Venetus A (Marciana 454 = 822), folio 79, recto
previous | next |
---|---|
msA 78v | msA 79v |
Iliad text (25 lines)
Iliad 5.838: ἐμμεμαυῖα θεὰ μέγα δ’ ἔβραχε φήγινος ἄξων
Iliad 5.839: βριθοσύνῃ: δεινὴν γὰρ ἄγεν θεὸν ἄνδρα τ’ ἄριστον:
Commented on by msAim 5.5004
Iliad 5.840: λάζετο δὲ μάστιγα καὶ ἡνία Παλλὰς Ἀθήνη :
Iliad 5.841: αὐτίκ’ ἐπ’ Ἄρηϊ πρώτῳ ἔχε μώνυχας ἵππους.
Iliad 5.842: ἤτοι ὁ μὲν Περίφαντα πελώριον ἐξενάριζεν
Commented on by msAint 5.5008, msA 5.5001
Iliad 5.843: Αἰτωλῶν ὅχ’ άριστον Ὀχησίου ἀγλαὸν υἱόν:
Iliad 5.844: τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος, αὐτὰρ Ἀθήνη
Iliad 5.845: δῦν’ Ἄϊδος κυνέην: μή μιν ἴδοι ὄβριμος Ἄρης :
Commented on by msAim 5.5005
Iliad 5.846: ὡς δὲ ἴ̈δε βροτολοιγὸς Ἄρης Διομήδεα δῖον
Iliad 5.847: ἤτοι ὁ μὲν Περίφαντα πελώριον αὐτόθ’ ἔασε
Commented on by msAext 5.5034
Iliad 5.848: κεῖσθαι. ὅθι πρῶτον κτείνων ἐξαίνυτο θυμὸν.
Iliad 5.849: αὐτὰρ ὃ βῆ ῥ’ ἰ̈θὺς Διομήδεος ἱπποδάμοιο:
Iliad 5.850: οἱ δ’ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ’ ἀλλήλοισιν ἰ̈όντες,
Iliad 5.851: πρόσθεν Ἄρης ὠρέξαθ’ ὑπερ ζυγὸν ἡνία θ’ ἵ̈ππων
Iliad 5.852: ἔγχεϊ χαλκείῳ. μεμαὼς ἀπο θυμὸν ἑλέσθαι
Commented on by msAext 5.5009, msAim 5.5006
Iliad 5.853: καὶ τό γε χειρὶ λαβοῦσα θεὰ γλαυκῶπις Ἀθήνη
Iliad 5.854: ὦσεν ὑπὲρ δίφροιο, ἐτώσιον ἀϊχθῆναι:
Commented on by msAext 5.5010
Iliad 5.855: δεύτερος αὖθ’ ὡρμᾶτο βοὴν ἀγαθὸς Διομήδης
Iliad 5.856: ἔγχεϊ χαλκείῳ. ἐπέρεισε δὲ Παλλὰς Ἀθήνη
Commented on by msA 5.5002
Iliad 5.857: νείατον ἐς κενεῶνα. ὅθι ζωννύσκετο μίτρην:
Commented on by msA 5.5003
Iliad 5.858: τῇ ῥά μιν οὖτᾰ τυχὼν. δια δε χρόα καλὸν ἔδαψεν.
Iliad 5.859: ἐν δὲ δόρυ σπάσεν αὖτις. ὁ δ’ ἔβραχε χάλκεος Ἄρης
Iliad 5.860: ὅσσον τ’ ἐννεάχιλοι ἐπίαχον, ἢ δεκάχιλοι
Iliad 5.861: ἀνέρες ἐν πολέμῳ ἔριδα ξυνάγοντες Ἄρηος :
Iliad 5.862: τοὺς δ’ ἂρ ὑπὸ τρόμος εῖλεν Ἀχαιούς τε Τρῶάς τε
Commented on by msAim 5.5007
Other texts (9 passages)
Scholia group: msA
msA 5.5001: ἤ τοι ὁ μὲν Περὶφάντα ὅτι ἀπο τῶν ἀνδρῶν σκυλεύοντα τὸν Ἄρη ποιεῖ. καὶ ὅτι τινὲς γράφουσιν ἐξενάριξεν ; συντελικὸν δὲ γίνεται δεῖ δὲ παρατατικῶς: καὶ γὰρ ἐπιφέρει τὸν μὲν Ἄρης ἐνάριζε μιαιφόνος ἀντι τοῦ ἀνῄρει⁑
Comments on 5.842
msA 5.5003: νειατὸν ἐς κενεῶνα ὅθι ζωννυέσκετο μίτρῃ ὅτι κατα τὰ κοῖλα μέρη ἐζώννυντο τὴν μίτραν: καὶ ἔστιν διδασκαλικος ὁ τόπος ὁ δὲ Ἀρίσταρχος μίτρῃ κατα δοτικήν. ἐν δε τίσι τῶν υπομνημάτων. ὅθι στελέσκετο μιτρ ⁑
Comments on 5.857
Scholia group: msAim
msAim 5.5004: δια τοῦ δὲ αἱ Αρισταρχ ἄνδρα δ’ ἄριστον ⁑
Comments on 5.839
msAim 5.5006: oλέσσαι
Comments on 5.852
msAim 5.5007: βαρυτονητέον τὴν ὑπό παρέλκεται γάρ⁑
Comments on 5.862
Scholia group: msAint
msAint 5.5008: α ϛ β γ δ ε ζ εν αλλῷ ὁυτος εστι μετα τέσσαρας στίχους κεῖται:
Comments on 5.842
Scholia group: msAext
msAext 5.5034: ὀλ
Comments on 5.847
msAext 5.5009: ολέιται
Comments on 5.852
msAext 5.5010: ὑπεκδιφρο
Comments on 5.854
previous | next |
---|---|
msA 78v | msA 79v |