Venetus A (Marciana 454 = 822), folio 233, verso

previousnext
msA 233rmsA 234r

Iliad text (25 lines)


Iliad 17.502: ἀλλὰ μάλ’ ἐμπνείοντε μεταφρένῳ: οὐ γὰρ ἔγωγ


Iliad 17.503: Ἕκτορα Πριαμίδην μένεος σχήσεσθ’ ὀίω:


Iliad 17.504: πρίν κ’ ἐπ’ Ἀχιλλῆος καλλίτριχε βήμεναι ἵππω.


Iliad 17.505: νῶι κατακτείναντα: φοβῆσαί τε στίχας ἀνδρ :


Iliad 17.506: Ἀργείων : ἤ κ’ αὐτὸς ἐνὶ πρώτοισιν ἁλῴη:


Iliad 17.507: ὣς εἰπὼν Αἴαντε καλέσσατο καὶ Μενέλαον :


Iliad 17.508: Αἴαντ’ Ἀργείων ἡγήτορε καὶ Μενέλαε :


Iliad 17.509: ἤτοι μὲν τὸν νεκρὸν ἐπιτράπεθ’ οἵ περ ἄριστ


Iliad 17.510: ἀμφ’ αὐτῷ βεβάμεν καὶ ἀμύνεσθαι στίχας ἀνδρῶν:


Iliad 17.511: νῷν δ’ ἐν ζωοῖσιν ἀμύνετε νηλεές ἦμαρ


Iliad 17.512: τῇδε γὰρ ἔβρισαν πόλεμ κατὰ δακρυόεντα


Iliad 17.513: Ἕκτωρ Αἰνείας θ’ οἳ Τρώων εἰσὶν ἄριστοι:


Iliad 17.514: ἀλλ’ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται:


Iliad 17.515: ἥσω γὰρ καὶ ἐγώ: τὰ δέ κεν Διὶ πάντα μελήσαι.


Iliad 17.516: ἦ ῥὰ καὶ ἀμπεπαλὼν προίει δολιχόσκιον ἔγχος:


Iliad 17.517: καὶ βάλεν Ἀρήτοιο κατ ἀσπίδα πάντοσε ἴσην:


Iliad 17.518: ἣδ’ οὐκ ἔγχος ἔρυτο διαπρὸ δὲ εἴσατο χαλκός:


Iliad 17.519: νειαίρῃ δ’ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν


Iliad 17.520: ὡς δ’ ὅταν ὀξὺν ἔχων πέλεκυν αἰζήος ἀνήρ


Iliad 17.521: κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο


Iliad 17.522: ἶνα τάμη διὰ πᾶσαν: ὁ δὲ προθορὼν ἐρίπησιν,


Iliad 17.523: ὣς ἄρ ὅ γε προθορὼν πέσεν ὕπτϊος: ἐν δέ οἱ ἔγχος


Iliad 17.524: νηδυίοισι μάλ’ ὀξύ κραδαινόμενον λύε γυῖα.


Iliad 17.525: Ἕκτωρ δ’ Αὐτομέδοντος ἀκόντισε δουρὶ φαειν :


Iliad 17.526: ἀλλ’ ὁ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος:


previousnext
msA 233rmsA 234r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1