Venetus A (Marciana 454 = 822), folio 251, verso

previousnext
msA 251rmsA 252r

Iliad text (25 lines)


Iliad 19.1: Ἠὼς μὲν κροκόπεπλος ἀπ’ Ὠκεανοῖο ῥοάων


Iliad 19.2: ὤρνυθ’. ἵν’ ἀθανάτοισι φόως φέροι ἠδὲ βροτοῖσιν:


Iliad 19.3: δ’ ἐς νῆας ΐκανε θεοῦ πάρα δῶρα φέρουσα:


Iliad 19.4: εὗρε δὲ Πατρόκλω περικείμενον. ὃν φίλον υἱὸν,

Commented on by msA 19.2015office3_1


Iliad 19.5: κλαίοντα λιγέως. πολέες δ’ ἀμφ’ αὐτὸν ἑταῖροι

Commented on by msA 19.2015office3_2


Iliad 19.6: μύρονθ’: ἣ δ’ ἐν τοῖσι παρίστατο δῖα θεάων:

Commented on by msA 19.2015office3_3


Iliad 19.7: ἔν τ’ άρα οἱ φῦ, χειρὶ, ἔπος τ’ ἔφατ’ ἔκ τ’ ὀνόμαζε:


Iliad 19.8: τέκνον ἐμὸν. τοῦτον μὲν ἐάσομεν ἀχνύμενοί περ

Commented on by msAim 19.2015office3_1


Iliad 19.9: κεῖσθαι. ἐπει δὴ πρῶτα, θεῶν ἰ̈ότητι δαμάσθη:


Iliad 19.10: τύνη δ’ Ἡφαίστοιο πάρα. κλυτὰ τεύχεα δέξο

Commented on by msA 19.2015office3_4, msAim 19.2015office3_2


Iliad 19.11: καλὰ μάλ’. οἷ’ οὔ πω τις ἀνὴρ ὤμοισι φόρησεν:


Iliad 19.12: ὡς ἄρα φωνήσασα θεὰ κατα τεύχε’ ἔθηκε


Iliad 19.13: πρόσθεν Ἀχιλλῆος . τὰ δ’ ἀνέβραχε δαίδαλα πάντα.


Iliad 19.14: Μυρμιδόνας δ’ ἄρα πάντας ἕλε τρόμος. οὐδέ τις ἔτλη

Commented on by msA 19.2015office3_5


Iliad 19.15: ἄντην εἰσϊδέειν, ἄλλ’ ἔτρεσαν: αὐταρ Ἀχιλλεὺς

Commented on by msA 19.2015office3_6


Iliad 19.16: ὡς εἶδ’ ὥς μιν μᾶλλον ἔδυ χόλος, ἐν δέ οἱ ὄσσε


Iliad 19.17: δεινὸν ὑπο βλεφάρων ὡς εὶ σέλας ἐξεφάανθεν:

Commented on by msAim 19.2015office3_3


Iliad 19.18: τέρπετο δ’ ἐν χείρεσσιν ἔχων θεοῦ ἀγλαὰ δῶρα.


Iliad 19.19: αὐτὰρ ἐπεὶ φρεσὶν ᾗσι τετάρπετο. δαίδαλα λεύσσων.


Iliad 19.20: αὐτίκα μητέρα ἣν, ἔπεα πτερόεντα προσηύδα:


Iliad 19.21: μῆτερ ἐμὴ. τὰ μὲν ὅπλα θεὸς πόρεν⁚ οἷ’ ἐπιεικὲς


Iliad 19.22: ἔργ’ έμεν ἀθανάτων. μη δὲ βροτὸν ἄνδρα τελέσσαι.


Iliad 19.23: νῦν δ’ ἤτοι μὲν ἐγὼ θωρήξομαι: ἀλλα μάλ’ αἰνῶς


Iliad 19.24: δείδω. μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸν


Iliad 19.25: μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰς.


Other texts (11 passages)


Scholia group: msAil

msAil 19.2015office3_1: εμπαθῶς ⁚

Comments on 19.5@λιγέως


msAil 19.2015office3_2: οις

Comments on 19.17@βλεφάρων


Scholia group: msAim

msAim 19.2015office3_1: οτ αντ εάσωμεν:

Comments on 19.8


msAim 19.2015office3_2: σημειοῦνται τινες ὅτι Δωρικὸν τὸ τύνη ⁑

Comments on 19.10


msAim 19.2015office3_3: ουτ Ἀρισταρχ ἄλλοι δὲ ἐξεφαἄνθη ⁑

Comments on 19.17


Scholia group: msA

msA 19.2015office3_1: εὗρε δὲ Πατρόκλῳ πεκειμε τινὲς ἀνέστρεψαν τὴν περι , ἵν ᾖ πε Πατρόκλῳ κείμενον ἐπεὶ καὶ ἐν ἑτέροις ἔφη ἀμφ’ αὐτῷ χύμένῃ τῇ δοτικῇ συντάξας τὴν πρόθεσιν οὐ τῇ μετοχῇ. ἡμῖν δὲ δοκεῖ ὥσπερ ἐτι καὶ τοῖς πλείοσιν καὶ τῷ Ἀσκαλωνίτῃ ἓν εἶναι τὸ περικείμενον ἔμφασις γὰρ μείζων νοεῖται ⁑

Comments on 19.4


msA 19.2015office3_2: κλαίοντα λιγέωσ, πάντας τοὺς ήρωας ἁπλότητος χάριν εὐχερῶς ἐπὶ δάκρυα ἄγει. Ἀγαμέμνονα . Πάτροκλοv Ὀδυσσέα ἐφ οὗ καὶ τὴν παραβολὴν τῆς χείρας ἔλαβεν. αἰεὶ δ’ ἀριδάκρυες ἄνδρες ἐσθλοὶ :λιγέως δὲ ὀξέως ἠ ἡδέως μετα γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ λιγέως ⁑

Comments on 19.5


msA 19.2015office3_3: μύροντο ἐθρήνουν ἠ ἐχέοντο. ὅθεν καὶ μῦρον τὸ πρωτον ἐκχυθὲν δάκρυον ἀπο Μύρης της μιγείσης τῷ πατρί ⁑

Comments on 19.6


msA 19.2015office3_4: τύνη δ’ Ἡφαίστοιο πὰρα, ἀναστρεπτέον τὴν πρόθεσιν ἔστι γὰρ παρ’ Ηφαίστου . τὸ δὲ τύνη ἀεὶ ἐπι αρσενικοῦ λαμβάνει ὁ ποιητής ⁑

Comments on 19.10


msA 19.2015office3_5: Μυρμιδόνας δ’ ἄρα ὅτι Ζηνόδοτ γράφει ἐλεο φόβος καθ Ὅμηρον δέ ἐστι φόβος ἡ φυγή ⁑

Comments on 19.14


msA 19.2015office3_6: ἄντην εἰσιδέειν: ὅτι ἐλέγχεται Ζηνόδοτος γράφων ἕλεν φόβος τὸ γὰρ τρέσαι ἀπο τοῦ τρόμου ⁑

Comments on 19.15


previousnext
msA 251rmsA 252r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1