Venetus A (Marciana 454 = 822), folio 321, recto

previousnext
msA 320vmsA 321v

Iliad text (25 lines)


Iliad 24.505: ἔτλην δ’ οἷ’ οὔ πώ τις ἐπιχθόνιος βροτὸς ἄλλος,


Iliad 24.506: ἀνδρὸς παιδοφόνοιο ποτὶ στόμα χεῖρ’ ὀρέγεσθαι:


Iliad 24.507: ὣς φάτο; τῷ δ’ ἄρα πατρὸς ὑφ’ ΐμερον ὦρσε γόοιο:


Iliad 24.508: ἁψάμενος δ’ ἄρα χειρὸς ἀπώσατο ἦκα γέροντα:


Iliad 24.509: τὼ δὲ μνησαμένω, ὃ μὲν Ἕκτορος ἀνδροφόνοιο.


Iliad 24.510: κλαῖ’ ἁδινὰ, προπάροιθε ποδῶν Ἀχιλῆος ἐλυσθείς:


Iliad 24.511: αὐτὰρ Ἀχιλλεὺς κλαῖεν, ἑὸν πατέρ’. ἄλλοτε δ’ αὖτε


Iliad 24.512: Πάτροκλον : τῶν δὲ στοναχὴ, κατα δώματ’ ὀρώρει:

Commented on by msA 24.66


Iliad 24.513: αὐτὰρ ἐπεί ῥα γόοιο τετάρπετο δῖος Ἀχιλλεὺς .


Iliad 24.514: καί οἱ ἀπὸ πραπίδων ἦλθ’ ΐμερος ἠδ’ ἀπο γυίων.


Iliad 24.515: αὐτίκ’ ἀπὸ θρόνου ὦρτο. γέροντα δὲ χειρὸς ἀνίστη.


Iliad 24.516: οἰκτείρων πολιόν τε κάρη. πολιόν τε γένειον:


Iliad 24.517: καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:


Iliad 24.518: ἆ δεὶλ’ . ῆ δῆ πολλὰ κὰκ’ ἄνσχεο σὸν κατα θυμόν:

Commented on by msAint 24.8


Iliad 24.519: πῶς ἔτλης ἐπὶ νῆας Ἀχαιῶν ἐλθέμεν οἶος


Iliad 24.520: ἀνδρὸς ἐς ὀφθαλμοὺς, ὅς τοι πολέας τε καὶ ἐσθλοὺς


Iliad 24.521: υἱέας ἐξενάριξα: σιδήρειον νύ τοι ῆτορ:


Iliad 24.522: ἂλλ’ ἄγε δὴ, κατ ὰρ, έζευ ἐπὶ θρόνου: ἄλγεα δ’ ἔμπης

Commented on by msA 24.68


Iliad 24.523: ἐν θυμῷ κατακεῖσθαι ἐάσομεν ἀχνύμενοί περ:


Iliad 24.524: οὐ γάρ τις πρῆξις πέλεται κρυεροῖο γόοιο:

Commented on by msAim 24.28


Iliad 24.525: ὡς γὰρ ἐπεκλώσαντο θεοὶ δειλοῖσι βροτοῖσι.

Commented on by msA 24.71


Iliad 24.526: ζώειν ἀχνυμένοις: αὐτοὶ δέ τ’ ἀκηδέες εἰσί:


Iliad 24.527: δοιοὶ γάρ τε πίθοι κατακείαται ἐν Διὸς οὔδει

Commented on by msA 24.69


Iliad 24.528: δώρων οἷα δίδωσι: κακῶν, ἕτερος δὲ εάων:

Commented on by msA 24.70


Iliad 24.529: ᾧ μέν κ’ ἀμμίξᾱς δῴῃ Ζεὺς τερπικέραυνος.


Other texts (9 passages)


Scholia group: msAint

msAint 24.8: ουτ Αριστ κάκ’ άνσχεο ⁑

Comments on 24.518


Scholia group: msAil

msAil 24.17: ἀνέσχου

Comments on 24.518@ἄνσχεο


Scholia group: msAim

msAim 24.28: οὐ γάρ τίς τ’ άνυσις ἐν άλλω ⁑

Comments on 24.524


Scholia group: msA

msA 24.66: πάτροκλον τῶν δὲ στοναχὴ, ὅτι καταχρηστικῶς τὰς σκηνὰς οὕτως εἶπεν Ζηνόδοτος δὲ στεναχὴ δια τοῦ ε γράφει ἐκπίπτει δὲ τὰ δια τοῦ ε ῥήματα ἐν τοῖς ὀνόμασιν εἰς τὸ ὀ λέγω λόγος : μένω μονή , οὕτως στενάξαι στοναχή ⁑

Comments on 24.512


msA 24.67: καί οι ἀπο πραπίδων: ἀθετεῖται προείρηται γὰρ ϊκανῶς δια τοῦ αὐτὰρ ἐπεί ῥα γόοιο καὶ ἀκύρως τέθειται τὸ γυίων : οὐ γὰρ οὕτως λέγει πάντα τὰ μέλη ἀλλὰ μόνον τὰς χείρας καὶ τοὺς πόδας ⁑

Comments on 24.513-24.514


msA 24.68: ἀλλ άγε δὴ, ὅτι τὸ ἁπλοῦν ἐστιν έζευ τούτῳ δὲ ἀνάλογον τὸ σύνθετον κατ αρ έζευ οὐχὶ ΐζευ : καὶ ὅτι τὸ ἔμπης ἀντι τοῦ όμως εσθ’ ότε δὲ ἀντι τοῦ ὁμοίως ἔμπης ἀντι τοῦ ὁμως εσθ’ ότε δὲ ἀντι τοῦ ομοίως ἔμπης μοι δοκέει δαΐδων σέλας ⁑

Comments on 24.522


msA 24.69: δοιοὶ γάρ τε πίθοι ὅτι ἐντεῦθεν Ἡσιόδῳ τὸ περι τοῦ πίθου μύθευμα. καὶ ὅτι δύο τοὺς πάντας λέγει πίθους τινὲς δὲ τῶν νωτέρων ἕνα μὲν τῶν ἀγαθῶν δύο δὲ τῶν κακῶν ἐδέξαντο: εἰς παραμυθίαν τοῦ Πριαμου ὁ ποιητ εἰσήγαγε τὸν Αχι λέγοντα ταυτα ἐπει δὴ μόνων ἀγαθῶν δωρητικοὺς ἐπίσταται Ὅμρ τοὺς θεοὺς λέγων θεοὶ δοτῆρες ἐάων ἴ̈διον γὰρ θεῶν δῶρον τὸ αγαθόν: ζητοῦσι δὲ τινὲς ἀπο τούτων τῶν επῶν πῶς ἐνταυθ μὲν ὁ ποιητής φησὶν ἐπισπᾶσθαι τὰ κακὰ τοῦς ἄνους οἱ δὲ καὶ αὐτοί σφησὶν ἀτασθαλίῃσιν ὑπερ μόρον ἄληε ἔχουσιν : ῥητέον οὖν ὅτι ἐνταυθα Ἀχιλλεὺς ἐστιν ὁ λεγών ἔκ θεῶν εῖναι τὰ κακὰ ἀγνοῶν τὴν ἀλήθειαν ἐν δε τῇ Ζεὺς ὡς σαφῶς ἐπιστάμενος λέγει τὴν ἀλήθειαν: λύεται οὖν τὸ ζήτημα προσώπῳ ⁑

Comments on 24.527


msA 24.70: δώρων οἷα δίδωσι: ὅτι τὸ ἑάων ἀντι τοῦ ἀγαθῶν : καὶ τὸ υἱος εῆος ἀγαθοῦ , δια δὲ ἄγνοιαν ὁ Ζηνόδοτος γράφει εοῖο . καὶ ὅτι τὸ έτερος ἐπι δύο. ἕως δε τοῦ δίδωσι βούλονται στίζειν ἵνα μὴ δύο πίθοι ὦσι κακῶν καὶ εἰς ἀγαθῶν, ὥσπερ καὶ ὁ Πίνδαρος ἐξεδέξατο: φησὶ γοῦν ἐν παρ έσλον πήματα σὺν δύο δαίονται βροτοῖς ἀθάνατοι : ἐχρῆν δὲ τὸ ἐπιμεριζόμενον μὴ οὕτως ἐπενεχθῆναι κακῶν ἕτερος δὲ εάων . ἀλλ ὁ μεν ἔτερος κακῶν ὁ δὲ ἕτερος ἀγαθῶν ⁑

Comments on 24.528


msA 24.71: ἐπεκλώσαντο: εἰμαρμένον ἐποίησαν ἐπεμοίρησαν ἀπο μιᾶς Μοίρας είρηται τῆς Κλωθοῦς : τρεῖς μὲν γὰρ παραδίδονται Μοῖραι: Κλωθώ : Λαχεσις : Ἄτροπος ⁑

Comments on 24.525


previousnext
msA 320vmsA 321v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1