Venetus A (Marciana 454 = 822), folio 21, recto
previous | next |
---|---|
msA 20v | msA 21v |
Iliad text (25 lines)
Iliad 1.452: Κίλλάν τε ζαθέην: Τενέδοιό τε. ἶ̈φι ἀνάσσεις:
Iliad 1.453: ἤδη μέν ποτ’ ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο:
Iliad 1.454: τίμησας μὲν ἐμέ, μέγα δ ἴ̈ψαο λαὸν Ἀχαιῶν :
Commented on by msAil 1.1191, msAim 1.1188
Iliad 1.455: ἠδ’ ἔτι καὶ νῦν μοι τόδ’ ἐπικρήηνον ἐέλδωρ:
Iliad 1.456: ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον:
Iliad 1.457: ὡς ἔφατ’ εὐχόμενος. τοῦ δ’ ἔκλυε Φοῖβος Ἀπόλλων :
Iliad 1.458: αὐτὰρ ἐπεί ῥ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο:
Commented on by msAil 1.1192
Iliad 1.459: αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν
Commented on by msA 1.1177
Iliad 1.460: μηρούς τ’ ἐξέταμον: κατά τε κνίσῃ ἐκάλυψαν
Iliad 1.461: δίπτυχα ποιήσαντες: ἐπ’ αὐτῶν δ`’ ὠμοθέτησαν:
Commented on by msA 1.1178
Iliad 1.462: καῖε δ’ ἐπὶ σχίζῃς ὁ γέρων: ἐπὶ δ’ αἴθοπα οἶνον
Commented on by msAil 1.1193
Iliad 1.463: λεῖβε: νέοι δὲ παρ’ αὐτὸν ἔχον πεμπώβολα χερσίν.
Iliad 1.464: αὐτὰρ ἐπεὶ κατὰ μῆρ’ ἐκάη καὶ σπλάγχν’ ἐπάσαντο:
Commented on by msA 1.1179, msAil 1.1194, msAim 1.1189
Iliad 1.465: μίστυλλον τ’ ἄρα τ’ ἄλλα καὶ ἀμφ’ ὀβελοῖσιν ἔπειραν:
Commented on by msA 1.1180
Iliad 1.466: ὤπτησάν τε περιφραδέως, ἐρύσαντό τε πάντα.
Iliad 1.467: αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα.
Commented on by msA 1.1181, msA 1.1182
Iliad 1.468: δαίνυντ’, οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης:
Commented on by msAil 1.1195
Iliad 1.469: αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο.
Commented on by msA 1.1183, msAil 1.1196, msAil 1.1197
Iliad 1.470: κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο:
Commented on by msAint 1.1190, msA 1.1184
Iliad 1.471: νώμησαν δ`’ ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν:
Commented on by msAil 1.1198
Iliad 1.472: οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱ̈λάσκοντο:
Commented on by msA 1.1185, msAil 1.1199, msAil 1.1200
Iliad 1.473: καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν .
Commented on by msA 1.1186, msAil 1.1201
Iliad 1.474: μέλποντες ἑκάεργον: ὁ δὲ φρένα τέρπετ’ ἀκούων:
Commented on by msA 1.1187
Iliad 1.475: ἦμος δ’ ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε.
Commented on by msAil 1.1202
Iliad 1.476: δὴ τότε κοιμήσαντο παρα πρυμνήσια νηός:
Commented on by msAil 1.1203, msAil 1.1204
Other texts (22 passages)
Scholia group: msA
msA 1.1177: ‡αὐέρυσαν μὲν πρῶτα εἰς τοῦπίσω ἀνέκλων τὸν τράχηλον τοῦ θυομένου ϊερείου ὡς προσέχειν εἰς οὐρανὸν τοῖς θεοῖς οἷς καὶ ἐθύοντο ὡς καὶ αὐτῶν όντων ἐν ουνω πάλιν δὲ τοῖς ἥρωσιν ὡς κατοιχομένοις ἔντομα ἔθυον ἀποβλέπων τὰ κάτω εἰς γῆν⁑
Comments on 1.459
msA 1.1178: ὠμοθέτησαν ἀπο τῶν ωμῶν ἱερείων ἀπαρξάμενοι ἔκοψαν μικρὸν ἀπο παντὸς μέρους καὶ ἐπέθηκαν ἐπι τὰ μηρία ὡς δοκεῖν ὅλα τὰ μέλη τοῦ ιερείου καρποῦσθαι δι ὃ ἡ διπλῇ
Comments on 1.461
msA 1.1179: αὐτὰρ ἐπεὶ κατὰ μηρ’ ἐκάη Πτολεμαῖος τὸ ε τελευταῖον λαμβάνει τοῦ μῆρε ἵνα Ϊακώτερον εκδέξηται τὸ κάη : καὶ Ἀρισταρχος δὲ οὕτως, δύναται δὲ καὶ ἐκάη εἶναι τὸ πλῆρες ἐκθλίψεως γενομενης τοῦ α ὥσπερ καὶ ἐπι τοῦ ἐντελεστέρου αὐτοῦ ὁρῶμεν, η εἰ δη ποτέ τοι κατα πίονα μηρι ἐκηα . τὸ δὲ τοιοῦτο πολὺ παρα τῷ ποιητῇ λέγω δὲ τὸ καὶ τὸν χρόνον τὸν ἔξωθεν φυλάσσειν τὸ ῥῆμα καὶ συνάρχεσθαι τῷ ἐνεστῶτι, ἀπεφηνάμην δὲ ἐντελέστερον τὸ μηρίον τοῦ μηρον ἐκ γὰρ συγκοπῆς αὐτοῦ ἐγεγόνει ἐπεί τοι εὐθύνεται ὁ τόνος: τὰ γὰρ εἰς ος λήγοντα μεταπλασσόμενα εἰς οὐδέτερον γενος τὸ εἰς ον λῆγον τὸν αὐτὸν τόνον φυλάσσει ὁ ζυγός , τὸ ζυγόν τὰ ζυγά , δίφρος δίφρον δίφρα : ὅθεν εἰ καὶ μηρός καὶ μηρὸν καὶ μηρά εἰ δε μῆρα καὶ μήρους , εἰ δε δοίημεν ὅτι κυρίως τὰ ἁγιαζόμενα θεοῖς μῆρα καλεῖται τὸ περι τοῦ σημαινομένου καὶ τοῦ περὶ τὸν τόνον ἁμαρτήματος τὴν λέξιν ἀπολύει⁑
Comments on 1.464
msA 1.1180: ἄρα τ’ άλλα Πτολεμαῖος ὡς τ’ άργ’ ἄλλα ἡ μέντοι κοινὴ ἀνάγνωσις παραπληρωματικὸν ἔλαβε τὸν τε σύνδεσμον, ἐν ἐκείνῳ δὲ συνεσταλμένον τὸ α ἐφύλαξεν καθότι ήδη ἔθος ἐστὶ τῷ ποιητῇ ἐλλείπειν τοῖς ἄρθροις⁑
Comments on 1.465
msA 1.1181: ἀὐτὰρ ἐπεὶ παύσαντο πόνου ὅτι πόνον τὸ επι τῆς ἱερουργιας ἔργον οὐδέποτε δὲ τὴν ἀλγιδόνα πόνον εἴρηκεν⁑
Comments on 1.467
msA 1.1183: ἐξ έρον ἕντο τὸ μὲν ἔρον ὡς Αἰολικὸν ψιλωτέον ἠ καθ ὃ τὸ ε καὶ α προ τοῦ ρ φωνήεντος επιφερομένου ψιλοῦται τὸ δὲ ἕντο δασεώς ἔστι γὰρ παρα τὸ ἵ¨ημι β ao ἧν και εἷς ἡ μετοχή καὶ ἀφεῖς: έμαι , έμην ἕσο ἕτο ἕντο : ταῦτα δὲ καὶ πλεονάζουσι τὸ ϊ πολλαχοῦ⁑
Comments on 1.469
msA 1.1184: κούροι μὲν κρητήρας: ἀρχαῖον ἔθος οἰνοχοεῖν τοὺς νέους δι ὃ καὶ παίδας μέχρι τοῦ νῦν τοὺς δούλους φαμεν καὶ Γανυμήδης καὶ Ἥβη ὑπηρέται θεῶν εἰσιν⁑
Comments on 1.470
msA 1.1186: καλὸν ἀείδοντες ὅτι παιήονα οὐ τὸν Ἀπόλλωνα ἀλλὰ τὸν επι καταλύσει λοιμοῦ ὕμνον καὶ τὸ καλὸν ἀντι τοῦ καλῶς ⁑
Comments on 1.473
msA 1.1187: μέλποντες ἑκάεργον ἀθετεῖται ὅτι νομίσας τις τὸν Ἀπόλλωνα Παιήονα εἰρῆσθαι προσέθηκεν αὐτόν καὶ γίνεται δισσολογία προείρηκε γὰρ οἱ δὲ πανημέριοι μολπῇ θεὸν ϊλάσκοντο : ἀπο δὲ τοῦ εἰπεῖν τὸν ποιητὴν τὸ ὁ δὲ φρένα τέρπετ’ ἀκούων διδάσκει ἡμᾶς ὅτι πλέον τῶν θυσιῶν τέρπονται οἱ θεοὶ τοῖς οἰκείοις ἕκαστος ὕμνοις⁑
Comments on 1.474
Scholia group: msAim
msAim 1.1189: Ἀρισταρχος Ϊακῶς πασαντο ⁑
Comments on 1.464
Scholia group: msAint
msAint 1.1190: ὑπερ τὸ χειλος ἐπλήρωσαν ὡς δοκεῖν ἐστέφθαι τῷ ὑγρῷ⁑
Comments on 1.470
Scholia group: msAil
msAil 1.1191: μεγάλως ἔβλαψας
Comments on 1.454
msAil 1.1192: κριθὰς
Comments on 1.458
msAil 1.1193: αντι τοῦ ἐπι σχιζῶν
Comments on 1.462
msAil 1.1194: ἐγεύσαντο
Comments on 1.464
msAil 1.1195: ἐνδεὴς ἤν
Comments on 1.468
msAil 1.1197: εκορέσθησαν
Comments on 1.469
msAil 1.1198: διεμέρισαν
Comments on 1.471
msAil 1.1200: ὕμνῳ ωδη:
Comments on 1.472
msAil 1.1201: ειδος ωδῆς
Comments on 1.473
msAil 1.1203: παρα τὰ ἀπόγια σχοινια
Comments on 1.476
msAil 1.1204: ἀπο θέματος τοῦ κοιμῶ
Comments on 1.476
previous | next |
---|---|
msA 20v | msA 21v |