Venetus A (Marciana 454 = 822), folio 137, verso

previousnext
msA 137rmsA 138r

Iliad text (25 lines)


Iliad 11.1: Ἠὼς δ’ ἐκ λεχέων παρ’ ἀγαυοῦ Τιθωνοῖο

Commented on by msAint 11.1, msA 11.1


Iliad 11.2: ὤρνυθ’: ἵν ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσι:


Iliad 11.3: Ζεὺς δ’ Ἔριδα προΐαλλε θοὰς ἐπι νῆας Ἀχαιῶν


Iliad 11.4: ἀργαλέην πολέμοιο τέρας μετα χερσὶν ἔχουσαν:

Commented on by msA 11.2


Iliad 11.5: στῆ δ’ ἐπ’ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ.


Iliad 11.6: ἥ ρ’ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε.

Commented on by msA 11.3


Iliad 11.7: ἠμὲν ἐπ’ Αἴαντος κλισίας Τελαμωνιάδαο


Iliad 11.8: ἠδ’ ἐπ’ Ἀχιλλῆος , τοί ρ’ ἔσχατα νῆας ἐΐσας


Iliad 11.9: εἴρυσαν. ἠνορέῃ πίσυνοι: καὶ κάρτεϊ χειρῶν:


Iliad 11.10: ἔνθα στᾶσ’ ἤϋσε θεὰ μέγα τε δεινόν τε


Iliad 11.11: ὄρθι’ Ἀχαιοῖσιν δὲ μέγα σθένος ἔμβαλ’ ἑκάστῳ

Commented on by msA 11.4, msAim 11.1


Iliad 11.12: καρδίῃ: ἄλληκτον πολεμίζειν ἠδὲ μάχεσθαι:

Commented on by msA 11.5


Iliad 11.13: τοῖσι δ’ ἄφαρ πόλεμος γλυκίων γένετ’. ἠὲ νέεσθαι

Commented on by msA 11.6


Iliad 11.14: ἐν νηυσὶ γλαφυρῇσι φίλην ἐς πατρίδα γαῖαν:


Iliad 11.15: Ἀτρείδης δ’ ἐβόησεν. ἰ̈δὲ ζώννυσθαι ἄνωγεν

Commented on by msAint 11.2


Iliad 11.16: Ἀργείους : ἐν δ’ αὐτὸς ἐδύσατο νώροπα χαλκόν:


Iliad 11.17: κνημῖδας μὲν πρῶτα περι κνήμῃσιν ἔθηκε

Commented on by msA 11.7


Iliad 11.18: καλὰς ἀργυρέοισιν ἐπισφυρίοις ἀραρυίας:


Iliad 11.19: δεύτερον αὖ θώρηκα περὶ στήθεσσιν ἔδυνε.


Iliad 11.20: τόν ποτέ οἱ Κινύρης δῶκε ξεινήϊον εἶναι


Iliad 11.21: πεύθετο γὰρ Κύπρον δὲ μέγα κλέος, οὕνεκ’ Ἀχαιοὶ

Commented on by msA 11.8


Iliad 11.22: ἐς Τροίην νήεσσιν ἀναπλεύσεσθαι ἔμελλον:

Commented on by msA 11.9


Iliad 11.23: τούνεκά οἱ τὸν δῶκε χαριζόμενος βασιλῆϊ:


Iliad 11.24: τοῦ δ’ ἤτοι δέκα οἶμοι ἔσαν μέλανος κυάνοιο,

Commented on by msA 11.10, msAim 11.2


Iliad 11.25: δώδεκα δὲ χρυσοῖο καὶ εἴκοσι κασσιτέροιο:


Other texts (18 passages)


Scholia group: msAint

msAint 11.1: Λαομέδοντος παῖς. Πριάμου ἀδελφος Ἡμέρας σύνευνος: ⁑

Comments on 11.1


Scholia group: msAil

msAil 11.1: ἀπέστελλεν

Comments on 11.3@προΐαλλε


msAil 11.4: βοᾶν

Comments on 11.6@γεγωνέμεν


msAil 11.5: α

Comments on 11.11@ὄρθι’


msAil 11.6: ο

Comments on 11.13@γένετ’


msAil 11.7: καθοπλίζεσθαι:

Comments on 11.15@ζώννυσθαι


msAil 11.9: ηκούετο

Comments on 11.21@πεύθετο


msAil 11.10: μεταληπτικῶς ἀντ τοῦ ῥάβδοι

Comments on 11.24@οἶμοι


msAil 11.11: μέλανος καταπληκτικοῦ ⁑

Comments on 11.24@κυάνοιο


Scholia group: msAim

msAim 11.1: ὀρθίως μεγάλως ⁑

Comments on 11.11


Scholia group: msA

msA 11.1: ‡ Ἠὼς δ’ ἐκ λεχέων: τὸ όλον τοῦτο νομιστέον, ὅτι ἀπο τοῦ ☉ ἡμέρα γέγονεν: Τιθωνοῖο δὲ ὡσεὶ ἔλεγεν Τιτωνοῖο τιτὰν γὰρ Ἀπόλλων . ὅτι ἀπο Λητοῦς τοῦτον δὲ καὶ ἤλιον φασιν: ἐκ λεχέων δὲ ὅτι σὺν αὐτῷ ἀεὶ θεωρεῖται ἡμέρα γάρ ἐστι πεφωτισμένος ἀὴρ ἡλιου ὑπερ γην ὄντος: μυθεύεται ὅτι Τιθωνὸν τὸν Λαομέδοντος καὶ Στρυβοῦς τῆς Σκαμάνδρου υἱὸν Πριαμοῦ δὲ ἀδελφὸν ἐκπρεπέστατον τῶν καθ’ ἑαυτὸν ἐν Ἰλίῳ γενόμενον ἐρασθεῖσα ἀνήρ πασεν: ἡ Ἡῶς καὶ μετεκομίσατο αὐτὸν εἰς τοὺς περὶ Αἰθωπίαν τόπους καὶ τῆς τούτου μετέλαβεν κοίτης καὶ δύο παῖδας ἐξ αὐτοῦ ἔσχεν Ἡμαθίωνα καὶ Μέμνονα . Ἠμαθίωνα μὲν ἀν εῖλεν Ἡρακλῆς μὴ ἑῶντα δρέψασθαι τὰ χρύσεα μῆλα Μέμνωνα δὲ Ἀχιλλεύς , αἰτήσασθαι δὲ τὸν Τιθωνὸν παραυτῆς ἠοῦς. ἀθανασίαν. ὁ δὲ γέρων γενόμενος δια γὰρ ἄγνοιαν οὐκ ητήσατο καὶ ἀγηρασίαν ἀχθόμενος. καὶ τῶν ἐν βίω μη δυνάμενος μεταλαμβάνειν παρεκάλει τὴν θεὸν ὅπως αὐτὸν τοῦ ζῆν μεταλλάξη. ἡ δὲ οὐ γὰρ ἦν αὐτὸν δυνατὸν ἀποθανεῖν μετεβαλεν εἰς τέττιγα τὸν μουσικώτατον τῶν πτηνῶν ὅπως καὶ δια τῆς φωνῆς αὐτοῦ τέρποιτο διηνεκῶς ἀκούουσα ⁑

Comments on 11.1


msA 11.3: ἥ ρ’ ἐν μεσσάτῳ πρὸς τὰ περι τοῦ ναστάθμου ὅτι ἐν μέσω τὰς τοῦ Ὀδυσσέως ὑποτίθεται, ἐφ ἑκατέρου δὲ κέρατος τὰς Ἀχιλλεως καὶ Αἴαντος ⁑

Comments on 11.6


msA 11.5: καρδίη: ἐπὶ τὸ καρδίη διασταλτέον καὶ γὰρ τὸ σχῆμα γλαφυρόν Ἀχαιοῖσιν καρδίη ἀντι τοῦ Ἀχαιῶν καὶ μᾶλλον ἐμφαίνει τὸ ἄλληκτον τοῖς ἑξῆς προσδιδόμενον ἵν ᾗ ἀλλήκτως πολεμεῖν. τὸ δὲ ἄνω συνάπττοντας ποιεῖν σθενος ἄλληκτον φαῦλον ἐπεὶ προ εἴρηται μέγα ἀρκεῖ δὲ τὸ ἓν ἐπίθετον ⁑

Comments on 11.12


msA 11.6: τοῖσι δ’ άφαρ πολεμος: ουτ καὶ ὁ εξῆς. ἀθετοῦνται. παράκεινται δὲ ἀστερίσκοι, ὅτι κατὰ ὀρθῶς κεῖνται ὅτι ἐλπίδας ἔσχον ἀνακομιδῆς ἐπι τὴν πατρίδα καὶ παρα Ἀριστοφα δὲ ἡθετοῦντο παρα Ζηνοδότῳ οὐδὲ ἦσαν ⁑

Comments on 11.13


msA 11.7: κνημῖδας μὲν πρῶτα: ὅτι ἐπανείληληπταιφεν ἐξεργαστικώτερον τὰ περι τῶν ὁπλισμῶν τοῦ Ἀγαμέμνονος πρὸς ἐπιδεσμεύων αὐτοῦ τὴν ἀριστίαν ⁑

Comments on 11.17


msA 11.8: πεύθετο γὰρ Κύπρον δὲ, ὅτι ουτ εἴρηκεν εἰς Κύπρον ἠκούετο. δια τὸ εἰς τόπον ἐκ τόπου διαγγέλλεσθαι ὅμοιον τῷ Σκάνδειαν δ’ ἄρα δῶκεν ⁑

Comments on 11.21


msA 11.9: ἐς Τροίην νηεσσιν ἀναπλεύσεσθαι ⁑ ὅτι ἀνάπλουν τὸν ἐκ Πελοποννήσου εἰς Τροίαν πλοῦν λέγει:

Comments on 11.22


msA 11.10: οἴμοι: κυρίως μὲν ὁδοὶ νῦν δὲ αἱ ἄνωθεν διήκουσαι τοῦ θώρακος ῥάβδοι ἕως τῶν κάτω μερῶν ῥαβδωτὸς γὰρ ἣν ὁ θώραξ. βαρύνεται δὲ τὸ οἶμος ὡς οῖκος δοκεῖ δέ μοι κατά τινα ἀφορμὴν φιλεῖ γὰρ τό πως τὰ εἰς σὺς λήγοντα δισύλλαβα μονογενῆ ἀπο τῆς οι διφθόγγου ἀρχόμενα βαρύνεσθαι ὁπότε πρὸς τὴν εἰς ος συλλαβῆς συμφωνον ἢ σύμφωνα ὑπάρχει φημὶ δὲ, δια τὸ οῖός οὕτως γὰρ λέγεται δῆμος παρ Αθηναίοις κατ οξεῖαν τάσιν οἷον οἰκος οῖτος οἶκτος οἶνος οὕτως καὶ οῖμος ⁑

Comments on 11.24


previousnext
msA 137rmsA 138r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1