Venetus A (Marciana 454 = 822), folio 35, verso

previousnext
msA 35rmsA 36r

Iliad text (27 lines)


Iliad 2.566: Μηκιστέως υἱὸς Ταλαϊονίδαο ἄνακτος:


Iliad 2.567: συμπάντων δ’ ἡγεῖτο βοὴν ἀγαθὸς Διομήδης :


Iliad 2.568: τοῖσι δ’ ἅμ ὀγδώκοντα μέλαιναι νῆες ἕποντο:


Iliad 2.569: οἱ δὲ Μυκήνας εἶχον ἐϋκτίμενον πτολίεθρον


Iliad 2.570: ἀφνειόν τε Κόρινθον : ἐϋκτιμένας τε Κλεωνάς :

Commented on by msA 2.635


Iliad 2.571: Ὀρνειάς τ’ ἐνέμοντο Ἀραιθυρέην τ’ ἐρατεινήν:

Commented on by msA 2.636


Iliad 2.572: καὶ Σικυῶν’ : ὅθ’ ὰρ Ἄδρηστος πρῶτ’ ἐμβασίλευεν:


Iliad 2.573: οἵ θ’ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν :


Iliad 2.574: Πελλήνην τ’ εἶχον. ἠδ’ Αἴγιον ἀμφενέμοντο:

Commented on by msA 2.637


Iliad 2.575: Αἰγιαλόν τ’ ἀνὰ πάντα, καὶ ἀμφ’ Ἑλίκην εὐρεῖαν.

Commented on by msA 2.638


Iliad 2.576: τῶν ἑκατὸν νηῶν ἦρχε κρείων Ἀγαμέμνων

Commented on by msA 2.639


Iliad 2.577: Ἀτρείδης : ἅμα τῷ γε πολὺ πλεῖστοι καὶ ἄριστοι


Iliad 2.578: λαοὶ ἕποντ’, ἐν δ’ αὐτὸς ἐδύσετο, νώροπα χαλκὸν


Iliad 2.579: κυδιόων, ὅτι πᾶσι μετέπρεπεν ἡρώεσσιν.

Commented on by msA 2.641


Iliad 2.580: οὕνεκ’ ἄριστος ἔην: πολὺ δὲ πλείστους ἄγε λαούς:


Iliad 2.581: οἱ δ’ εἶχον κοίλην Λακεδαίμονα κητώεσσαν:

Commented on by msA 2.642, msA 2.643


Iliad 2.582: Φᾶρίν τε Σπάρτην τε: πολυτρήρωνά τε Μέσσην .

Commented on by msA 2.644, msA 2.646


Iliad 2.583: Βρυσειάς τ’ ἐνέμοντο, καὶ Αὐγειὰς ἐρατεινάς:


Iliad 2.584: οἵ τ’ ὰρ’ Ἀμύκλας εἶχον: Έλος τ’ ἔφἁλον πτολίεθρον


Iliad 2.585: οἵ τε, Λάαν εἶχον, ἠδ’ Οίτυλον ἀμφενέμοντο.

Commented on by msA 2.645


Iliad 2.586: τῶν οἱ ἀδελφεὸς ἦρχε βοὴν ἀγαθὸς Μενέλαος


Iliad 2.587: ἑξήκοντα νεῶν. ἀπάτερθε δὲ θωρήσσοντο:


Iliad 2.588: ἐν δ’ αὐτὸς κίεν, ᾗσι προθυμίῃσι πεποιθὼς:


Iliad 2.589: ὀτρύνων πόλεμον δὲ, μάλιστα δὲ ἵ̈ετο θυμῷ


Iliad 2.590: τίσασθαι Ἑλένης ὁρμήματά τε στοναχάς τε:


Iliad 2.591: οἱ δὲ Πύλον τ’ ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινήν.


Iliad 2.592: καὶ Θρύον Ἀλφεῖοιο πόρον καὶ ἐΰκτιτον Αἰπὺ.

Commented on by msA 2.647, msA 2.648


Other texts (13 passages)


Scholia group: msA

msA 2.635: ἀφνειόν τε Κόρινθον ἐμπόριον γὰρ τῆς Ἑλλάδος κατὰ Θουκυδίδην ἡ Κόρινθος : ἡ διπλῆ δὲ ὅτι ἐκ τοῦ ἰδίου προσώπου Κόρινθον : ὅταν δὲ ἡρωϊκῷ προσώπῳ περιτιθῇ τὸν λόγον Ἔφυραν λέγει ἔστι πόλις Ἐφύρη ⁑

Comments on 2.570


msA 2.636: Ὀρνειάσ τ’ ὅτι Ζηνοδοτος γράφει Παραιθυρέην οὐκ επίσταται δὲ ταύτην τὴν πό οὕτως ὀνομαζομένην⁑

Comments on 2.571


msA 2.637: Πελλήνην τ’ εἶχον: διαφέρει Πελλήνῃ Παλλήνης : Πελλήνη γὰρ δῆμο πό Θρᾴκης : Παλλῆναι δὲ δῆμος τῆς Ἀττικῆς ⁑ Πελλήνη δὲ πολίχνιον τῆς Ἀχαΐας ἥ ἐστι Πελοπόννησος ⁑

Comments on 2.574


msA 2.638: Αἰγιαλόν τ’ ἀνα πάντα: οὕτως ἐκαλεῖτο ἡ παραθαλασσία χώρα ἤ τοι πλευρὰ τῆς Πελοποννήσου ἡ παρατείνουσα ἀποσικυῶνος μέχρι Ήλιδος ⁑

Comments on 2.575


msA 2.639: τῶν ἑκατὸν νηῶν ὅτι τὸ τῶν οὐχ ὡς ἄρθ παρείληπται, ἀλλ’ ἀντι ἀντωνυμίας τῆς τούτων καὶ παραλέλειπται ἡ ἔκ ρόθεσις ἵν ἢ ἐκ τούτων τῶν πόλεων ἑκατὸν νηῶν ἦρχεν ⁑

Comments on 2.576


msA 2.640: κυδιόων ὅτι πᾶσι ὅτι Ζηνόδοτος ἀμφοτέρους ἠθέτηκεν ἐπεὶ δια τῶν ἑξῆς ἄριστος ὁ Αἴας λέγεται ἐν διαφόροις δὲ πράγμασιν εἰσὶν οὗτοι ἄριστοι ὁ μὲν πλούτῳ καὶ εὐγενείᾳ, ὁ δὲ τῆ κατα πόλεμον ἀρετῇ⁑

Comments on 2.579-2.580


msA 2.641: κυδιόων πᾶσιν δέ. οὕτως ἡ ετέρα τῶν Ἀρισταρχείων καὶ ἔστι χαριεστέρα: ἐν δ’ αὐτὸς ἐδύσετο νώροπα χαλκον κυδιόων: πᾶσι δὲ μετέπρεπεν ἡρώεσσιν: οὕνεκ’ ἄριστος ἔην πολὺ δὲ πλείστους ἄγε λάους ἡ γὰρ αιτία τοῦ διαπρέπειν δια τοῦ ἑξῆς ἀποδίδοται: οὕνεκ’ ἄριστος ἔην: πολὺ δὲ πλείστους ἀγε λάους : ὁμοίως δὲ καὶ Ζηνόδ γράφει:

Comments on 2.579


msA 2.643: κητῴεσσαν: μεγάλην παρα τὸ κῆτος ὅπερ δοκεῖ πάντων μείζον εῖναι τῶν ἐνύδρων ζῴων⁑

Comments on 2.581


msA 2.644: Φᾶριν τε Σπάρτην τε: ὅτι Μέσσην τὴν ἐπι τῆς Λακωνικῆς Μεσσήνην λέγει συγκόψας τούνομα⁑

Comments on 2.582


msA 2.645: οἵ τε Λάαν εἶχον ἠδ’ Οίτυλον : ὁ ποιητὴς διεῖλε μονοσυλλάβως γὰρ λέγεται Λᾶς Οίτυλον δὲ ὡς δάκτυλον ἄρχεται γὰρ τὸ ὄνομα ἀπο τῆς οι διφθόγγου: κακῶς δὲ Τυραννίων οιόμενος ἄρθρον εἶναι τὸ υ καὶ παρα τὴν συνήθ τοῦ ποιητοῦ ἁμαρτανων καὶ παρα τὴν ϊστορίαν εἴ γε οὕτως φησὶ καὶ Φερεκύδης : τοῦ δὲ γίνεται Ἀμφάναξ τοῦ δὲ Οίτυλος ἀφ οῦ ἡ (πό)λις ἡ εν Σπάρτη καλεῖται : τὸ δε κεφάλαιον ἐκτέταται ἐν τῇ Προσῳδίᾳ τῷ Ἡρωδιανῷ περι τῆς ἀναγνώσεως τῆς Τυραννίωνος ⁑

Comments on 2.585


msA 2.646: πολυτρήρωνά τε Μέσσην : ὅτι γὰρ ὑπὸ Λακεδαιμονίους αὐτὴν οἶδεν δῆλον ἑξ ὧν φησὶ δωρα τά οι ξεῖνος Λακεδαίμονι δῶκε τῷ δ’ ἐν Μεσσήνη ⁑

Comments on 2.582


msA 2.647: καὶ Θρύον ἀλφειοῖο: ὅτι Θρύον εἶπεν τὴν ἐν άλλοις Θρυόεσσαν ἔστι δέ τις Θρυόεσσα πό ⁑

Comments on 2.592


msA 2.648: καὶ ἐΰκτιτον Αἰπύ . Ἀρίσταρχος ὡς ὀξύ συγκατατίθεται δὲ αὐτῷ καὶ Ἀπολλόδωρος Φερεκύδης δὲ ὁ Ἀθηναῖος τὸ μὲν ἐΰκτιτον κύριον ὄνομα παρέλαβεν: τὸ δὲ αἰπύ ἐπίθετον: ἐκ δὲ τοῦ ἐναντίου τινὲς τὸ μὲν ἐΰκτιτον ἐπίθετον τὸ δε Αἰπὺ κύριον ἐπεὶ καὶ ἐν ἄλλοις εἴρηκεν. ἔστι δέ τις Θρυόεσσα πό αἰπεῖα κολώνη ὃ νῦν εἴρηκεν Αἰπύ καὶ ὡς ἴδιον γενόμενον βούλονται βαρυτονεῖν: Πτολεμαῖος δὲ φησὶ μὲν κύριον εἶναι τὸ Αἰπύ : οὐ μὴν συγκατατίθεται τῷ τόνῳ φάσκων ὡς ὅτι πολλαὶ πόλεις ὁμοφωνοῦσι προσηγορικοῖς Ελος Αἰγιαλός : χρὴ μέντοι γινώσκειν ὅτι ἀναλογωτέρα ἀνάγνωσις ἣν ἡ βαρεῖα: τα γὰρ εἰς υ μονογενῆ οὐδέτερα βαρύνεται πῶυ μεθυ ταῦτα ἐν τῇ Προσωδ καὶ ἐν τῆ Καθόλου δὲ ὁμοίως ἀμφίβολον αὐτὸ εᾷ ἐν μέντοι τῇ τῆς Ἰλιάδος διαλαμβανων περι τοῦ ϊῷ οἱ μὲν πάντες ϊῷ κίον ήματι φανερῶς λέγει ὅτι Ἀρισταρχος ὀξύνει τὸ Αἰπύ : καὶ επλείσθη αὐτῷ ἡ πλείων χρῆσις⁑

Comments on 2.592


previousnext
msA 35rmsA 36r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1