Venetus A (Marciana 454 = 822), folio 266, recto

previousnext
msA 265vmsA 266v

Iliad text (27 lines)


Iliad 20.303: ὄφρα μὴ ἄσπερμος γενεὴ καὶ ἄφαντος ὄληται


Iliad 20.304: Δαρδάνου . ὃν Κρονίδης περὶ πάντων φίλατο παίδων


Iliad 20.305: οἵ ἑθεν ἐξεγένοντο γυναικῶν τε θνητάων:


Iliad 20.306: ἤδη γὰρ Πριάμου γενεὴν ἤχθηρε Κρονίων :


Iliad 20.307: νῦν δὲ δὴ Αἰνείαο βίη Τρώεσσιν ἀνάξει.


Iliad 20.308: καὶ παιδων παῖδες τοῖ κεν μετόπισθε γένωνται.


Iliad 20.309: τὸν δ’ ἠμείβετ’ ἔπειτα βοῶπις πότνια Ἥρη :


Iliad 20.310: ἐννοσίγαι’. αὐτὸς σὺ μετὰ φρεσὶ, σῇσι, νόησον


Iliad 20.311: Αἰνείαν ἤ κέν, μιν ἐρύσσεαι. ἤ κεν, ἐάσεις:


Iliad 20.313: ἤτοι μὲν γὰρ νῶϊ πολεῖς ὠμόσσαμεν ὅρκους


Iliad 20.314: πᾶσι μετ αθανάτοισιν, ἐγὼ καὶ Παλλὰς Ἀθήνη


Iliad 20.315: μή ποτ’ ἐπὶ Τρώεσσιν ἀλεξήσειν κακὸν ῆμαρ.


Iliad 20.316: μηδ’ ὁπότ’ αν Τροίη μαλερῷ πυρὶ πᾶσα δάηται


Iliad 20.317: δαιομένη : δαίωσι δ’ ἀρήϊοι υἷες Ἀχαιῶν:


Iliad 20.318: αὐτὰρ ἐπεὶ τό γ’ ἄκουσε Ποσειδάων ἐνοσίχθων.


Iliad 20.319: βῆ ῥ’ ΐμεν, ἄν, τε μάχην καὶ ἀνὰ κλόνον ἐγχειάων.


Iliad 20.320: ΐξε δ’ ὅθ’ Αἰνείας ἠδ’ ὁ κλυτὸς ῆεν Ἀχιλλεύς :


Iliad 20.321: αὐτίκα τῷ μὲν ἔπειτα κατ’ ὀφθαλμῶν χέεν ἀχλὺν.


Iliad 20.322: Πηλείδῃ Ἀχιλῆϊ , ὁ δὲ μελίην εὔ+χαλκον


Iliad 20.323: ἀσπίδος ἐξέρυσεν μεγαλήτορος, Αἰνείαο :


Iliad 20.324: καὶ τὴν μὲν προπάροιθε ποδῶν Ἀχιλῆος ἔθηκεν:


Iliad 20.325: Αἰνείαν δ’ ἔσσευεν. ἀπο χθονὸς ὑψόσ’ ἀείρας:


Iliad 20.326: πολλὰς δὲ στίχας ἡρώων, πολλὰς δὲ καὶ ἵππων.


Iliad 20.327: Αἰνείας ὑπερᾶλτο, θεοῦ ἀπὸ χειρὸς ὀρούσας:


Iliad 20.328: ἴ+ξε δ’ ἐπ’ εσχατιὴ=ν πολυάϊκος πολέμοιο:


Iliad 20.329: ἔνθα δε Καύκωνες πόλεμον μέτα θωρήσσοντο:


Iliad 20.330: τῷ δὲ μάλ’ ἐγγύθεν ἦλθε Ποσειδάων ἐνοσίχθων.


Other texts (8 passages)


Scholia group: msAext

msAext 20.266r_1: Ποσιδα

Comments on 20.318


Scholia group: msAim

msAim 20.266r_1: παρα Ἀριστοφ ήχθαιρε ⁑

Comments on 20.306


Scholia group: msA

msA 20.266r_1: νῦν δὲ δὴ Αἰνείαο : σημειοῦνται τινὲς πρὸς τὴν ἰστορίαν καὶ ἐπεὶ μεταγράφουσι τινὲς Αἰνείω γενεὴ πάντεσσιν ἀνάξει ὡς προθεσπίζοντος τοῦ ποιητοῦ τὴν Ῥωμαίων ἀρχήν : Ἀφροδίτη χρῆσμου ἐκπέσοντος ὅτι τῆς τῶν Πριαμιδῶν ἀρχῆς καταλυθείσης οἱ ἀπ Αγχίσου Τρώων βασιλεύσουσιν Ἀγχίσῃ παρηκμακότι συνῆλθεν τεκοῦσα δ’ Αἰνείαν καὶ βουλομένη πρόφασιν κατασκευασι τῆς τῶν Πριαμιδῶν καταλύσεως Ἀλεχάνδρω πόθον Ἑλένης ἐνέβαλε καὶ μετὰ τὴν ἀρπαγὴν τὸ μὲν δοκεῖν συνεμάχει τοῖς Τρωσὶ ταῖς δὲ ἀληθείαις παρηγόρει τὴν ἦτταν αυτῶν ἵνα πάντεσλῶς ἀπελπίσαντες ἀποδῶσι τὴν Ἑλένην : ἡ ἰστορία παρα Ἀκουσιλαῳ ⁑

Comments on 20.307


msA 20.266r_2: καὶ παῖδες παίδων τοί κεν μετοπισθεν γένωνται: αἱ δια τῶν πόλεων λείπωνται εῖχον ἀντι τοῦ γένωνται ⁑

Comments on 20.308


msA 20.266r_3: Αἰνείαν η κεν μιν: ὅτι περισσὸς ὁ κεν καὶ ἐστι τὸ ἑξῆς ὴ ερύσῃς ἢ αὐτὸν ἐάσεις . ἡ δὲ ἀναφορὰ προς τὰς τοιαύτας ἀναγνώσεις: ὅτι πρῶτον μὲν ἔπειτα δέ κ’ αὐτὸς ὀνήσεαι μάλιστα δέ κ’ αὐτὸς ἀνέγνω ⁑

Comments on 20.311


msA 20.266r_4: Πηλείδῃ Ἀχιλῆϊ : ἀθητοῦνται στίχοι τρεῖς ὅτι οὐκ ανέσχηται τῇ ἀσπίδι τὸ δόρυ τοῦ Ἀχιλλέως , ἀλλα’ διαπρὸ, Πελιὰς ἤϊξεν μελίη καὶ ἔγχει ἡ δ’ ὰρ ὑπερ νώτου ἐνι γαίῃ πῶς οῦν ὁ Ποσειδῶν ἐκ τῆς ἀσπίδος ἤρυσε τὸ δόρυ⁑

Comments on 20.322-20.324


msA 20.266r_5: θεοῦ ἀπο χειρὸς ὀρούσας: δύναται ἡ απο καὶ ἀναστρέφεσθαι ἵν’ ἀπο θεοῦ : καὶ φυλάσσειν τὸν τόνον ἵν ᾖ ἀπορούσας ὅπερ καὶ βέλτιον⁑

Comments on 20.327


msA 20.266r_6: Καύκωνες : οἱ μεν Τρωϊκὸν ἔθνος βάρβαρον: ἄλλοι δὲ Παφλαγονίας : οἱ δὲ τοὺς ἐπίκλην Καυνίους . ἡ δὲ Καῦνος , πόλις παρὰ αλος πλησιον Λυκιας και Καρίας ⁑

Comments on 20.329


previousnext
msA 265vmsA 266v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1