Venetus A (Marciana 454 = 822), folio 266, verso
previous | next |
---|---|
msA 266r | msA 267r |
Iliad text (25 lines)
Iliad 20.331: καί μιν φωνήσας. ἔπεα πτερόεντα προσηύδα:
Iliad 20.332: Αἰνεία : τίσ σ’ ῶδε θεῶν, ἀτέοντα κελεύει
Iliad 20.333: ἀντία Πηλείωνος . ὑπερθύμοιο μάχεσθαι:
Iliad 20.334: ὃς, σεῦ, ἅμα κρείσσων καὶ φτερος ἀθανάτοισιν:
Iliad 20.335: ἀλλ’ ἀναχωρῆσαι ὅτε κεν συμβλήσεαι αὐτῷ:
Iliad 20.336: μὴ καὶ ὑπερ μοῖραν δόμον Ἄϊδος εἰσ ἀφίκηαι:
Iliad 20.337: αὐτὰρ ἐπεί κ’ Ἀχιλεὺς θάνατον καὶ πότμον ἐπίσπῃ.
Iliad 20.338: θαρσήσας δ’ ήπειτα μετὰ πρώτοισι μάχεσθαι:
Iliad 20.339: οὐ μὲν γὰρ τις σ’ ἄλλος Ἀχαιῶν ἐξεναρίξει:
Iliad 20.340: ὡς εἰπὼν λίπεν αὐτόθ’. ἐπεὶ διεπέφραδε πάντα:
Iliad 20.341: αῖψα δ’ ἔπειτ’ Ἀχιλῆος ἀπ’ ὀφθαλμῶν ἐκέδασ’ ἀχλὺν
Iliad 20.342: θεσπεσίην, ὁ δ’ ἔπειτα μέγ’ ἔξιδεν ὀφθαλμοῖσιν:
Iliad 20.343: ὀχθήσας δ’ ἄρα εἶπε πρὸς ὃν, μεγαλήτορα θυμόν:
Iliad 20.344: ὦ πόποι. ῆ μέγα θαῦμα τόδ’ ὀφθαλμοῖσιν ὁρῶμαι:
Iliad 20.345: ἔγχος μὲν τόδε κεῖται ἐπι χθονὸς. οὐδέτι φῶτα
Iliad 20.346: λεύσσω, τῷ δ’ ἐφέηκα κατακτάμεναι μενεαίνων:
Iliad 20.347: ῆ ρα καὶ Αἰνείας . φίλος ἀθανάτοισι θεοῖσιν
Iliad 20.348: ῆεν. ἀτὰρ μιν ἔφην μὰψ. αύτως εὐχετάασθαι:
Iliad 20.349: ἐρρέτω: οὔ οἱ, θυμὸς ἐμεῦ ἔτι πειρηθῆναι
Iliad 20.350: έσσεται. ὁς καὶ νῦν φύγεν ἄσμενος ἐκ θανάτοιο:
Iliad 20.351: ἀλλ ἄγε δὴ Δαναοῖσι φιλοπτολέμοισι κελεύσας
Iliad 20.352: τῶν ἄλλων Τρώων πειρήσομαι ἀντίος ἐλθών:
Iliad 20.353: ῆ, καὶ ἐπὶ στίχας ἆλτο, κέλευε δὲ φωτὶ ἑκάστῳ:
Iliad 20.354: μὴκετι νῦν Τρώων ἑκὰς ἕστατε δῖοι Ἀχαιοί :
Iliad 20.355: ἂλλ’ άγ’ ἀνὴρ ἄντ’ ἀνδρὸς ἴ+τω: μεμάτω δὲ μάχεσθαι:
Other texts (10 passages)
Scholia group: msAext
msAext 20.266v_1: ξυμβαλή
Comments on 20.335
msAext 20.266v_2: ἐξίδεν
Comments on 20.342
msAext 20.266v_3: τῷ ἐφεηκα
Comments on 20.346
Scholia group: msAim
msAim 20.266v_1: παρα Ζηνοτ καί μιν νεικείων παρὰ Ριανῷ τὸν καὶ νεικείων
Comments on 20.331
msAim 20.266v_2: ατέοντ ουτ ἐν πασαις.
Comments on 20.332
msAim 20.266v_3: εν ἄλλῳ αντ τοῦ Αχιληοσ πολεμίζειν ἠ δὲ μαχεσθαι⁑
Comments on 20.333
Scholia group: msA
msA 20.266v_1: Αἰνεία τίς ᾦδε οὑτως ἐν απάσαις ατέοντα ἀφροντιστοῦντα, Καλλίμαχος Μοῦσαι κεῖνος ἀνὴρ ἀτέτει :τὸ ατέοντα ὡς νυεοντα ἔστιν γὰρ πρώτης συζυγίας τῶν περισπωμένων⁑
Comments on 20.332
msA 20.266v_2: ὃς σεῦ. ἅμα κρείσσων ὀρθοτονητέον τὴν ἀντωνυμίαν ὡς ἐκεὶ ὃσ σεῦ ἄνευθεν ἐῶν : ἔστι γὰρ καὶ ἀντιδιασταλτική⁑
Comments on 20.334
msA 20.266v_3: ἀτέοντα ἀφροντιστοῦντα φρενοβλαβοῦντα καὶ ατιζω τὸ μωραίνω⁑
Comments on 20.332
msA 20.266v_4: λεύσσω τῷδ’ ἐφέηκα: ὅτι βέβληκε τὸ δόρυ ἐπι τὸν Αἰνείαν καὶ ουκ εκ χειρὸς ἔτρωσεν ὡς Ζηνοδοτος γράφει λέγει γοῦν ῥητῶς ἀφέηκα ⁑
Comments on 20.346
previous | next |
---|---|
msA 266r | msA 267r |