Venetus A (Marciana 454 = 822), folio 171, recto
previous | next |
---|---|
msA 170v | msA 171v |
Other texts (19 passages)
Scholia group: msA
msA 13.18: ‡ τοίδ’ ἔριδος κρατερῆς. ὁ λόγος οἱ δε τὸ πέρας τοῦ πολέμου καὶ τῆς έριδος συνάψαντες ἐπέτειναν ἀμφοτέροις, οἶον ἀμφοτέρωθεν μετενήνεκται μὲν οὖν ἀπο τῶν δεσμῶν τῷ δὲ ἐπαλλάξε ἐπι τοῦ συνάψαι χρῶνται καὶ τῶν πεζολόγων τινὲς, πλεονάζει δὲ Ἀριστόξενος μασικὸς ἐπιλλαγμένα λέγων τὰ συνημμένα: οὕτως ὁ Κοτιαεύς
Comments on 13.358
msA 13.19: τοὶ δ’ έριδος κρατερῆς: ὁ δε Ζεὺς αὶ ὁ Ποσειδῶν ὰ πέρατα τῆς μαχης καὶ τοῦ πολέμου τείναντες καταμφοτέρων τῶν στρατῶν ἔδησαν ἰσχυρῷ δεσμῷ ὃς δεσμὸς πολλοῖς αἴτιος ἀποωλείας ἐγένετο: τέλος γὰρ υπτίθεταιὑποτίθεται ἀλληγορικῶς τὰς ἑκατέρωθεν ἐξοχὰς ἐπιπεπλεγμένως: μίαν μὲν Τρώων ίαν δὲ Ἑλλήνων αὶ Ποσειδῶνος κατ Διὸς νώμην: καὶ τῶν ἐγκατπεγλεγμένων κτεινομένων ἀπο τῶν ἐξοχῶν καὶ μη δυναμένων μή τε ραγῆναι μή τε λυθῆναι: ταυτ ὖν ἀλληγορεῖ ἐις τὸ ϊσόρροπ υτῶν τὴν ἰσχὺν συστῆναι δια τὰς τῶν θεῶν βοηθείας ⁑
Comments on 13.358
msA 13.20: πεῖραρ’ ἐπαλλάξαντες διχῶς Ἀρίσταρχος αὶ ἐπ’ ἀλλήλοισιν ν δὲ δι ἀμφοτέρων τὸ λεγόμενον ὅτι ὁ Ποσειδῶν αὶ ὁ Ζεὺς τὸν πόλεμον τῇ ἔριδι συνέδησαν τὸ πέρας τῆς ἔρῖδος καὶ πάλιν τὸ τοῦ πολέμου λαβόντες. καὶ ἐπαλλάξαντες π ἀμφοτέροις ὥσπερ οἱ τὰ ἅμματα ποιοῦντες, τόδε ἐπὶ τόδε: οὕτως Ἀρίσταρχος , ἡ διπλῆ ὅτι παραλληγορεῖ δύο πέρατα ὑποτιθέμενος: ἕτερον μὲν ἔριδος ἕτερον δὲ πολέμου ἐξαπτόμενα κάτ ἀμφοτέρων τῶν στρατευμάτων ⁑
Comments on 13.360
msA 13.21: πέφνε γὰρ ὁθρυονῆα Καβησόθεν, ἐν τῇ Ἀργολικῇ Ἑκάβης όθον αὶ τάχα ἂν εἴει ἁμάρτημα κατ’ άγνοιαν τῆς Καβήσου ⁑
Comments on 13.363
msA 13.22: ἥ: τε δὲ Πριάμοιο υγατρῶν εἶδος ἀρίστην ὅτι νῦν μὲν τὴν Κασσάνδραν ἶδος ἀριστην ἐν ἄλλοις δὲ τὴν Λαοδίκην , καὶ οὐ μάχεται. ἡ δὲ ἀναφορὰ πρὸς τοὺς χωρίζοντας: λύεται γὰρ τοῖς τοιούτοις. ⁑
Comments on 13.365
msA 13.23: Κασσάνδραν νάεδνον: ὅτι ἕδνα ἐδίδοσαν οἱ μνηστευόμενοι διὸ οὕτος ὑποσχόμενος ἐξελάσαι τοὺς Ἕλληνας νάεδνον αἰτεῖ. τὴν Κασσάνδραν ⁑
Comments on 13.366
msA 13.24: καὶ βάλεν ὕψι βιβάντα: Ἀρίσταρχος αιβάντα ὡς δαμέντα ἀπ ευθειας τῆς μακρὰ βιβάς καὶ ουτ ἔχει ἡ ὑγιὴς ἀνάγνωσις ⁑
Comments on 13.371
msA 13.25: χάλκεος ὃν φορέεσκε, ὅτι χαλκοὶ οἱ θώρακες πρὸς τὸ ὀλίγος μὲν έην λινοθώρηξ
Comments on 13.372
msA 13.26: ὀθρυονεῦ, περιδή σε βροτὼν αἰνίζομ πάντων: φέρεται καὶ δια τοῦ ξ αἰνίξομαι ντι τοῦ ἐπαινέσομαι: οἱ δέ διήγημά σε ποιήσομαι παρα τὸν αἶνον Ζηνόδοτος αἰνίσσομαι
Comments on 13.374
msA 13.27: καὶ κέ τοι ἡμεῖς ταῦτά γ’, τὸ ταυτά γ’ περισπαστέον κατ ὴν προ τέλους συλλαβὴν ἵνα ᾖ ἡ φράσις δεικτική: τινὲς μὲν ἐβάρυναν, ἵνα τοῦ τὰ αὐτὰ ὑπάρχῃ συναλιφῇ ὅπερ οὐ πιθανόν ⁑
Comments on 13.377
msA 13.28: ἀλλ’ έπευ, ὄφρ’ ἐπινηυσὶ συνώμεθ . οὕτως συνώμεθ , ἀντι τοῦ συμβόλαια αὶ συνθήκας ποιησόμεθ . τοῦτο δὲ Ἀρίσταρχ ασύνει ὑγιῶς: ταυτὸν γὰρ τῷ συνθώμεθα: ἐσχημάτισται οὖν ἀπο τοῦ ἵημι, δηλοῖ οὖν τὸ κατα τὸ αὐτὸ ἀφῶμεν τᾶ τῆς διανοίας, εἰσὶ μέντοι οἳ ἐψίλωσαν οὐκ εὐ ⁑
Comments on 13.381
Scholia group: msAim
msAim 13.13: ἐν αλλῳ Τρώεσσί ἐπάλμενος ⁑
Comments on 13.362
msAim 13.14: αριστοφ κατ κλέος ⁑
Comments on 13.364
msAim 13.15: ἀρίσταρχ ανωσέμεν ⁑
Comments on 13.367
Scholia group: msAint
msAint 13.1bis: οὑτ Ἀριστόφ ἄλλοι δὲ οἵ δ’ έριδος:
Comments on 13.358
msAint 13.2bis: μεσαιπολιος Ϊδομενευς ⁑
Comments on 13.XXXXX
msAint 13.3bis: ωμογέρων ὀδυσσεύς ⁑
Comments on 13.XXX
msAint 13.4bis: γέρων Νέστωρ ⁑
Comments on 13.361
msAint 13.5bis: βραχὺ διασταλτέον ἐπι τὸ ἔργον: ἐμφαίνει:
Comments on 13.366
previous | next |
---|---|
msA 170v | msA 171v |