Venetus A (Marciana 454 = 822), folio 197, recto

previousnext
msA 196vmsA 197v

Iliad text (25 lines)


Iliad 15.301: οἱ μὲν ἂρ ἀμφ’ Αἴαντα : καὶ Ἰ̈δομενῆα ἄνακτα:

Commented on by msAint 15.27


Iliad 15.302: Τεῦκρον : Μηριόνην τε. Μέγην τ’ ἀτάλαντον Ἄρηϊ

Commented on by msA 15.89


Iliad 15.303: ὑσμίνην ἤρτυνον, ἀριστῆας καλέσαντες.


Iliad 15.304: Ἕκτορι καὶ Τρώεσσιν ἐναντίον: αὐτὰρ ὀπίσσω


Iliad 15.305: ἡ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν ἀπονέοντο:

Commented on by msAim 15.42


Iliad 15.306: Τρῶες δὲ προύτυψαν ἀολλέες, ἦρχε δ’ ὰρ Ἕκτωρ


Iliad 15.307: μακρὰ βιβὰς. πρόσθεν δ’ έκι’ αὐτοῦ Φοῖβος Ἀπόλλων

Commented on by msA 15.90, msAext 15.13, msAim 15.43


Iliad 15.308: ειμένος ὤμοιιν νεφέλην. ἔχε δ’ αἰγίδα θοῦριν.

Commented on by msAext 15.14


Iliad 15.309: δεινὴν. ἀμφιδάσειαν, ἀριπρεπέ’ ἣν, ἄρα χαλκεὺς

Commented on by msA 15.91, msA 15.92


Iliad 15.310: Ἥφαιστος Διὶ̈ δῶκε φορήμεναι ἐς φόβον ἀνδρῶν:

Commented on by msA 15.93


Iliad 15.311: τὴν ἂρ ὅ γ’ ἐν χείρεσσιν ἔχων ἡγήσατο λαῶν:


Iliad 15.312: Ἀργεῖοι δ’ ὑπέμειναν ἀολλέες. ῶρτο δ’ ἀϋτὴ


Iliad 15.313: ὀξεῖ’ ἀμφοτέρωθεν, ἀπὸ νευρῆφι δ’ ὀϊστοὶ


Iliad 15.314: θρῷσκον. πολλὰ δὲ δοῦρα θρασειάων ἀπὸ χειρῶν:


Iliad 15.315: ἄλλα μὲν, ἐν χροῒ πήγνυτ’ ἀρηϊθόων αἰζηῶν.


Iliad 15.316: πολλὰ δὲ καὶ μεσσηγὺ, πάρος χρόα λευκὸν ἐπαυρεῖν

Commented on by msAim 15.44


Iliad 15.317: ἐν γαίῃ ἵ̈σταντο: λιλαιόμενα χροὸς ᾶσαι:


Iliad 15.318: ὄφρα μὲν αἰγίδα χερσὶν ἔχ’ ἀτρέμα Φοῖβος Ἀπόλλων :


Iliad 15.319: τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ήπτετο: πῖπτε δὲ λαὸς :


Iliad 15.320: αὐτὰρ ἐπεὶ κατένῶπα ἰ̈δὼν Δαναῶν ταχυπώλων:

Commented on by msAint 15.29


Iliad 15.321: σεῖσ’. ἐπι δ’ αὐτὸς ἄϋσε μάλα μέγα. τοῖσι δὲ θυμὸν


Iliad 15.322: ἐν στήθεσσιν, ἔθελξε. λάθοντο δὲ θούριδος ἀλκῆς:


Iliad 15.323: οἳ δ̀’ ὥς τ’ ἠὲ βοῶν ἀγέλην. ἢ πῶϋ μέγ’ οἰῶν


Iliad 15.324: θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ:


Iliad 15.325: ἐλθόντ’ ἐξαπίνης, σημάντορος οὐ παρεόντος.


Other texts (18 passages)


Scholia group: msAext

msAext 15.13: βιβῶν

Comments on 15.307


msAext 15.14: είμενος

Comments on 15.308


Scholia group: msAint

msAint 15.27: Ζηνοδ καὶ Αριστοφα Αἴαντε δυϊκῶς ⁑

Comments on 15.301


msAint 15.28: διασταλτέον καθ ὲν ἔμφασις γὰρ μαλλον.

Comments on 15.308-15.309


msAint 15.29: Αρίσταρχ προπερισπᾷ κατενῶπα ⁑

Comments on 15.320


Scholia group: msAil

msAil 15.20: ε

Comments on 15.301@Αἴαντα


msAil 15.21: α

Comments on 15.309@ἀριπρεπέ’


msAil 15.22: ε

Comments on 15.325@ἐλθόντ’


Scholia group: msAim

msAim 15.42: προς το σχημα οτ πληθυντικῶς ἀπήντηκεν ⁑

Comments on 15.305


msAim 15.43: Ἀρισταρχ βιβῶν

Comments on 15.307


msAim 15.44: οτ αντ χροὸς ἐπαυρεῖν ἐπιτυχεῖν :

Comments on 15.316


Scholia group: msA

msA 15.89: ‡ Μέγην τ’ ἀτάλαντον. Ἀρίσταρχος βαρύνει ὡς Μέσθλην τὲ Γλαυκόν τε , καὶ ἐπείσθη ἡ παράδοσις: ὁ δὲ Ἀσκαλωνίτης καὶ ἀλλοι περισπῶσιν ὡς Ἑρμῆν καὶ Ποδῆν , τὰ γὰρ εἰς ησ λήγοντα φασὶν βαρύτονα δισύλλαβα ἀπο βραχείας ἀρχόμενα περισσοσυλλάβως κλίνεται, λέβητ Λάχητα . εἰ δ’ οὐχ οὕτως ἐκλήθη δῆλον ότι περισπασθήσεται. ἄλλως τε εἰ εὑρέθη αὐτοῦ ἡ αἰτιατικὴ, ὡς ἀπο βαρυτόνου Φυλλείδην τε Μέγητα . ὅτε μὴ οὔτως ἔχη περισπασθήσεται ὡς Θαλῆν καὶ Θάλητα καὶ Φαλῆν καὶ Φάλητ , ἔστιν δὲ ὑπερ τοῦ Ἀριστάρχου προς αὐτοὺς πρῶτον μὲν ἐκεῖνο εἰπεῖν ὅτι οὐχ ἁπλῶς τὰ εἰς ῆσ . ἀλλα τὰ εἰς τῆς λήγοντα τὴν προειρημέ ἀναδέχεται κλίσιν ἔπεὶτὰ πολλά ἐστι διχῶς κεκλιμένα τὸ γοῦν Μύνης ὁ μεν ποιητὴς περιττοσυλλάβως ἔκλινεν πέρσεν δὲ πο θείοίο Μύνητος : ὁ δε Σοφοκλῆς ϊσοσυλλάβως Μύνου τ’ Ἐπιστρόφου γε μύκητά τε καὶ μύκην εἰ καὶ πολλὰ σημαίνει ἡ λέξις, καὶ ὅτι οὐ τὸ μέτρον αἴτιόν ἐστι δῆλος ἐστι Ἑκαταῖος οὕτος κλίνας. φησὶ γὰρ καὶ ἐπαφήσας τὸν κολεὸν τοῦ ξίφεος τὸν μύκην εὗρεν ἀποπεπτωκότα . ὁ δὲ Ἄρατος περιττοσυλλάβως ἔκλινεν, ἠ λύχνοιο μύκητες ἀγείρονται περι μοίραν καὶ μήποτε ταῦτα συναγωνίζεται τῷ Ἀριστάρχῳ , καὶ γὰρ ταῦτα διχῶς κλιθέντα οὐ μετέβαλε τὸν τόνον: οἷς ὅμοιον δύναται εἶναι καὶ τὸ Μέγης ⁑

Comments on 15.302


msA 15.90: μακρὰ βιβᾶς βιβῶν πᾶσαι εἶχον, Ζηνόδοτος , βοῶν , ἐπεὶ καὶ ἑξῆς φησὶν ἐπι δ’ αὐτὸς ἄϋσε μάλα μέγα ⁑

Comments on 15.307


msA 15.91: ἀμφιδάσειαν: πανταχόθεν τετριμμένην οἱ μὲν ἀμφίμαλλον. οἱ δὲ κυκλο δάσειαν δια τους θυσάνους ὑφ ἓν δὲ τὸ ὄνομα ⁑

Comments on 15.309


msA 15.92: ἀμφιδάσεια, τρίτη ἀπο τέλους ἡ ὀξεῖα ὁμοίως τὸ χαλκοβάρεια , ὅτι δὲ οὐχ ὡς οίεται ὁ Ἀσκαλωνίτης καὶ Ἀλεξίων σύνθετόν ἐστιν, ἀλλα παρασύνθετον, εἴρηται ἡμῖν ἐν τῷ περι τοῦ ἠριγένεια ⁑

Comments on 15.309


msA 15.93: Ἥφαιστος Διῒ δῶκε ὅτι σαφῶς Διῒ ἐσκεύασται, ἡ αἰγὶς καὶ οὐκ έστιν Ἀθηνᾶς καθὼς οἱ νεώτεροι ποιηταὶ λέγουσιν ⁑

Comments on 15.310


msA 15.94: λιλαιόμενα χρυσὸς ᾶσαι, ἐφιέμενα ἐπιθυμοῦντα τὸν ἐφ οὓς ἐβάλλετο ἐν τῇ δια μέσου γῆ ἐπήγνυτ ἐστι δὲ λῶ λαίω ὡς κερῶ κεραίω . εἶτα λιλαίω ⁑

Comments on 15.316-15.317


msA 15.95: αὐτὰρ ἐπεὶ κατ ενῶπα: Ἀρίσταρχος ὡς κατα δῶμα ἀπ ευθείας τῆς ὢψ ἥτις αἰτιατικὴν ἔχει τὴν ῶπα. ὁ δε Ἀλεξίων καὶ οἱ πλείους ὡς κατέναντα οἷς καὶ βέλτιον πείθεσθαι ἵνα ᾖ ἀπο τοῦ κατενώπια κατα συγκοπὴν κατένωπα ὡς μηρία μῆρα , σιτία σῖτα. ἔν ἐστι μέντοι βοηθῆσαι καὶ τῷ Ἀριστάρχῳ οὕτως ὡς ἔστιν εὑρώπη ἡ πρόσοψις ὡς εἴ τι κακὸν ῥέζουσαν ἐνωπῆ , παρ’ ἥν ἐστιν αἰτιατικὴ ἐνωπήν. ὃν οὖν τρόπον τὴν ϊωκὴν ϊῶκα εἶπεν μεταπλάσας οὕτως καὶ τὴν ἐνωπὴν ἐνῶπα προπερισπωμένως. ὑποστιγμὴ δὲ κατα τὸ τελος τοῦ στίχου καὶ σεῖσαι τὸν δὲ περιττεύοντος τοῖσι δὲ θυμόν ⁑

Comments on 15.320-15.321


previousnext
msA 196vmsA 197v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1