Venetus A (Marciana 454 = 822), folio 134, verso

previousnext
msA 134rmsA 135r

Iliad text (25 lines)


Iliad 10.427: τοι γὰρ ἐγώ τοι ταῦτα μάλ’ ἀτρεκέως καταλέξω:


Iliad 10.428: πρὸς μὲν ἁλὸς. Κᾶρες καὶ Παίονες ἀγκυλότοξοι.

Commented on by msA 10.4505, msA 10.4506


Iliad 10.429: καὶ Λέλεγες . καὶ Καύκωνες . δῖοῖ τε Πελασγοί :

Commented on by msA 10.4690, msA 10.4507, msA 10.4508


Iliad 10.430: πρὸς Θύμβρης δ’ ἔλαχον Λύκιοι : Μυσοί τ’ ἀγέρωχοι.

Commented on by msA 10.4509, msA 10.4510


Iliad 10.431: καὶ Φρύγες ἱ̈ππόδαμοι: καὶ Μῄονες ἱ̈πποκορυσταί:

Commented on by msA 10.4511, msAim 10.4522


Iliad 10.432: ἀλλὰ τί η μὲ ταῦτα διεξερέεσθε ἕκαστα.


Iliad 10.433: εἰ γὰρ δὴ μέματον Τρώων καταδῦναι ὅμιλον.


Iliad 10.434: Θρήϊκες οἷδ’ ἀπάνευθε, νεήλυδες ἔσχατοι ἄλλων.

Commented on by msA 10.4512


Iliad 10.435: ἐν δέ σφιν Ῥῆσος βασιλεὺς. παῖς Ἠϊονῆος :

Commented on by msA 10.4513, msA 10.4521


Iliad 10.436: τοῦ δὴ καλλίστους ἵ̈ππους ἴ̈δον. ἠδὲ μεγίστους:


Iliad 10.437: λευκότεροι χιόνος. θείειν δ’ ἀνέμοισιν ὁμοῖοι:

Commented on by msA 10.4514, msA 10.4515, msA 10.4516


Iliad 10.438: ἅρμα δέ οἱ χρυσῷ τὲ καὶ ἀργύρῳ εὖ ἤσκηται:


Iliad 10.439: τεύχεα δὲ. χρύσεια. πελώρια: θαῦμα ἰ̈δέσθαι

Commented on by msA 10.4517


Iliad 10.440: ἤλυθ’ ἔχων. τὰ μὲν οὔ τι κατὰθνητοῖσιν ἔοικεν


Iliad 10.441: ἄνδρεσσιν φορέειν. ἂλλ’ ἀθανάτοισι θεοῖσιν:


Iliad 10.442: ἂλλ’ ἐμὲ μὲν νῦν νηυσὶ πελάσσετον ὠκυπόροισιν:


Iliad 10.443: ἠέ με δήσαντες λίπετ’ αὐτόθι νηλέϊ δεσμῷ.


Iliad 10.444: ὄφρά κεν ἔλθητον. καὶ πειρηθῆτον ἐμεῖο:


Iliad 10.445: ἤ ῥα κατ’ αῖσαν ἔειπον ἐν ὑμῖν. ἠὲ καὶ οὐκί:

Commented on by msA 10.4518, msAim 10.4523, msAim 10.4524


Iliad 10.446: τὸν δ’ ὰρ ὑπόδρα ἰ̈δὼν προσέφη: κρατερὸς Διομήδης :


Iliad 10.447: μὴ δή μοι φύξίν γε Δόλων ἐμβάλλεο θυμῷ

Commented on by msA 10.4519


Iliad 10.448: ἐσθλά περ ἀγγείλας. ἐπεὶ ΐκεο χεῖρας ἐς ἁμάς


Iliad 10.449: εἰ μὲν γάρ κέ σε νῦν ἀπολύσομεν. ἠὲ μεθῶμεν.


Iliad 10.450: ἦ´ τε καὶ ὕστερον εῖσθα θοὰς ἐπὶ νῆας Ἀχαιῶν .

Commented on by msA 10.4520


Iliad 10.451: ἠὲ διοπτεύσων. ἢ ἐναντίβιον πολεμίξων:


Other texts (24 passages)


Scholia group: msA

msA 10.4506: Παίονες : ἔθνος Θρακῶν τινὲς δὲ φασὶ τοὺς νῦν καλουμένους Παννονίους ἕτεροι δὲ Μακεδόνας :

Comments on 10.428


msA 10.4690: Λέλεγες : ἔθνος Καρικόν , λέγει δὲ τοὺς ἐν Πιδαίῳ πόλει Καρίας οικοῦντας ⁑

Comments on 10.429


msA 10.4507: Καύκωνες , ἔθνος Παφλαγονίας οἱ δὲ Σκυθίας οἱ δὲ τοὺς λεγομένους Καυνίους ⁑

Comments on 10.429


msA 10.4508: Πελασγοι : οἱ τὸ παράλιον μπερος τῆς Καρίας ἔχοντες . ἄμεινον δὲ λέγειν αὐτὸ γένος τί πολυπλανὲς οἰκῆσαν ἐν τῇ Ἀσίᾳ καὶ Εὐρώπῃ νῦν δὲ τὸ τῆς Τρωάδος πλησίον οἰκῆσαν ὃ φασὶ Τράλλεις ⁑

Comments on 10.429


msA 10.4509: πρὸς θ ὕμβρης δ’ ἔλαχον, ὅτι οὐ μόνον ἐπὶ Ροδίων χρῆται τὸ ἀγέρωχοι ἕνεκα τοῦ ἀγείρειν τὴν ὀχὴν τουτέστι τὴν τροφήν, ἀλλ’ επι Μυσὼν καὶ Τρώων οἷον γεραόχων σεμνῶν καὶ ἐντίμων:

Comments on 10.430


msA 10.4510: πρὸς Θύμβρης : πρὸς τὸ Θυμβραῖον πεδίον Θύμβρα γὰρ τόπος ἐστι τῆς Τροίας ἔνθα καὶ Θυμβραίου Ἀπόλλωνος ϊερὸν επιφανές ⁑

Comments on 10.430


msA 10.4511: καὶ Φρύγες ἱππόδαμοι ὅτι ἑτέρους τῶν Τρώων οἰδεν τοὺς Φρύγας καὶ ὅτι Ὅμηρος οὐκ οῖδεν καλουμένους Λυδοῦς ἀλλα Μῃώνας προς τὰ περι ηλικίας Ησιόδου ⁑

Comments on 10.431


msA 10.4513: ἐν δέ σφιν Ῥῆσος : Ῥῆσος . Ῥῆσος γένει μὲν ἦν Θρᾶξ υἷὸς δὲ Στρύμωνος τοῦ αυτόθι ποταμοῦ καὶ εὐτέρπης μιᾶς τῶν Μουσῶν . διαφορος δὲ τῶν καθ αυτὸν γενόμενος ἐν πολεμικοῖς έργοις. ἐπῆλθε τοῖς Ἕλλησιν ὅπως Τρωσὶ συμμαχήσῃ καὶ συμβαλῶν πολλοὺς τῶν Ἑλλήνων ἀπέκτεινας δείσασα δὲ ήρα περὶ τῶν Ελλήνων . Ἀθηναν επι τὴν τούτου διαφθορὰν πέμπει. κατελθοῦσα δὲ: ἡ θεὸς, Ὁδυσσέα τε καὶ Διομήδη επι τὴν κατσκοπὴν ἐποίησεν περοελθεῖν: ἐπιστάντες δὲ εκεῖνω κοιμω μένω Ῥήσω αὐτὸν τὲ καὶ τοὺς εταίρους αυτοῦ κτείνουσιν ὡς ἱστορεῖ Πίνδαρος : ἔνιοι δὲ λέγουσι νυκτος παρὰ γεγονέναι τὸν Ρῆσον εἰς τὴν Τροίαν καὶ πρὶν γεύσασθαι αὐτὸν τοῦ ὕδατος καὶ οἱ ἵπποι αυτοῦ τοῦ Σκαμάνδρου πίουσην καὶ τῆς αυτόθι νομῆς ἀκαταμαχητος εσται εἰς τὸ παντελὲές ⁑

Comments on 10.435


msA 10.4514: λευκότεροι χειόνος θείειν δ’ ἀνέμοισιν: δύο ὑπερβολὰς ενῆκεν ἐντεχνως: τὴν μεν ἐξ υπερθέσεως: τὴν δὲ ἐξ ωμοιώσεως: καὶ ἐφ εκατέρας παρέλαβεν το οικεῖον: χειονος μεν γαρ δύναταί τι λευκότερον γενέσθαι ἀνέμου δὲ θᾶσσον, οὐδέν επαινετὸν δὲ καὶ τὴν φράσην ὅτι κατ αιτιατικὴν δυναμενος εἰπεῖν λευκοτέρους χειόνος καὶ τοῦ μετρου επιδεχομενου κατ ιδίαν εφώνησε τὸν επαινον. πῶς ἐδώκει εἰδέναι ὅτι ταχεῖς εἰσὶν εἴ γε νεήλυδες ῆσαν ῆ ὡς ακούσας ἢ ὡς ἀποσεμνύνων ὡς καὶ σωθησομένων αυτῶν δια τῶν ἵππων μετα τὴν Θρᾳκῶν επαναστασιν ⁑

Comments on 10.437


msA 10.4515: λευκότεροι χιόνος εἶπεν, ἵνα φανῶσι νυκτός: θείειν δ’ ἀνέμοισιν ὁμοῖοι ἵνα φθάσωσιν επ αυτὸν διασωθῆναι: ἵστεον δὲ ὅτι ἐμείωσε τὴν ὑπερβολὴν εκ τοῦ μὴ ειπειν αὐτοὺς καὶ τῶν ἀνέμων ταχυτέρους ⁑

Comments on 10.437


msA 10.4516: χωριστέον τοῦ ἐπάνω στιχ ἵνα μὴ σώλοικον γένηται καὶ ἄλλως καθ εαυτὸ λεγόμενον πλείονα ἔμφασιν παρ’ ἵστησι λείπει δὲ τὸ εἰσὶ ῥῆμα λευκότεροί εισι :

Comments on 10.437


msA 10.4517: τεύχεα: ὅπλα: ειρῆσθαι δὲ αὐτὰ Ἵστρος φησὶ παρα τὸ ἐν Τευχίω τῷ Εὐβωϊκῶ κατεσκευᾶσθαι πρῶτον ὑπο Κυκλώπων ⁑

Comments on 10.439


msA 10.4518: ῆ ρα κατ’ αἷσαν: ὅτι Ἀρίσταρχος ἠὲ κατ αῖσαν ἔειπον ἔξω τοῦ ρα καὶ ἔστιν ὅμοιον: τῷ ἠὲ μετα Τρώεσσιν ⁑

Comments on 10.445


Scholia group: msAil

msAil 10.4530: Λυδοι

Comments on 10.431@Μῄονες


msAil 10.4531: ἐ

Comments on 10.432@ημὲ


msAil 10.4533: προθυμεῖσθε

Comments on 10.433@μέματον


msAil 10.4534: νεωστι εληλύθότες

Comments on 10.434@νεήλυδες


msAil 10.4535: ὁ τρόπος ὑπερβολῆ

Comments on 10.437@λευκότεροι-χιόνος


msAil 10.4536: νῦν οὐ μεγάλα ἀλλα κατ τὸ κάλλος τεράστια:

Comments on 10.439@πελώρια


msAil 10.4537: ἀπενέγκατε:

Comments on 10.442@πελάσσετον


msAil 10.4538: σφοδρῶ ⁑

Comments on 10.443@νηλέϊ


msAil 10.4539: οτ ἀπέλθητον:

Comments on 10.444@ἔλθητον


msAil 10.4540: ἐάσωμεν:

Comments on 10.449@μεθῶμεν


msAil 10.4541: ἐλεύσῃ παραγενήσῃ

Comments on 10.450@εῖσθα


previousnext
msA 134rmsA 135r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1