Venetus A (Marciana 454 = 822), folio 305, recto
previous | next |
---|---|
msA 304v | msA 305v |
Iliad text (24 lines)
Iliad 23.609: τῶ τοι λισσομένῳ ἐπιπείσομαι: ἠδὲ καὶ ἵππον.
Iliad 23.610: δώσω ἐμήν περ ἐοῦσαν. ἵνα γνώωσι καὶ οἷδε:
Iliad 23.611: ὡς ἐμὸς οὔ ποτε θυμὸς ὑπερφίαλος καὶ ἀπηνής:
Iliad 23.612: ῀Η ῥα: καὶ Ἀντιλόχοιο Νοήμονι δῶκεν ἑταίρῳ
Iliad 23.613: ἵππον ἄγειν: ὁ δ’ ἔπειτα λέβηθ’ ἕλε παμφανόωντα:
Iliad 23.614: Μηριόνης δ’ ἀνάειρε δύο χρυσοῖο τάλαντα
Iliad 23.615: τέτρατος,ὡς ἔλασεν: πέμπτον δ’ ὑπελείπετ’ ἄεθλον
Iliad 23.616: ἀμφίθετος φιάλη. τὴν Νέστορι δῶκεν Ἀχιλλεὺς
Commented on by msA 23.2601
Iliad 23.617: Ἀργείων ἀν’ ἀγῶνα φέρων. καὶ ἔειπε παραστάς:
Iliad 23.618: τῆ νῦν καὶ σοὶ τοῦτο γέρον κειμήλιον ἔστω.
Iliad 23.619: Πατρόκλοιο τάφου μνῆμ’ ἔμμεναι. οὐ γὰρ ἔτ’αὐτὸν
Iliad 23.620: ὄψῃ ἐν Ἀργείοισι. δίδωμι δέ τοι τόδ’ ἄεθλον
Iliad 23.621: αὔτως. οὐ γὰρ πύξ γε μαχήσεαι. οὐδὲ παλαίσεις:
Commented on by msA 23.2602
Iliad 23.623: θεύσεαι. ἤδη γὰρ χαλεπὸν κατὰ γῆρας ἐπείγει:
Commented on by msAext 23.2608, msAim 23.2606
Iliad 23.624: ὡς εἰπὼν.ἐν χερσὶ τίθει. ὁ δ’ἐδέξατο χαίρων.
Iliad 23.625: καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
Iliad 23.626: ναὶ δὴ ταῦτά γε πάντα τέκος κατα μοῖραν ἔειπες.
Iliad 23.627: οὐ γὰρ ἔτ’ ἔμπεδα γυῖα φίλος, πόδες. οὐδέ τι χεῖρες
Commented on by msA 23.2604
Iliad 23.628: ὤμων ἀμφοτέρωθεν ἐπαΐσσονται ἐλαφραί:
Iliad 23.629: εἴθ’, ὡς, ἡβώοιμι, βίη τέ μοι ἔμπεδος εἴη:
Iliad 23.630: ὡς ὁπότε κρείοντ’ Ἀμαρυγκέα θάπτον Ἐπειοὶ
Commented on by msA 23.2605
Iliad 23.631: Βουπρασίῳ. παῖδες δ’ ἔθεσαν βασιλῆος ἄεθλα.
Commented on by msAil 23.2609
Iliad 23.632: ἔνθ’ οὔ τίς μοι ὁμοῖος νὴρ γένετ’. οὔτ’ ὰρ’ Ἐπειῶν.
Iliad 23.633: οὔτ’ αὐτῶν Πυλίων. οὔτ’ Αἰτωλῶν μεγαθύμων:
Other texts (9 passages)
Scholia group: msAext
msAext 23.2608: οπάζει
Comments on 23.623
Scholia group: msAil
msAil 23.2609: τόπος
Comments on 23.631
Scholia group: msAim
msAim 23.2606: γράφεται καὶ ὀπάζει καὶ ἱκάνει καὶ ἐπεισι
Comments on 23.623
msAim 23.2607: Ἀριστάρχος ἐσδύσεαι
Comments on 23.622
Scholia group: msA
msA 23.2601: ἁμφίθετος φιάλη: προς τὴν ἀμφίθετον ὅτι ἡ πανταχόθεν ὑπέρεισιν ἔχουσα καὶ ὅτι οἰκονομικῶς ὑπολείπεται ἔπαθλον ἵνα μὴ ὁ Νέστωρ ἄτιμος γένηται ἐν τῷ ἐπι Πατρόκλῳ ἀγῶνι: βέλτιον δὲ στίζειν ἐπι τὸ φιάλη καὶ τοῦ λόγου διαστέλλην ἀξιοῦντος ἵνα ἀφ ετέρας ἀρχῆς ἀναγινώσκωμεν τὴν Νέστορι δῶκεν Ἀχιλλεὺς ἀντι τοῦ ταύτην
Comments on 23.616
msA 23.2602: αύτως οὐ γὰρ πύξ γε: ὅτι προτάσσει τὴν πυγμήν ὡς καὶ ἐν . οὐ γὰρ πύγμαχοι είμεν , ὁ αυτὸς ἄρα ποιητής
Comments on 23.621
msA 23.2603: οὐδέ τ’ἀκοντιστὺν ἐνδύσεαι: οὕτως ἐσδύσεαι σχεδὸν ἅπασαι οὐ δέ ποτε γὰρ Ὅμηρος τῇ ἐν ἀντι τῆς εἰς κέχρηται
Comments on 23.622
msA 23.2604: οὐ γὰρ ἐτ’ ἔμπεδα: ὅτι ἀπο τοῦ γὰρ ῆρκται τὸ αιτιατικὸν προταξας καὶ ὅτι ἐπεξηγήσατο τὴν ἐμπεδαγυῖαν λέξιν: βραχὺ δὲ διασταλτέον ἐπι τὸ φίλος . ὅτι ὡς εἴρηται ἐπεξηγεῖται τὰ γυῖα ὄτι πόδες καὶ χεῖρες
Comments on 23.627
msA 23.2605: ὡς ὁπότε κρειόντ’ Ἀμαρυγκέα ὅτι τῶν ἀναξίων ἀγώνων μέμνηται ἱερῶν δὲ οὔ
Comments on 23.630
previous | next |
---|---|
msA 304v | msA 305v |