Venetus A (Marciana 454 = 822), folio 110, recto
previous | next |
---|---|
msA 109v | msA 110v |
Iliad text (25 lines)
Iliad 8.479: γαίης καὶ πόντοιο: ἵ̈ν’ Ϊαπετός τε Κρόνος τε
Commented on by msA 8.306
Iliad 8.480: ήμενοι. οὔτ’ αὐγῇς Ὑπερίονος Ἠελίοιο
Commented on by msA 8.307, msAim 8.2004
Iliad 8.481: τέρποντ’, οὔτ’ ἀνέμοισι: βαθὺς δέ τε Τάρταρος ἀμφίς:
Iliad 8.482: οὐδ’ ἢν ἔνθ’ ἀφίκηαι ἀλωμένη: οὔ σευ, ἔγωγε
Iliad 8.483: σκυζομένης ἀλέγω: ἐπεὶ οὐ σέο κύντερον ἄλλο:
Iliad 8.484: ὡς φάτο, τὸν δ’ οὔ τι προσέφη λευκώλενος Ἥρη :
Iliad 8.485: ἒν δ’ ἔπεσ’ Ὠκεανῷ λαμπρὸν φάος ἠελίοιο
Commented on by msA 8.308
Iliad 8.486: ἕλκον νύκτα μέλαιναν ἐπι ζείδωρον ἄρουραν:
Iliad 8.487: Τρωσὶν μέν ῥ’ ἀἕκουσιν ἔδυ φάος: αὐτὰρ Ἀχαιοῖς
Iliad 8.488: ἀσπασίη. τρίλλιστος, ἐπήλυθε νὺξ ἐρεβεννή:
Commented on by msAint 8.318, msA 8.309
Iliad 8.489: Τρώων δ’ αὖτ’ ἀγορὴν ποιήσατο φαίδιμος Ἕκτωρ
Iliad 8.490: νόσφι, νεῶν ἀγαγὼν. ποταμῷ ἐπι δινήεντι.
Iliad 8.491: ἐν καθαρῷ. ὅθι δὴ νεκύων διεφαίνετο χῶρος:
Commented on by msA 8.310, msA 8.312, msAim 8.315
Iliad 8.492: ἐξ ἵ̈ππων δ’ ἀποβάντες ἐπὶ χθόνα. μῦθον ἄκουον.
Iliad 8.493: τόν ῥ’ Ἕκτωρ ἀγόρευε Διῒ φίλος: ἐν δ’ άρα χειρὶ
Commented on by msA 8.311
Iliad 8.494: ἔγχος ἔχ’ ἑνδεκάπηχυ. πάροιθε δὲ λάμπετο δουρὸς
Iliad 8.495: αἰχμὴ χαλκείη: περὶ δὲ χρύσεος θέε πόρκης:
Iliad 8.496: τῷ ὅ γ’ ἐρεισάμενος, ἔπεα Τρώεσσι μετηύδα
Commented on by msAim 8.316
Iliad 8.497: κέκλυτέ μευ Τρῶες . καὶ Δάρδανοι . ἠδ’ ἐπίκουροι:
Iliad 8.498: νῦν ἐφάμην νῆας τ’ ὀλέσας καὶ πάντας Ἀχαιοὺς ,
Iliad 8.499: ὰψ ἀπονοστήσειν προτὶ Ί̈λιον ἠνεμόεσσαν:
Commented on by msAim 8.317
Iliad 8.500: ἀλλα πρὶν κνέφας ἦλθε, τὸ νῦν ἐσάωσε μάλιστα
Iliad 8.501: Ἀργείους καὶ νῆας ἐπὶ ῥηγμῖνι θαλάσσης:
Commented on by msA 8.313
Iliad 8.502: ἂλλ’ ἤτοι νῦν μὲν πειθώμεθα νυκτὶ μελαίνῃ:
Iliad 8.503: δόρπά τ’ ἐφοπλισόμεσθα: ἀτὰρ καλλίτριχας ἵππους
Commented on by msAint 8.319
Other texts (13 passages)
Scholia group: msA
msA 8.305: ‡ γαίης καὶ πόντοιο: δείκνυσιν ὁ ποιητὴς ὅτι συναπολήγει γῆ καὶ θάλασσα ὡς ἂν τοῦ ὕδατος πεκεχυμένου τῇ γῇ σφαιρικῶς καὶ καλύπτοντος αὐτὴν πλὴν τῶν ἀνεχουσῶν: ηπείρων εν αῖς κατοικοῦμεν ⁑
Comments on 8.478-8.479
msA 8.307: Ὑπερίονος : τοῦ ☉ ἥτοι ὅτι Ὑπερίνος ἐστι καὶ Θειας παῖς ὡς Ἡσίοδος ἐντεῦθεν γὰρ αὐτὸν πατρωνυμικῶς Ὑπεριονίδην καλεῖ ἡ ὑπερίων ὁ ὑπεράνω ἡμῶν ὧν καὶ καὶ περιπολῶν τὸν κόσμον δια τούτου γὰρ τὰ όλα συνέχεται ⁑
Comments on 8.480
msA 8.308: ἐν δ’ ἕπεσ’ Ὠκεανῷ : ὅτι αὐτὸς μὲν εἰς Ὠκεανὸν δύνοντα καὶ ἐξ Ωκεανοῦ ἀνίσχοντα λέγει τὸν ☉ , εξ ηρωϊκοῦ δὲ οὐκέτι ⁑
Comments on 8.485
msA 8.309: ἀσπασίη τρίλλη̈στος : ὅτι τὰ τρία ἐπι πλήθους τάσσει τρίλλιστος οὖν πολυλιτάνευτος ⁑
Comments on 8.488
msA 8.310: ἐν καθαρῶ, ὅθι δή. ὅτι οὐκέτι γέγονε νεκρῶν ἀναίρεσις πρὸς Ἴστρον ⁑
Comments on 8.491
msA 8.313: Ἀργείους καὶ νῆας: ὅτι Ζηνόδοτ γράφει ἐπεὶ Διὸς ἐτράπετο φρὴν , ἐξ ἄλλου δὲ στίχου τὸ ἡμιστίχιον ἐστι νῦν ἀναρμόστως προστεθειμένον, οὐ γὰρ κατα Διὸς προαίρεσιν νὺξ ἐγένετο ⁑
Comments on 8.501
Scholia group: msAim
msAim 8.314: εἷς τω Τιτάνων
Comments on 8.478-8.479
msAim 8.2004: τοῦ ὑπερ ημᾶς οντος ηλίου⁚
Comments on 8.480
msAim 8.315: αμετοχ ην και καθαρος
Comments on 8.491
msAim 8.316: γρ έπεα πτερόεντ’ ἀγόρευε ⁚
Comments on 8.496
msAim 8.317: οτ θηλυκῶς τὴν Ιλιον ⁑
Comments on 8.499
Scholia group: msAint
msAint 8.318: πλεονάζει τὸ λ ὁ πολυλιτάνευτος⁚
Comments on 8.488
msAint 8.319: οτ Ζηνοδ γρ εφοπλιζεσθον συγχει δὲ τὸ δυικόν ⁑
Comments on 8.503
previous | next |
---|---|
msA 109v | msA 110v |