Venetus A (Marciana 454 = 822), folio 90, recto
previous | next |
---|---|
msA 89v | msA 90v |
Iliad text (25 lines)
Iliad 6.480: ἐκ πολέμου ἀνιόντα: φέροι δ’ ἔναρα βροτόεντα
Commented on by msAil 6.293
Iliad 6.481: κτείνας δήϊον ἄνδρα: χαρείη δὲ φρένα μήτηρ:
Iliad 6.482: ὡς εἰπὼν, ἀλόχοιο φίλης ἐν χερσὶν ἔθηκε
Iliad 6.483: παῖδ’ εὸν, ἡ δ`’ ἄρα μιν κηώδεϊ δέξατο κόλπῳ
Commented on by msA 6.143
Iliad 6.484: δακρυόεν γελάσασα. πόσις δ’ ἐλέησε νοήσας:
Commented on by msA 6.144
Iliad 6.485: χειρί τέ μιν κατέρεξεν. ἔπος τ’ ἔφατ’, ἔκ τ’ ὀνόμαζε:
Iliad 6.486: δαιμονίη: μή μοί τι λίην ἀκαχίζεο θυμῷ:
Iliad 6.487: οὐ γάρ τίς μ’ ὑπὲρ αῖσαν ἀνὴρ Ἄϊδι προϊάψει:
Iliad 6.488: μοῖραν δ’ οὔ τινα φημὶ πεφυγμένον ἔμμεναι ἀνδρῶν
Iliad 6.489: οὐ κακὸν οὐδε μὲν ἐσθλὸν, ἐπὴν τὰ πρῶτα γένηται:
Commented on by msA 6.145
Iliad 6.490: ἀλλ`’ εἰς οἶκον ἰ̈οῦσα. τὰ, σαυτῆς ἔργα κόμιζε
Iliad 6.491: ἱ̈στόν τ’ ἠλακάτην τε, καὶ ἀμφιπόλοισι κέλευε
Commented on by msA 6.147
Iliad 6.492: έργον ἐποίχεσθαι. πόλεμος δ’ ἄνδρεσσι μελήσει
Commented on by msA 6.148
Iliad 6.493: πᾶσιν. ἐμοὶ δὲ μάλιστα. τοὶ Ἰ̈λίῳ ἐνγεγάασιν :
Commented on by msAint 6.203
Iliad 6.494: ὡς ἄρα φωνήσας. κόρυθ’ εἵλετο φαίδιμος Ἕκτωρ
Iliad 6.495: ἵ̈ππουριν. ἄλοχος δὲ φίλη οἶκον δὲ βεβήκει
Iliad 6.496: ἐντροπαλιζομένη. θαλερὸν κατα δάκρυ χέουσα.
Iliad 6.497: αῖψα δ’ ἔπειθ’ ἵ̈κανε δόμους εὖ, ναιετάοντας
Iliad 6.498: Ἕκτορος ἀνδροφόνοιο: κιχήσατο δ’ ἔνδοθι πολλὰς
Iliad 6.499: ἀμφιπόλους. τῇσιν δὲ γόον πάσῃσιν ἐνῶρσεν:
Iliad 6.500: αἱ μὲν ἔτι ζωὸν γόον Ἕκτορα ᾧ ἐνὶ οἴκῳ:
Commented on by msAint 6.204
Iliad 6.501: οὐ γάρ μιν ἔτ’ ἔφαντο ὑπότροπον ἐκ πολέμοιο
Commented on by msAil 6.A26
Iliad 6.502: ΐξεσθαι. προφυγόντα μένος καὶ χεῖρας Ἀχαιῶν :
Iliad 6.503: Οὐδὲ Πάρις δήθυνεν ἐν ὑψηλοῖσι δόμοισι:
Iliad 6.504: ἀλλ’ ὅ γ’, ἐπεὶ κατέδυ κλυτὰ τεύχεα, ποικίλα χαλκῷ.
Other texts (9 passages)
Scholia group: msA
msA 6.141: ἔναρα βροτόεντα τὰ ἀπο πολέμου λάφυρα ἐναρίζειν γάρ ἐστι τὸ φονεύειν; δια τοῦτο καὶ οἱ νεκροὶ ἔναροι ⁑
Comments on 6.481
msA 6.142: βροτόεντα ἠμεγαμένα βρότος γὰρ τὸ ἀπὸ φόνου αἷμα ἠ ηματωμένα ⁑
Comments on 6.481
msA 6.143: κηώδεϊ ἐν ᾧ τὰ βρέφη κοιμίζεται ⁑
Comments on 6.483
msA 6.144: δακρυόεν γελάσασα δυνατῶς ῥηθεν ἀνερμήνευτόν ἐστιν: οὐ γὰρ ἁπλοῦν τὸ πάθος ἀλλα σύνθετον ἐξ εναντίων παθῶν ἡδοναὶ καὶ λῦπαι: εἰς γέλωτα μὲν γὰρ αὐτην προσήγαγε τὸ βρέφος: εἰς δάκρυον δὲ ἡ περι του Ἕκτορος ἀγωνία ⁑
Comments on 6.484
msA 6.146: ἀλλ’ εἰς οῖκον ϊοῦσα τέσσαρσι στίχοις ἑξῆς ἀστερίσκοι παράκεινται. οτι νῦν μὲν ορθῶς κεῖνται καὶ προ τῆς μνηστηροφονιας. ἐν δὲ τῇ Α ῥαψωδι τῆς Οδ οὐκέτι ⁑
Comments on 6.490-6.493
msA 6.147: ἠλακάτην τὸ τῶν γυναικων εργαλείων ὃ περι ἐλίασουσι τὸ ἔριον. λέγει δέ ποτε ουτος καὶ τὸ βέλος ἐν τῷ συνθέτω ὀνόματι χρυσηλέκατον σημαίνει γὰρ τὴν χρυσᾶ βέλη ἔχουσαν Ἄρτεμιν ⁑
Comments on 6.491
msA 6.148: πόλεμος ἄνδρεσσι μελήσει ἐνθάδε πόλεμος ἐπι δε Τηλεμάχου μῦθος: ἐπι δὲ τῆς θέσεως τοῦ τόξου τόξον δ’ ἄνδρεσσι μελήσει ⁑
Comments on 6.492
Scholia group: msAint
msAint 6.203: αντι πλέω πάντων τῶν ἒν Ἰλίῳ ⁑
Comments on 6.493
msAint 6.204: αντι ἐγοων συνεστα ⁑
Comments on 6.500
previous | next |
---|---|
msA 89v | msA 90v |