Venetus A (Marciana 454 = 822), folio 233, recto
previous | next |
---|---|
msA 232v | msA 233v |
Iliad text (25 lines)
Iliad 17.477: εἰ μὴ Πάτροκλ θεόφιν μήστωρ ἀτάλαντ
Iliad 17.478: ζωὸς ἐών: νῦν δ’ αὖ θάνατος καὶ μοῖρα κιχάνει:
Iliad 17.479: ἀλλὰ σὺ μὲν μάστϊγα καὶ ἡνία σιγαλόεντα
Iliad 17.480: δέξαι: ἐγὼ δ’ ἵππων ἐπιβήσομαι ὄφρα μάχωμ :
Iliad 17.481: ὣς ἔφατ’ Ἀλκιμέδων δὲ βοῇθοόν ἅρμ’ ἐτορούσας
Iliad 17.482: καρπαλίμως μάστιγα καὶ ἡνία λάζετο χερσίν
Iliad 17.483: Αὐτομέδων δ’ ἀπόρουσε: νόησε δὲ φαίδιμ Ἕκτωρ :
Iliad 17.484: αὐτίκα δ’ Αἰνείαν προσεφώνεεν ἐγγύς ἐόντα:
Iliad 17.485: Αἰνεία Τρώων βουληφόρε χαλκοχιτώνων:
Iliad 17.486: ἵππω τώδ’ ἐνόησα ποδώκεος Αἰακίδαο
Iliad 17.487: ἐς πόλεμον προφανέντε σὺν ἡνιόχοισι κακοῖσι:
Iliad 17.488: τῷ κεν ἐελποίμην αἱρησέμεν εἰ σύ γε θυμῷ
Iliad 17.489: σῷ ἐθέλεις: ἐπεὶ οὐκ ἂν ἐφορμηθέντε γε νῷ
Iliad 17.490: τλαῖεν ἐναντίβιον στάντες μαχέσασθαι Ἄρηϊ :
Iliad 17.491: ὣς ἔφατ’ οὐδ’ απίθησ εὺς πάϊς Ἀγχίσαο :
Iliad 17.492: τώδ’ ἰθὺς βήτην: βοέῃς εἰλυμένω ὤμους
Iliad 17.493: αὔῃσι στερεῇσι: πολύς δ’ ἐπελήλατο χαλκός:
Iliad 17.494: τοῖσ δ’ ἅμα Χρόμιός τε καὶ Ἄρητος θεοειδής
Iliad 17.495: ἤϊσαν ἀμφότεροι: μάλα δέ σφισιν ἤλπετο θυμ
Iliad 17.496: αὐτώ τε κτενέειν: ἐλάαν τ’ ἐριαύχενας ἵππους:
Iliad 17.497: νήπιοι: οὐδ’ ἄρ’ ἔμελλον ἀναιμωτί γε νέεσθαι:
Iliad 17.498: αὖτις ἀπ’ Αὐτομέδοντος : ὃδ’ εὐξάμενος Διὶ πατρὶ:
Iliad 17.499: ἀλκῆς καὶ σθένεος πλῆτο φρένας ἀμφι μελαίνας:
Iliad 17.500: αὐτίκα δ’ Ἀλκιμέδοντα προσηύδ πιστὸν ἑταῖρον:
Iliad 17.501: Ἀλκίμεδον : μή δή μ ἀπόπροθεν ἰσχέμεν ἵππους:
previous | next |
---|---|
msA 232v | msA 233v |