Venetus A (Marciana 454 = 822), folio 199, verso
previous | next |
---|---|
msA 199r | msA 200r |
Iliad text (25 lines)
Iliad 15.426: μὴ δή πω χάζεσθε μάχης ἐν στείνεϊ τῷδε,
Iliad 15.427: ἂλλ’ υἷα Κλυτίοιο σαώσατε: μή μιν Ἀχαιοὶ
Iliad 15.428: τεύχεα συλήσωσι. νεῶν ἐν ἀγῶνι πεσόντα:
Commented on by msAim 15.50
Iliad 15.429: ὡς εἰπὼν Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ:
Iliad 15.430: τοῦ μὲν ἅμαρθ’. ὁ δ’ ἔπειτα Λυκόφρονα : Μάστορος υἱὸν,
Iliad 15.431: Αἴαντος θεράποντα: Κυθήριον : ὅς ῥα παρ’ αὐτῷ
Iliad 15.432: ναῖ’ ἐπεὶ ἄνδρα κατέκτα Κυθήροισι ζαθέοισι:
Commented on by msA 15.125
Iliad 15.433: τόν ῥ’ ἔβαλεν κεφαλὴν. ὑπὲρ ούατος: ὀξέϊ χαλκῷ
Iliad 15.434: ἑσταότ’ ἄγχ’ Αἴαντος . ὁ δ’ ὕπτιος ἐν κονίῃσι
Iliad 15.435: νηὸς ἀπο πρυμνῆς χαμάδις πέσε. λύντο δὲ γυῖα:
Iliad 15.436: Αἴας δ’ ἐρρίγησε. κασίγνητον δὲ προσηύδα:
Commented on by msAext 15.16
Iliad 15.437: Τεῦκρε πέπον: δὴ νῶϊν ἀπέκτατο πιστὸς ἑταῖρος
Commented on by msA 15.126
Iliad 15.438: Μαστορίδης : ὃν νῶϊ Κυθηρόθεν ἔνδον, ἐόντα:
Iliad 15.439: ἶ̈σα φίλοισι τοκεῦσιν ἐτίομεν ἐν μεγάροισι:
Commented on by msA 15.127
Iliad 15.440: τόν δ’ Ἕκτωρ μεγάθυμος ἀπέκτανε. ποῦ νύ̆ τοι ἰ̈οὶ
Iliad 15.441: ὠκύμοροι: καὶ τόξον. ὅ τοι πόρε Φοῖβος Ἀπόλλων :
Commented on by msA 15.128
Iliad 15.442: ὡς φάθ’. ὁ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη
Iliad 15.443: τόξον ἔχων ἐν χειρὶ παλίντονον. ἠδὲ φαρέτρην
Iliad 15.444: ἰ̈οδόκον. μάλα δ’ ῶκα βέλεα Τρώεσσιν ἐφίει:
Commented on by msA 15.129, msA 15.130
Iliad 15.445: καί ῥ’ ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν:
Commented on by msA 15.131
Iliad 15.446: Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοίδαο .
Iliad 15.447: ἡνία χερσὶν ἔχοντα: ὁ μὲν πεπόνητο καθ’ ἵππους.
Iliad 15.448: τῇ γὰρ έχ’: ῇ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες:
Iliad 15.449: Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος: τάχα δ’ αὐτῷ
Iliad 15.450: ἦλθε κακόν. τό οἱ οὔ τις ἐρύκακεν, ϊεμένων περ.
Commented on by msAim 15.52
Other texts (13 passages)
Scholia group: msAext
msAext 15.16: Αἴας δὲ ρίγησε
Comments on 15.436
Scholia group: msAil
msAil 15.25: ολυκόφρων
Comments on 15.432@κατέκτα
Scholia group: msAim
msAim 15.51: οτ παραλληλως καὶ διδασκαλικῶς η διαφο τοῦ νωϊν καὶ νῶϊ ⁑
Comments on 15.437-15.438
msAim 15.52: διχῶς Ἀρισταρχ καὶ ϊεμένῳ . καὶ ϊεμένων ⁑
Comments on 15.450
Scholia group: msA
msA 15.124: Αἴαντος θεραποντ Κυθήριον : άπο Κυθήρων Κυθηρα δὲ νησί διον τῆς λακονικῆς Ἀφροδιτ ἱερὸν ἔνθεν καὶ Κυθέρειαν ὀνομάζουσι τὴν θεον: τὸ ἑξῆς. Λυκόφρονα ἔβαλε κεφαλὴν ὑπὲρ ούατος, τὰ δὲ ἄλλα ὡς δια μέσου διορθωτέον ⁑
Comments on 15.431-15.433
msA 15.125: ναῖ᾽ ἐπεὶ ἄνδρα: ὅτι ἐλλείπει ἡ εν . ἔστιν γὰρ ἐν Κυθήροις . καὶ ὅτι ἀπόδειξις τοῦ συνεσταλμενως ἐκφέρειν τὸ κατέκτα καὶ ἐν Ὀδυσσείᾳ ἐκτα συν οὐλομένη ἀλόχῳ ⁑
Comments on 15.432
msA 15.126: Τεῦκρε πέπον ἄξιον ἀποδέξασθαι τὴν συνήθειαν μετα τὸ πέπον στίξασαν καὶ μὴ μετὰ τὸν δὴ σύνδεσμον ⁑
Comments on 15.437
msA 15.127: ἰσα φίλοισι τοκεῦσιν ὅτι Ζηνοδοτος γράφει ἶσα φίλοισι τέκεσσι : οὐχ αρμόζει δὲ τοὺς περι τὸν Αἴαντα νέους ὄντας λέγειν τέκεσσιν πρὶν γὰρ παιδοποιήσουσιν ἐστρατεύσαντο ⁑
Comments on 15.439
msA 15.128: ὠκύμοροι, καὶ τόξον ὅτι τόξον λέγει οὐ τὸ σκεῦος τὸ πολεμικόν ἀλλα τὴν τοξικὴν τέχνην ⁑
Comments on 15.441
msA 15.129: ἰοδόκον, πιθανώτερον Ἀλεξίων παροξύνει ὡς ξεινδόκον ἐπεὶ αὑτὴ ἡ φαρετρα δεχεται καὶ ἔστιν ἐνεργητικόν ⁑
Comments on 15.444
msA 15.130: ἰόδὸκον προπαροξυτόνως τινὲς τὸν δεχόμενον ἰ̈ούς, ξεινοδόκον δὲ τὸν ξενίχοντα παροξυτόνως. ἠ τὸν ξένους δοκεύοντα. καὶ Ἀταλος δὲ παροξύνει ⁑
Comments on 15.444
msA 15.131: καί ρ’ ἔβαλλε Κλειτὸν , Κλειτὸς ὄνομα κύριον ὀξυντέον δὲ ὁμοιως τῷ επιθετῳ επειδὴ κόσμου ἐστὶ τὸ ἐπίθετον ⁑
Comments on 15.445
msA 15.132: Ἕκτορι καὶ Τρώεσσι : ἀθετοῦνται στίχοι Γ καὶ ἀστερίσκοι παράκεινται ὅτι ἐπὶ Ἱπποθόου τοῦ ἐπικούρου ἁρμόζει ἐν τῆ Ϊ Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος ἐπὶ δὲ τούτου καθάπερ νῦν οὐχ ἁρμόζει οὐ γὰρ Ἕκτορι χαριζόμενος, ἀλλ’ ἑαυτῷ καὶ πρι καὶ τὰ τῆς πληγῆς ἀνακόλουθα: πῶς γὰρ ὁ ἀντίον ηνιοχῶν ἐπὶ τὰ ὄπισθε κατα τὸν αὐχένα τύπτεται ὕστερον δὲ ἐν τοῖς Περὶ τοῦ ναυσταθμου ἀπολογεῖται τὸν γὰρ ἡνίοχον φασὶν ἀπεστράφθαι προς τὸ παιδίον καὶ τοὺς ἵππους. τὸν δὲ παραιβάτην πρὸς τὰς ναῦς ἐπι τοῦ δίφρου ἵνα ἀπο τοῦ ἴσου γένηται ἡ μάχη. ἔστι δὲ καὶ ἀλλαγὴν πτώσεως νοῆσαι ἀντι τοῦ αὐχένος ὄπισθεν ⁑
Comments on 15.449-15.451
previous | next |
---|---|
msA 199r | msA 200r |