Venetus A (Marciana 454 = 822), folio 127, recto
previous | next |
---|---|
msA 126v | msA 127v |
Iliad text (25 lines)
Iliad 10.51: ἔργα δ’ ἔρεξ’: ὅσα φημὶ μελησέμεν, Ἀργείοισι
Iliad 10.52: δηθά τε καὶ δολιχὸν. τόσα γὰρ κακὰ μήσατ’ Ἀχαιούς :
Iliad 10.53: ἀλλ’ ἴ̈θι νῦν Αἴαντα καὶ Ἰ̈δομενῆα κάλεσσον
Commented on by msA 10.68, msA 10.70, msAim 10.82
Iliad 10.54: ῥίμφα θέων ἐπὶ νῆας. ἐγὼ δ’ ἐπι Νέστορα δῖον
Commented on by msAim 10.83
Iliad 10.55: εἶμι: καὶ ὀτρυνέω ἀνστήμεναι: αἴ κ επίθηται
Commented on by msAim 10.84
Iliad 10.56: ἐλθεῖν ἐς φυλάκων ἱ̈ερὸν τέλος. ἠδ’ ἐπιτεῖλαι:
Commented on by msA 10.71, msA 10.6001
Iliad 10.57: κείνου γάρ κε μάλιστα πιθοίατο. τοῖο γὰρ υἱὸς
Iliad 10.58: σημαίνει φυλάκεσσι: καὶ Ἰ̈δομενῆος ὀπάων
Iliad 10.59: Μηριόνης . τοῖσιν γὰρ ἐπετράπομέν γε μάλιστα:
Iliad 10.60: τὸν δ’ ἠμείβετ’ ἔπειτα βοὴν ἀγαθὸς Μενέλαος :
Iliad 10.61: πῶς γάρ μοι μύθῳ ἐπιτέλλεαι ἠδὲ κελεύεις:
Commented on by msA 10.73
Iliad 10.62: αὖθι μένω μετα τοῖσι. δεδεγμένος εἰς ό κεν ἔλθῃς.
Iliad 10.63: ἠὲ θέω μετά σ’ αὖτις. ἐπὴν, εὖ, τοῖς, ἐπιτείλω:
Iliad 10.64: τὸν δ’ αῦτε προσέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων :
Iliad 10.65: αὖθι μένειν. μή πως ἀβροτάξομεν ἀλλήλοιϊν
Commented on by msA 10.74
Iliad 10.66: ἐρχομένω: πολλαὶ γὰρ ἀνὰ στρατόν εἰσι κέλευθοι:
Iliad 10.67: φθέγγεο δ’ ᾗ κεν ΐῃσθα: καὶ ἐγρήγορθαι ἄνωχθι.
Iliad 10.68: πατρόθεν ἐκ γενεῆς ὀνομάζων ἄνδρα ἕκαστον:
Iliad 10.69: πάντας κυδαίνων: μηδὲ μεγαλίζεο θυμῷ.
Iliad 10.70: ἀλλὰ καὶ αὐτοί περ πονεώμεθα: ὧδέ που ἄμμι
Iliad 10.71: Ζεὺς ἐπι γεινομένοισιν, ἵ̈ει κακότητα βαρεῖαν:
Iliad 10.72: ὣς εἰπὼν. ἀπέπεμπεν ἀδελφεὸν. εὖ, ἐπιτείλας:
Iliad 10.73: αὐτὰρ ὁ βῆ ρ’ ϊέναι μετα Νέστορα ποιμένα λαῶν:
Iliad 10.74: τὸν δ’ εὗρεν παρά τε κλισίῃ καὶ νηῒ μελαίνῃ
Iliad 10.75: εὐνῇ, ἐνι μαλακῇ. παρὰ δ’ έντεα ποικίλ’ ἔκειτο.
Commented on by msA 10.81, msAim 10.85
Other texts (25 passages)
Scholia group: msA
msA 10.68: ‡ ἀλλ’ ΐθι νῦν Αἴαντα : ὁ μὲν Δίδυμος τὴν Ἀριστάρχειαν γραφὴν λέγει Αἴαντε δυϊκῶς. ὁ δε Τήλεφος λέγει κακῶς εἴρηκέναι τὸν Δίδυμον οὐ γὰρ ἐπ αμφοτέρους τοὺς Αἴαντας ὁ Μενέλαος πέμπεται ⁑
Comments on 10.53
msA 10.69: ἔργα δ’ ἔρεξ’: ἀθετοῦνται στίχοι Β ὅτι παλλιλογεῖ ταυτ , δι αλλων γὰρ προείρηται ὅσσ’ Έκτωρ ἔρεξε Διῒ φίλος υἷας Ἀχαιῶν . καὶ ὅτι ἐπι ταυτὸν φέρει δηθὰ καὶ δολιχον καὶ Ἀριστοφα προηθέτει ⁑
Comments on 10.51-10.52
msA 10.70: ἀλλ’ ἴθι νῦν Αἴαντα ὅτι ἐκ τούτων καὶ τῶν τοιούτων τὰ περι τοῦ ναυστάθμου ὁ Ἀρίσταρχος ἐπραγματεύσατο ῥητῶς γὰρ λέγεται πλησίον τοῦ Αἴαντος ὁ Ϊδομενεὺς νενελκηκέναι ⁑
Comments on 10.53
msA 10.71: ἐλθεῖν ἐς φυλάκων: ὡς σκυλακων ἐπι γὰρ τῶν ανδρῶν τέτακται οὐκ επι τῶν τόπων ὅτι οἱ Γλωσσογράφοι ἱερὸν τέλος τὸ μέγα τάγμα σημαίνει δὲ πλείονα ἡ λέξις. ποτὲ μὲν τὸ τάγμα ὡς ἐνθάδε: ποτὲ δὲ τοῦ συμπεπληρωμένου τάγματος. ἠ έργου τὸ τελος. ποτὲ δὲ τοῦ συμπεπληρωμένου τάγματος: ποτὲ δὲ τὴν ἐκ τῶν επεισαγομένων ὠνίων φοιτῶσαν ταῖς πόλεσι πρόσοδον ποτὲ δὲ τὰς ἀρχὰς καὶ τὰ ἀξιώματα ὡς ἐστιν εὑρεῖν παρά τε Θουκυδίδῃ καὶ Ξενοφῶντι . ποτὲ δὲ τὸ δαπάνημ ὡς Εὐριπίδης ἐν Πολυείδῳ μάτην γὰρ οἴκῳ σὸν τόδ’ ἐκβαίη τέλος . καὶ Δημοσθένης ἐν : Χειρόνησον δὲ ἐν τοῖς ἑαυτοῦ τέλεσι διορύξει : ποτὲ δὲ τὴν εορτήν ὡς Ευριπ ἐν Μηδ σεμνὴν εορτὴν καὶ τέλος προσάψωμεν :
Comments on 10.56
msA 10.6001: ἱερὸν τέλος ὡς ἱερὸν ἰχθῦν τὸν μέγαν ἱερὸν μὲν οὖν τέλος λέγει τὸ θειον τάγμα ἱερὸν δὲ ἰχθὺν τὸν ἄνετον καὶ ἱερὸν βοῦν ἀπο τοῦ ΐεσθαι ⁑
Comments on 10.56
msA 10.73: πῶς γάρ μοι μύθω: στικτέον κατ τὸ τέλος τοῦ στίχου. καὶ ἀφ ετέρας ἀρχῆς πευστικῶς τὰ εξῆς προσενεκτέον ⁑
Comments on 10.61
msA 10.74: αῦθι μένειν: ὅτι τῷ ἀπαρεμφάτω: ἀντι τοῦ προστακτικοῦ μένειν ἀντι τοῦ μένε : τὸ δὲ αβροτάξομεν ψιλωτέον ὁμοίως τὸ ήμβροτες : τινὲς γοῦν κυρίως ἡγοῦνται τοῦ βροτοῦ μὴ ἐπιτυχεῖν ἀλλα ἁμαρτῆσαι ὼς τὸ καὶ στέρησιν ἐγκεῖσθαι⁑
Comments on 10.65
msA 10.75: φθέγγεο: τεχνικῶς ἵνα, ἐκ τῆς φωνῆς ἐπιγινώσκηται φίλος ὦν μὴ καὶ ὑπονοήσουσιν ἔφοδον εῖναι πολεμίων καὶ Νέστωρ πρὸς Ἀγαμέμνονά φησιν φθέγγεο μηδ’ ἀκέων ἐπ έμ’ έρχεο ⁑
Comments on 10.67
msA 10.76: καὶ ἐγρήγορθαι ἄνωχθι: τὸ ἐγρήγορθαι ἀνέγνωμεν προπαροξύνοντες οὐκ εχρῆν δὲ εἴτε γὰρ συγκοπη ἐστιν τοῦ εγρηγορεναι ὀφείλει παροξύνεσθαι καθότι τὰ εἰς θαι λήγοντα ἀπαρέμφατ ἔχοντ προ τ θ ἀμέταβολον, παροξύνεται. κεκάρται τετίλθαι ἐσπάρθαι: μίαν μέντοι ἀφορμη ὁρῶ τοῦ δύνασθαι προπαροξύνεσθαι τὸ ἐγρήγορθαι . τὸ τὰ εἰς θαι λήγοντ τῇ ορ συλλαβῇ παραληγόμενα μὴ παρ’ ἄλλη τιν διαλέκτω ορᾶσθαι ἢ τῇ Αἰολίδη τέτορθαι μέμορθαι ἔφθορθαι ὅθεν ἐπεὶ ἡ παράληξις Αἰολικωτέρα ἐγένετο καὶ ὁ τονος ὁμοίως τοῖς προκειμένοις⁑
Comments on 10.67
msA 10.77: ἄνωχθι. ἐνεστῶτος ἐστι καὶ παρατατικοῦ μᾶλλον ῆπερ παρακειμένου. ἀναλογώτερον δὲ παρα Καλλιμάχῳ . ἄνωγε δὲ πόρθμενα νεκρῶν . καὶ δῆλον ὅτι μεταβέβληται τὸ γ εἰς τὸ χ ἐν τῷ ἄνωχθι δια τὸ θ . ὁ μὲν οὖν Ἀπολλώνιος εἰς χε βούλεται εἶναι τα τοῦ παρακειμένου προστακτικὰ καὶ ϊκανῶς τῷ λόγῳ συνηγορεῖ: ὁ δὲ Ηρῳδιανὸς εἰς θι τουναντίον μηδε γὰρ εἶναι τὴν εἰς ε κατάληξιν ⁑
Comments on 10.67
msA 10.78: πατρόθεν ἐκ γενεῆς. δυσωπεῖ γὰρ ὑπόμνησις προγονικῆς ἀρετῆς καὶ πρων πράξεις ἐπαινούμεναι τὸ μὴ καὶ αὐτὸν εῖναι μιμητὴν ἐκείνων, ἀλλα κὰθαιρετικὸν τῆς περὶ αυτὸν εὐγενείας⁑
Comments on 10.67
msA 10.79: ὡς ὅταν λε : διογενὲς Λαερτιάδῃ τὸν πρά δηλοῖ. τὸ δε διογενὲς τὸν ἀρχηγὸν τοῦ γένους⁑
Comments on 10.68
msA 10.80: πατρόθεν ἐκ γενεῆς: ὅτι ἀρχαϊκῇ ἡ συνήθεια ὥστε εἴ που τοιοῦτον εὑρίσκομεν εἰδέναι δεῖ ὅτι οὐκ επιθέτου ἔχει χώραν⁑
Comments on 10.68
msA 10.81: εὐνῇ ἐνι μαλακῇ παρα δ’ἔντεα: ὅτι ἔντεα οὐ πάντα τὰ όπλα. ἀλλα κυρίως μὲν ἀσπὶς καὶ περικεφαλαία. τὰ δε δόρατα κατ επικράτειαν⁑
Comments on 10.75
Scholia group: msAim
msAim 10.83: ἀρισταρχ παρὰ νηας :
Comments on 10.54
msAim 10.84: γράφεται αἴ κ’ εθέλησι
Comments on 10.55
msAim 10.85: παρα τὸ ἐντὸς αὐτῶν εἶναι τὸν φοροῦντα ⁑
Comments on 10.75
Scholia group: msAil
msAil 10.86: υπνοῶ
Comments on 10.51@φημὶ
msAil 10.87: εἰργάσατο:
Comments on 10.52@μήσατ’
msAil 10.88: ἐὰν δύνατ γέρων γὰρ ἦν:
Comments on 10.55@αἴ-πίθηται
msAil 10.89: τὸ τάγμα
Comments on 10.56@τέλος
msAil 10.90: αποτύχωμεν
Comments on 10.65@ἀβροτάξομεν
msAil 10.91: ἔνθα ἂν πορευθῆς ⁑
Comments on 10.67@ᾗ-ΐῃσθα
msAil 10.93: μηδὲ ἐπαιρου τῇ διανοια δι ὑπεριφανιαν :
Comments on 10.69@μηδὲ-θυμῷ
msAil 10.94: τοῖς ἀεὶ ἀναφυομένοις πράγμασι ⁑
Comments on 10.71@ἐπὶ-ἵ̈ει
previous | next |
---|---|
msA 126v | msA 127v |