Venetus A (Marciana 454 = 822), folio 290, recto

previousnext
msA 289vmsA 290v

Iliad text (25 lines)


Iliad 22.386: κεῖται παρ νήεσσι, νέκυς ἄκλαυτος. ἄθαπτος.


Iliad 22.387: Πάτροκλος . τοῦ δ’ οὐκ ἐπιλήσομαι. ὄφρ’ ὰν ἔγωγε


Iliad 22.388: ζωοῖσιν μετέω. καί μοι φίλα γούνατ’ ὀρώρῃ:

Commented on by msAim 22.36


Iliad 22.389: εἰ δὲ θανόντων περ καταλήθοντ’, εἰν Ἀΐδαο :


Iliad 22.390: αὐτὰρ ἐγὼ καὶ κεῖθι φίλου μεμνήσομ’ ἑταίρου:


Iliad 22.391: νῦν δ’ ἄγ’ ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν .


Iliad 22.392: νηυσὶν ἐπὶ γλαφυρῇσι, νεώμεθα: τόνδε δ’ ἄγωμεν:


Iliad 22.393: ῃράμεθα μέγα κῦδος. ἐπέφνομεν Ἕκτορα δῖον.

Commented on by msA 22.90


Iliad 22.394: ᾧ Τρῶες κατὰ ἄστυ, θεῷ ὡς εὐχετόωντο:


Iliad 22.395: ῆ ῥα καὶ Ἕκτορα δῖον ἀεικέα μήδετο ἔργα:


Iliad 22.396: ἀμφοτέρων μετόπισθε ποδῶν τέτρηνε τένοντε

Commented on by msA 22.91


Iliad 22.397: ἐς σφυρὸν ἐκ πτέρνης. βοέους δ’ ἐξῆπτεν ϊμάντας:


Iliad 22.398: ἐκ δίφροιο δ’ ἔδησε: κάρη δ’ ἕλκεσθαι ἔασεν:

Commented on by msA 22.92


Iliad 22.399: ἐς δίφρον δ’ ἀναβὰς. ἀνά τε κλυτὰ τεύχε’ ἀείρας.


Iliad 22.400: μάστιξέν ῥ’ ἐλάαν. τὼ δ’ οὐκ ἄκοντε πετέσθην:


Iliad 22.401: τοῦ δ’ ἦν ἑλκομένοιο κονίσαλος: ἀμφὶ δὲ χαῖται


Iliad 22.402: κυάνεαι πίλναντο: κάρη δ’ ἅπαν ἐν κονίῃσι

Commented on by msAim 22.37


Iliad 22.403: κεῖτο. πάρος χαρίεν: τότε δὲ Ζεὺς δυσμενέεσσι

Commented on by msAint 22.27


Iliad 22.404: δῶκεν ἀεικίσσασθαι ἑῇ ἐν πατρίδι γαίῃ:


Iliad 22.405: ὡς τοῦ, μὲν κεκόνιτο κάρη ἅπαν: ἡ δέ νυ μηρ


Iliad 22.406: τίλλε κόμην: ἀπὸ δὲ λιπαρὴν ἔρριψε καλύπτρην


Iliad 22.407: τηλόσε. κώκυσεν δὲ μάλα μέγα. παῖδ’ ἐς ϊδοῦσα


Iliad 22.408: ᾤμωξεν δ’ ἐλεεινὰ πατὴρ φίλος. ἀμφι δὲ λαοὶ


Iliad 22.409: κωκυτῷ τ’ εἴχοντο καὶ οἰμωγῇ κατὰ ἄστυ:


Iliad 22.410: τῷ δε μάλιστ’ ὰρ’ έην ἐναλίγκιον. ὡς εὶ ἅπασα

Commented on by msA 22.93


Other texts (8 passages)


Scholia group: msAint

msAint 22.27: ἐν αλλω τερπικεραυνος ⁑

Comments on 22.403


Scholia group: msAil

msAil 22.41: αντ τοῦ βουλήμενοι

Comments on 22.400ἄκοντε πετέσθην


Scholia group: msAim

msAim 22.36: οτ ζωὸς ἐν Αργείοισι φιλοπτολέμοισι μετείω⁑

Comments on 22.388


msAim 22.37: ἔν τισι πιμπλανται ⁑

Comments on 22.402


Scholia group: msA

msA 22.92: ἐκ δίφροιο δ’ ἔδησε, δια τί Ἀχιλλεύς θανόντα σύρειτὸν Ἕκτορα καὶ λέγομεν οὐ δι’ ωμότητα ὅς γε καὶ Ἠετίωνα φονεύσας οὐκ εσύλησεν ἀλλα συν αυτοῖς τοῖς ὅπλοις ἔθαψεν. ἀλλ ὅτι πρότερος ὁ Ἔκτωρ εἱς τὸν Πάτροκλον ἀεικέα μήσατο ἔργα οἷα καὶ λέγει περι αυτοῦ κεγαλὴν δε θυμὸς ἄνωγε πῆξαι ἐπι σκολόπεσσι ταμόνθ’ ἁπαλῆς ὑπο δειρῆσ παρανομοῦσι δὲ οὐχ οἱ αμυνόμενοι, ἀλλ οἱ ἄρξαντες: ὁ δὲ Καλλίμαχος φησὶν ὅτι Θεταλοῖς τοὺς τῶν φιλτάτων φονέας σύρειν περι τοὺς τῶν φονευθέντων τάφους. Σίμων γάρ φησι τοῦτον εξάψαι τοῦ δίφρου τὸν φονέα καὶ περὶ τὸν τοῦ τετελευτηκότος τάφον ἔλκειν καὶ τὸν Ἀχιλλέα ὡς Θεσσαλὸν πατρίῳ ἔθει τοῦτο ποιῆσαι ⁑

Comments on 22.398


msA 22.93: ὡσει άπασα τινὲς περιέργως δια μόνου τοῦ ϊ γράφοντες ἀποδιδόασιν ὡς αυτῆ ἅπασα. οὐκ οῖδεν δὲ ὁ ποιητὴς οὔτε τὴν ϊ οὔτε τὴν σφείς ἔστιν οὖν ὅμοιον τῷ ἐν : σοὶ μὲν νοστήσαντι διοτρεφὲς ὧδε χωρῆσαι, ὡς ει τ’ εἰς Ϊθάκην ἀφικοίτο ⁑

Comments on 22.410


msA 22.94: ‡ σμύχοιτο: καταφλέγοιτο: ὁ δὲ λόγος. τοιοῦτος δέ φησι θρῆνος διεγήγερτο ὡσπερεὶ τῆς Ἰλίου πάσης ὑπο πυρὸς κατφλεγομένης :

Comments on 22.411


msA 22.95: κηδόμενοι περ, οὕτως πληθυντικὼς αἱ Ἀρισταρχ καίπερ ὀδυνώμενοι καὶ αὐτοί ⁑

Comments on 22.416


previousnext
msA 289vmsA 290v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1