εκ
Comments on 15.126@ἀπο
Scholia group: msAim
msAim 15.19: ἐν ἄλλῳ πημ φυτεῦσαι ⁚
Comments on 15.134
msAim 15.20: καὶ Ἀριστοφ τοῦ δε
Comments on 15.139
Scholia group: msA
msA 15.38: ‡ χάλκεον ἡ δ’ ἐπέεσσι ὅτι ἐξ αναλήψεως τὰ ἄρθρα λαμβάνει: ὅμοιον δέ ἐστι τοῦτο, τῷ αὐτὰρ Ἀθηναίη κούρι Διὸς , εἶτα ἡ δὲ χιτων ἐνδῦσα Διός . δασυντέον δὲ τὸ η ἄρθρον, δύναται μέντοι καὶ σύνδεσμος ἐξακούεσθαι, ἵνα γένηται καὶ ἐπέεσσι καθάπτετο , καὶ ἔστιν ὅμοιον τοῖς τοιούτοις βεβλήκει γλουτὸν κατα δεξιὸν ἡ δὲ διαπρό : ἡ δὲ χιτῶν ἐνδῦσα καὶ γὰρ ἐπι τούτων διχῶς ἀνέγνωσαν ὥσπερ καὶ ἐπι τοῦ ἐν τῇ αὐτίκ’ ἔπειτ’ ἄνεμος μὲν ἐπαύσατο, ἡ δε γαλήνη , ἄμεινον δὲ ἐπι πάντων αρθ ἐκδέχεσθαι ὥσπερ καὶ Ἀριστάρχῳ ἐδόκει ⁑
Comments on 15.127
msA 15.39: μαινόμεναι φρένας ἠλὲ μετὰ τὴν πρώτην λέξιν στικτέον: μετα δε τὸ ἠλὲ, ἀμφίβολος ἡ στιγμὴ . ήτοι γὰρ καὶ αὐτὸ προσαγορευτικὸν ἐστιν ὧ φρένας ἠλέ . εῖτα καθ εαυτὸ διέφθορας: ἢ συναπτέον ὅλον , ἵν’ ᾖ τὸ ἑξῆς φρένας διέφθορας. ἠ συναπτέον ὄλον ἵν’ ᾖ τὸ ἑξῆς φρένας διέφθορας: τὸ δὲ ἠλέ ὡς καλὲ ἐπιθετικῶς, εἴτε δὲ ἀπεκόπη, εἴτε συνεκόπη ἐκ τοῦ ἠλέε , ἔρρωται τὰ τοῦ τόνου ⁑
Comments on 15.128
msA 15.40: αὐτὰρ τοῖς ἄλλοισι κακὸν μέγα πᾶσι, ἡ Ἀριστοφάνειος , κακὸν μέγα πᾶσι , Ζηνόδοτος δὲ, αὐτὰρ τοῖς ἄλλοισι θετῖς μέγα πῆμα φυτεῦσαι
Comments on 15.134
msA 15.41: τῶ σ’ αὐ νῦν κέλομαι: ὅτι Ζηνόδοτος γράφει. υἷος ἐοῖο , τοῦτο δὲ ἐν τω πε τινος λόγῳ τίθεται: νῦν δὲ προς πρόσωπον ἐστι καὶ δεῖ γράφειν ἑῆος , ἠγνόηκε δὲ τὴν λέξιν: ἐστι γὰρ εῆος ἀγαθοῦ καὶ δωτῆρες ἑάων . προπερισπαστέον δὲ τὴν υἷος γενικήν προείρηται δὲ πῶς γέγονεν ⁑
Comments on 15.138
msA 15.42: γενεήν τε τόκον τε: τοὺς γονεῖς καὶ τὸ γένος δισσολογεῖ δι αμφοτέρων τὴν γένεσιν. ὁ δε νοῦς ἀδύνατον ἐστι θεῷ ῥύσασθαι τὴν ἐξ ἑαυτοῦ ἀνίνην γένεσιν: τὸ γὰρ ἀργαλέον νῦν ἀντὶ τοῦ ἀδύνατον κεῖται καὶ τοῦ θανάτου ῥύεσθαι ⁑
Comments on 15.141
msA 15.43: θρόνῳ ἕνι . ἀναστρεπτέον τὴν πρόθεσιν τὸ γὰρ ἑξῆς ἐστι ἐν θρόνῳ ὁμοίως τῷ υἱὸς γάρ οἱ ὀλώλῃ μάχῃ ἕνι ⁑
Comments on 15.142
msA 15.44: Ζεὺς σφὼ καὶ τὸ Ζεὺς καὶ τὸ σφὼ ἐγκλιτέον τοῦτέστι βαρυτονητέον ἐπεὶ δευτέρου προσώπου ἐστι καὶ μεταλαμβάνεται εἰς τὸ ὑμᾶς ⁑
Comments on 15.146
msA 15.45: αὐτὰρ ἐπὴν ἔλθητε ἀθετοῦνται ἀμφοτεροὶ ὅτι ἀνηθοποίητοί εισὶ. καὶ γὰρ εἰ μὴ ἐνετείλατο ἡ Ἥρα , ὤφειλον ὑπακούειν τῷ Διῒ καὶ λόγον ἂν εἶχεν ἡ ἐντολὴ εἰ κεχαρισμένον τί αὐτῇ ἐπετέλλουν καὶ μὴ ἐναντίον: ὥστε ἔδει μᾶλλον παρακαλεῖν εἰς τὸ παριδεῖν τί τῶν ὑπο Διὸς προστασσομένων ⁑
Comments on 15.147-15.148
previous | next |
---|---|
msA 193r | msA 194r |