Venetus A (Marciana 454 = 822), folio 163, recto
previous | next |
---|---|
msA 162v | msA 163v |
Iliad text (25 lines)
Iliad 12.428: ἠμὲν ὅτῳ. στρεφθέντι: μετάφρενα γυμνωθείη
Commented on by msA 12.F5
Iliad 12.429: μαρναμένων. πολλοὶ δὲ διαμπερὲς ἀσπίδος αὐτῆς:
Iliad 12.430: πάντῃ δὴ πύργοι καὶ ἐπάλξιες αἵματι φωτῶν
Commented on by msA 12.F6
Iliad 12.431: ἐρράδατ’ ἀμφοτέρωθεν ἀπὸ Τρώων καὶ Ἀχαιῶν :
Iliad 12.432: ἂλλ’ οὐδ’ ὡς ἐδύναντο φόβον ποιῆσαι Ἀχαιῶν .
Iliad 12.433: ἂλλ’ ἔχον ὥς τε τάλαντα γυνὴ χερνῆτις ἀληθής:
Commented on by msA 12.F8
Iliad 12.434: ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον ἀμφὶς. ἀνέλκει.
Iliad 12.435: ἰ̈σάζουσ’ ἵνα παισὶν ἀεικέα μισθὸν ἄρηται:
Commented on by msAint 12.F3, msA 12.F9
Iliad 12.436: ὡς μὲν τῶν ἐπὶ ῗσα μάχη τέτατο πτόλεμός τε:
Iliad 12.437: πρίν γ’ ὅτε δὴ Ζεὺς κῦδος ὑπέρτερον Ἕκτορι δῶκε
Iliad 12.438: Πριαμίδῃ . ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν :
Iliad 12.439: ἤϋσεν δὲ διαπρύσιον Τρώεσσι γεγωνώς:
Commented on by msA 12.F10
Iliad 12.440: ὄρνυσθ’ ἱ̈ππόδαμοι Τρῶες , ῥήγνυσθε δὲ τεῖχος
Iliad 12.441: Ἀργείων . καὶ νηυσὶν ἐνίετε θεσπιδαὲς πῦρ:
Iliad 12.442: ὡς ἔφατ’ ἐποτρύνων. οἱ δ’ ούασι πάντες ἄκουον
Commented on by msA 12.F11
Iliad 12.443: ἴ̈θυσαν δ’ ἐπὶ τεῖχος ἀολλέες: οἱ μὲν ἔπειτα
Iliad 12.444: κροσσάων ἐπέβαινον, ἀκαχμένα δούρατ’ ἔχοντες:
Commented on by msA 12.F12
Iliad 12.445: Ἕκτωρ δ’ ἁρπάξας λᾶαν φέρεν. ὅς ρα πυλάων
Iliad 12.446: ειστήκει πρόσθε. πρυμνὸς παχὺς. αὐτὰρ ὕπερθεν
Commented on by msAint 12.F4, msAext 12.F1
Iliad 12.447: ὀξὺς ἔην. τὸν δ’ οὔ κε δύ’ ἀνέρε δήμου ἀρίστω
Iliad 12.448: ῥηϊδίως ἐπ’ άμαξαν ἀπ’ οὔδεος ὀχλίσσειαν
Iliad 12.449: οἷοι νῦν βροτοί εἰσ’, ὁ δέ μιν ῥέα πάλλε καὶ οἶος:
Iliad 12.450: τόν οἱ ἐλαφρὸν ἔθηκε Κρόνου παῖς ἀγκυλομήτεω:
Commented on by msA 12.F14
Iliad 12.451: ὡς δ’ ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς
Commented on by msAint 12.F5, msA 12.F15
Iliad 12.452: χειρὶ λαβὼν ἑτέρῃ. ὀλίγον τέ μιν ἄχθος ἐπείγει.
Other texts (21 passages)
Scholia group: msAext
msAext 12.F1: εστη και
Comments on 12.446
Scholia group: msAint
msAint 12.F1: ἀπο τοῦ “ράζω”
Comments on 12.430-12.431
msAint 12.F3: ἔν τισιν μετα τοῦ ν ἀνεικέα : ἐξω νείκους,
Comments on 12.435
msAint 12.F4: Αρισταρχ εστηκει χω τοῦ ϊ
Comments on 12.446
msAint 12.F5: ουτ δια τοῦ ε φέρει
Comments on 12.451
Scholia group: msAil
msAil 12.F13: ερραμένοι εἰσὶ
Comments on 12.431@ἐρράδατ’
msAil 12.F14: φυγὴν
Comments on 12.432@φόβον
msAil 12.F15: η απο τῶν ἔργων τῶν ἰδίων χειρῶν ζῶσα:
Comments on 12.433@γυνὴ-12.433@χερνῆτις
msAil 12.F16: ἐνβάλλετε
Comments on 12.441@ἐνίετε
msAil 12.F17: υπτροχων κλιμάκων
Comments on 12.444@κροσσάων
msAil 12.F18: κατ τὸ ἔσχατον μέρος παχὺς
Comments on 12.446@πρυμνὸς-12.446@παχύς
msAil 12.F19: αποκινήσειαν τοῦ εδάφους
Comments on 12.448@ὀχλίσσειαν
Scholia group: msA
msA 12.F5: ‡ ἡμὲν ὅτῳ στρεφθέντι: Ζηνόδοτος ὅτεῳ καὶ ἐμφαίνει Ὁμηρικὸν χαρακτῆρα, καὶ γὰρ ἀλλαχοῦ φησὶ τῷ ὅτεῳ τε πατὴρ κέλεται ⁑
Comments on 12.428
msA 12.F6: πάντῃ δὴ πυργοι, ὁ μὲν Ἀρίσταρχος τὸν δὴ σύνδεσμον παρέλαβεν Τυραννίων δὲ ἐκδέχεται τὸ ᾗ ἐπίρρημα τοπικὸν ἵνα δύο μέρη λόγου ὑπαρχ δὲ καὶ η καὶ προστίθησι τὸ ϊ καὶ δασύνει ὁμοίως τῷ ᾕ ρ’ ὅ γ’ ὀ λυσσώδης : οὐκ αναγκαῖον δὲ ἤδη γὰρ προκεινται τὸ πάντῃ τοπικον ⁑
Comments on 12.430
msA 12.F7: ἥ τε σταθμὸν ἔχουσα καὶ εἴριον, τάχα τὸ ἑξῆς ἐστιν ἀμφὶς ἰ̈σάζουσα ἀμφοτέρωθεν ἰσοῦσα οἱ γὰρ ἱστάντες ἑκατέρωθεν ἀφορῶσιν
Comments on 12.434-12.435
msA 12.F8: χερνῆτις, ἡ ἀπο τῶν ἔργων τῶν ἰδίων χειρῶν ζῶσα ὅ ἐστι μισθοῦ ἄλλοις ἐργαζομένη ⁑
Comments on 12.433
msA 12.F9: ἰσάζουσ’ ἵνα παισὶν. οὕτως μετα τοῦ ν ἀνεικέα ἐξω νείκους τὸ ἴσον αὐτοῖς ἀπονέμουσθαι ἄμεινον δε φησὶν ἀεικέα τὸν εὐτελῆ, ἐν δὲ τῷ προς τὸν Ξένωνος παράδοξον προφέρεται ἀμεμφεα μισθόν ⁑
Comments on 12.435
msA 12.F10: ἤυσεν δὲ διαπρύσιον: ὅτι ἐπι τοῦ Διὸς τοῦτο φησὶν οὐκεσὶ τοῦ Ἕκτορος δι ὃ καὶ ἐπήνεγκεν. ὡς φάτ’ ἐποτρύνων οἵ δ’ οὔασι πάντες ἄκουον ⁑
Comments on 12.439
msA 12.F11: ὡς φάτ’ ἐποτρύνων ὅτι δια τούτου εὐκρινὲς γίνεται τὸ τῆς προκειμένης ἀμφιβολίας οὐ γαρ δὴ ἄλλως ἐδύναντο πάντες ἀκούειν εἰ μὴ ὁ Ζεὺς ἐπεφώνησεν ⁑
Comments on 12.442
msA 12.F13: εἰστήκει πρόσθε, βραχὺ διασταλτέον ἐπι τὸ πρόσθε συναφὴν δὲ θετέον ὑπ αμφοτέρας τὰς λέξεις ἓν γὰρ τὸ σημαινόμενον κατ τὸ ἔσχατον παχὺς, κατα δὲ τὸ ἕτερον ὀξύς ⁑
Comments on 12.446-12.447
msA 12.F15: ὡς δ’ ὅτε ποιμὴν ῥεῖα φέρει πόκον ἄρσενος οἰὸς: μέγας γὰρ ὁ τούτου πόκος. ἡ ὅτι τραχυτέρα. ἢ ὅτι ῥυπωδεστέρα: ἐμφερής τε τῇ τραχύτητι καὶ τῷ χρώματι τοῦ λύθου ἐστίν ⁑
Comments on 12.451
previous | next |
---|---|
msA 162v | msA 163v |