Venetus A (Marciana 454 = 822), folio 248, recto
previous | next |
---|---|
msA 247v | msA 248v |
Iliad text (25 lines)
Iliad 18.455: πολλὰ κακὰ ῥέξαντα Μενοιτίου ἄλκιμον υἱὸν:
Iliad 18.456: ἔκταν’ ἐνι προμάχοισι. καὶ Ἕκτορι κῦδος ἔδωκε:
Iliad 18.457: τοὔνεκα νῦν τὰ σὰ γούναθ’ ϊκάνομαι. αί κ’ ἐθέλῃσθα
Commented on by msA 18.152
Iliad 18.458: υἱεῖ ἐμ ὠκυμόρῳ δόμεν’ ἀσπίδα καὶ τρυφάλειαν.
Commented on by msAint 18.35, msA 18.153
Iliad 18.459: καὶ κᾱλὰς κνημῖδας ἐπισφυρίοις ἀραρυίας.
Iliad 18.460: καὶ θώρηχ’. ὃ γὰρ ἦν οἱ: ἀπώλεσε πιστὸς ἑταῖρος
Commented on by msA 18.154
Iliad 18.461: Τρωσὶ δαμείς: ὁ δὲ κεῖται ἐπὶ χθονὶ, θυμὸν ἀχεύων:
Commented on by msA 18.155
Iliad 18.462: τὴν δ’ ἠμείβετ’ ἔπειτα περικλυτὸς ἀμφιγυήεις:
Iliad 18.463: θάρσει: μή τοι ταῦτα μετα φρεσὶ σῇσι μελόντων:
Iliad 18.464: αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην
Iliad 18.465: νόσφιν ἀποκρύψαι. ὅτε μιν μόρος αἰνὸς ϊκάνοι:
Iliad 18.466: ὥς οἱ τεύχεα καλὰ παρέσσεται. οἷά τις αῦτε
Commented on by msAim 18.47
Iliad 18.467: ἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ΐδηται:
Commented on by msA 18.157
Iliad 18.468: ὡς εἰπὼν, τὴν μὲν λίπεν αὐτοῦ. βῆ δ’ ἐπι φύσᾱς
Iliad 18.469: τὰς δ’ ἐς πῦρ ἔτρεψε. κέλευσέ τε ἐργάζεσθαι:
Iliad 18.470: φῦσαι δ’ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων.
Commented on by msAim 18.48
Iliad 18.471: παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι:
Commented on by msA 18.158
Iliad 18.472: ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι: ἄλλοτε δ’ αὖτε
Commented on by msAint 18.36, msAim 18.49
Iliad 18.473: ὅππως Ἥφαιστός τ’ ἐθέλοι καὶ ἔργον ἄνοιτο:
Iliad 18.474: χαλκὸν δ’ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε.
Iliad 18.475: καὶ χρυσὸν τιμῆντα. καὶ ἀργύρον : αὐτὰρ ἔπειτα
Iliad 18.476: θῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα: γέντο δὲ χειρὶ
Iliad 18.477: ῥαιστῆρα κρατερήν , ἑτέρηφι δὲ γέντο πυράγρην:
Commented on by msAint 18.37, msA 18.159, msA 18.160
Iliad 18.478: ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε,
Commented on by msA 18.161
Iliad 18.479: πάντοσε δαιδάλλων: περὶ δ’ ἄντυγα βάλλε φαεινὴν.
Other texts (16 passages)
Scholia group: msAint
msAint 18.35: ἔξω τοῦ ϊ τὸ εμ ὠκυμορῳ συνεκτέθλιπται γὰρ τῷ ῳ τὸ ϊ ⁑
Comments on 18.458
msAint 18.36: εἰς το παρεῖναι καὶ ἕτοιμοι εῖναι καὶ σπεύδοντι καὶ μή ⁑
Comments on 18.472
msAint 18.37: παρα Ζηνοτ κρατερόν διὰ τοῦ ο ⁑
Comments on 18.477
Scholia group: msAim
msAim 18.47: παρα Ζηνοδ καὶ Αριστοφ παρέξομαι ⁑
Comments on 18.466
msAim 18.48: οτ τὸ πάσαι παρελκει διὸ ἡ διπλη ⁑
Comments on 18.470
msAim 18.49: ελλειπ τὸ μὴ σπευδοντ ⁑
Comments on 18.472
Scholia group: msA
msA 18.152: τούνεκα νῦν τα σὰ: μετρίως πάνυ ὡς χάριν αιτουμένη καὶ οὐκ οφειλομένην ἀπαιτοῦσα.
Comments on 18.457
msA 18.153: υἱεῖ εμ’ ωκυμόρω: οὐ διαλείπει τοῦτο προβαλλομενη ὡς καὶ πρὸς τὸν Δία τίμησόν μοι υἱὸν ὡς ὠκυμορώτατος ἄλλων ἔπλετο : τὸ δὲ ἐμ ωκυμόρῳ ἔξω τοῦ ϊ συνθέκτέλιπται γὰρ τῷ ῳ τὸ ϊ ⁑
Comments on 18.458
msA 18.154: καὶ θώρηχ’ ὃ γὰρ ἣν οἱ̄. ὅτι καταλλήλως εἴρηκεν ὁ γὰρ ἦν αὐτῷ αντι τοῦ ὃν γὰρ εῖχεν καὶ ὅτι οἱ ηθετημένοι περισσοί ὑποστικτέον δὲ μετα τὸ οἱ : τὸ γὰρ ό ἀντι ὑποτακτικοῦ κεῖται τὸ ὃς : ὃς γὰρ ἦν αὐτῷ, τοῦτον ἀπώλεσεν ὁ εταῖρος λείπει γὰρ τὸ τοιουτον τῆς ἀναφορὰς ἐπι τὸν θώρακα οὐκ επι τὸν Πατροκλον οὔσης ὡς ᾠήθησάν τινές ⁑
Comments on 18.460
msA 18.155: Τρωσὶ δαμείς. ὅτι εἰ προειρήκει ὅτι Πάτροκλος ἀνῄρηται οὐκ ἂν ἐκ δευτέρου ἔλεγεν καὶ ὅτι Τρωσὶν ἀντι τοῦ ὑπο Τρώων ⁑
Comments on 18.461
msA 18.156: αι γάρ μιν θανάτοιο⁚ διασταλτέον ἐπι τὸ ϊκάνοι τὸ γὰρ ὃς κυρίως κεῖται ἐπιφερόμενον ὁ δὲ λόγος εῖθε γὰρ αὐτὸν καὶ τοῦ θανάτου δυναίμην ἀπαλλάξαι ὡς κάλλιστα ὅπλα ἕχει ⁑
Comments on 18.464-18.466
msA 18.157: ανων πολέων⁚ συμμέτρως τῇ ὑποσχέσει περι μὲν γὰρ τῆς ευεργεσίας Θετιδος τοσαυτα ἐξέτεινεν ἦλθεν ἢν αὐτὸς ἀποδίδωσι μετρίως τὸν λόγον ἐποίησατο ⁑
Comments on 18.467
msA 18.158: παντοίην εὔπρηστον. δια τοῦ σ εὔπρηστον τινὲς δια τοῦ κ καὶ ἀκούουσι πρὸς πράξιν ευάρμοστον ⁑
Comments on 18.471
msA 18.159: πυράγρην⁚ τὸν χαλκευτικὸν καρκῖνον τὸν ὀξύλαβον παρα τὸ τὰ ἐκ πυρὸς ἀγρεύειν ὅ ἐστι λαμβάνειν ⁑
Comments on 18.477
msA 18.160: ῥαιστῆρα⁚ σφοῖραν σιδηρὰν παρα τὸ ῥαίζειν ὅ ἐστιν ἐνεργεῖν ⁑
Comments on 18.477
msA 18.161: ποίει δὲ πρώτιστα σάκος: δια τί μάχαιραν ὁ Ἥφαιστος οὐ κατασκευάζει⁚ ὅτι ἡ μάχαιρα παντὶ ἁρμόζει: τὸ γὰρ σκεῦος εὔκτητον τὸ δε δόρυ ὑπεξῄρηται δι’ ετέραν αἰτίαν ⁑
Comments on 18.478
previous | next |
---|---|
msA 247v | msA 248v |