Venetus A (Marciana 454 = 822), folio 265, verso
previous | next |
---|---|
msA 265r | msA 266r |
Iliad text (26 lines)
Iliad 20.277: Πηλιὰς ἤϊξεν μελίη: λάκε δ’ ἀσπὶς ὑπ’ αὐτῆς:
Iliad 20.278: Αἰνείας δ’ ἐάλη καὶ ἀπὸ ἕθεν ἀσπίδ’ ἀνέσχε
Iliad 20.279: δείσας: ἐγχείη δ’ ὰρ. ὑπερ νώτου ἐνι γαίῃ
Iliad 20.280: έστη ἱ+εμένη: διὰ δ’ ἀμφοτέρους ἕλε κύκλους
Iliad 20.281: ἀσπί/δος ἀμφιβρότης. ὁ δ’ ἀλευάμενος δόρυ μακρὸν.
Iliad 20.282: έστη. καδ δ’ ἄχος οἱ χύτο μυ_ρίον ὀφθαλμοῖσι:
Iliad 20.283: ταρβήσας. ὅ, οἱ. ἄγχι πάγη βέλος: αὐτὰρ Ἀχιλλεὺς
Iliad 20.284: ἐμμεμαὼς ἐπόρουσεν. ἐρυσσάμενος ξίφος ὀξὺ.
Iliad 20.285: σμερδαλέα ἰ+άχων: ὁδὲ χερμάδιον λάβε χειρὶ
Iliad 20.286: Αἰνείας . μέγα ἔργον: ὃ, οὐ δύο γ’ ἄνδρε φέροιεν:
Iliad 20.287: οἷοι νῦν βροτοί εἰσ’ ὁ δέ μιν ῥέα πάλλε καὶ οἶος:
Iliad 20.288: ἔνθά κεν Αἰνείας μὲν ἐπεσσύμενον βάλε πέτρῳ:
Iliad 20.289: ἠ κόρυθ’: ἠε σάκος. τό, οἱ ήρκεσε λυγρὸν όλεθρον.
Iliad 20.290: τὸν δέ κε Πηλείδης , σχεδὸν ἄορι θυμὸν ἀπηύρα__.
Iliad 20.291: εἰ μὴ ὰρ, ὀξὺ νόησε Ποσειδάων ἐνοσίχθων:
Iliad 20.292: αὐτίκα δ’ ἀθανάτοισι θεοῖς μετὰ μῦθον ἔειπεν:
Iliad 20.293: ὦ πόποι. ῆ μοι ἄχος μεγαλήτορος Αἰνείαο .
Iliad 20.294: ὃς τάχα Πηλείωνι δαμεὶς. Ἄϊδος δὲ κάτεισι.
Iliad 20.295: πειθόμενος μύθοισιν Ἀπόλλωνος ἑκάτοιο:
Iliad 20.296: νήπιος. οὐδέ τι οἱ χραισμήσει χραισμησ λυγρὸν ὄλεθρον:
Iliad 20.297: ἀλλὰ τί ὴ νῦν οὗτος ἀναίτιος ἄλγεα πάσχει
Iliad 20.298: μὰψ, ἕνεκ’ ἀλλοτρίων ἀχέων: κεχαρισμένα δ’ αἰεὶ
Iliad 20.299: δῶρα θεοῖσι δίδωσι. τοὶ οὐρανὸν εὐρὺν ἔχουσιν:
Iliad 20.300: ἀλλ’ άγεθ’ ἡμεῖς πέρ μιν ὑπ’ ἐκ θανάτου ἀγάγωμεν,
Iliad 20.301: μήπως καὶ Κρονίδης κεχολώσεται. αἴ κεν Ἀχιλλεὺς
Iliad 20.302: τόνδε κατακτείνῃ: μόρσιμον δέ οἱ ἔστ’ ἀλέασθαι.
Other texts (9 passages)
Scholia group: msAint
msAint 20.265v_1: τὸν χαλκοῦν καὶ τὸν βύρσινον⁑
Comments on 20.280
msAint 20.265v_2: οτ λειπ ἡ περι Αινειου ⁑
Comments on 20.293
Scholia group: msAim
msAim 20.265v_1: οτ σαφῶς συνιστησι οτ βεβλητα⁑
Comments on 20.279
msAim 20.265v_2: πρὸς τὸ σχημ τὸν δὲ τὴν ψυχὴν ἀφείλετ ⁑
Comments on 20.290
Scholia group: msA
msA 20.265v_1: ταρβήσας ὁ, οἱ, ἀγχί πάγη βέλος ὅτι βέβληκε τὸ δόρυ ὁ Ἀχιλλεὺς οὐ νένυχεν ἐκ χειρὸς ὡσπερ Ζηνοδοτ πεποίηκεν: τὸ γὰρ ἄγχι παρῆναι οὐκ αλλῶς ἐστιν ἢ ἐκ προέσεως⁑
Comments on 20.283
msA 20.265v_2: ἐνθά κεν Ἀινείας μὲν: πάντα ήρτηται ἕως τοῦ ει μὴ ὰρ ὀξὺ νόησε. διορθωτεον οὖν αὐτὰ ὡς ἐν τῇ εἰ μη ἐγώ σε λαβών .
Comments on 20.288
msA 20.265v_3: ἢ κόρυθ’ ηὲ σάκος. ἢ τὸ σάκος ἢ αὐτὸ τὸ πρᾶγμα τὸ βληθῆναι τὴν κόρυθα ἢ τὸ σακος ἅπερ οὐκ ἤμελλε βληθέντα ὄλεθρον ἐπάξειν τῷ Αχιλλεῖ: ἰσχυρὰ γὰρ ἦσαν⁑
Comments on 20.289
msA 20.265v_4: μὰψ ἕνεκ’ ἀλλοτρίων: ὅτι Αἰνείας οὐ συνεπεγρὰφη τῷ τῶν πριαμιδών πολέμῳ διὸ καὶ ὁ Πρίαμος ὑπώπτευεν αὐτὸν οὐχ ὡς ἔνιοι φασὶν ὅτ’ επετιθετο τῇ βασιλείᾳ: βραχὺ δε διασταλτ ἐπι τὸ μὰψ προς τὸ σαφεστερον⁑
Comments on 20.298
msA 20.265v_5: δῶρα θεοῖσι δίδωσι. ὅτι ουτ εἶπεν θεοῖσι καὶ οὐχ ἡμῖν ὡς οὐκ ὢν καὶ αὐτὸς θέος καὶ ἐν περί δ’ ῖρὰ θεοῖσιν :
Comments on 20.299
previous | next |
---|---|
msA 265r | msA 266r |