Venetus A (Marciana 454 = 822), folio 267, recto

previousnext
msA 266vmsA 267v

Iliad text (25 lines)


Iliad 20.356: ἀργαλέον δέ μοι ἐστὶ καὶ ἰ+φθίμῳ περ ἐόντι.


Iliad 20.357: τοσσούσδ’ ἀνθρώπους ἐφέπειν, καὶ πᾶσι μάχεσθαι:


Iliad 20.358: οὐδέ κ’ Ἄρης , ὅς περ θεὸς ἄμβροτος. οὐδέ κ’ Ἀθήνη .


Iliad 20.359: τόσσησδ’ ὑσμίνης ἐφέποι, στόμα. καὶ πονέοιτο:


Iliad 20.360: ἂλλ’ ὅσσον μὲν ἐγὼ δύναμαι, χερσίν τε: ποσίν τε:


Iliad 20.361: καὶ σθένει. οὔ μ’ ἔτι φημὶ μεθησέμεν, οὐδ’ ἠβαιόν:


Iliad 20.362: ἀλλὰ μάλα στιχὸς εἶμι διαμπερὲς. οὐδέ τιν’ οἴω


Iliad 20.363: Τρώων χαιρήσειν. ὅς τις σχεδὸν ἔγχεος ἔλθῃ :


Iliad 20.364: ὡς φάτ’ ἐποτρύνων: Τρώεσσι δὲ φαίδιμος Ἕκτωρ .


Iliad 20.365: κέκλεθ’ ὁμοκλήσας. φάτο δ’ ΐμεναι ἄντ’ Ἀχιλῆος :


Iliad 20.366: Τρῶες ὑπέρθυμοι: μὴ δείδιτε Πηλείωνα :


Iliad 20.367: καί κεν, ἐγὼν ἐπέεσσι καὶ ἀθανάτοισι μαχοίμην:


Iliad 20.368: ἔγχεϊ δ’ ἀργαλέον. ἐπει ῆ πολὺ φέρτεροί εισιν:


Iliad 20.369: οὐδ’ Ἀχιλεὺς πάντεσσι τέλος μύθοις ἐπιθήσει.


Iliad 20.370: ἀλλὰ τὸ μὲν τελέει. τὸ δὲ καὶ μεσσηγὺ κολούει:


Iliad 20.371: τῷ δ’ ἐγὼ ἀντίος εἶμι: καὶ εἲ πυρὶ χεῖρας ἔοικεν:


Iliad 20.372: εἰ πυρὶ χεῖρας ἔοικε. μένος δ’ αἴθωνι σιδήρῳ:


Iliad 20.373: ὡς φάτ’ ἐποτρύνων: οἱ δ’ ἀντίοι ἔγχε’ ἄειραν


Iliad 20.374: Τρῶες , τῶν δ’ ἄμυδις μίχθη μένος. ῶρτο δ’ ἀϋτή:


Iliad 20.375: καὶ τότ’ ὰρ’ Ἕκτορα εἶπε παραστὰς Φοῖβος Ἀπόλλων :


Iliad 20.376: Ἕκτορ . μηκέτι πάμπαν Ἀχιλλῆϊ προμάχιζε_


Iliad 20.377: ἀλλὰ κατὰ πληθύν τε καὶ ἐκ φλοίσβοιο δέδεξο:


Iliad 20.378: μή πως σ’ ἠὲ βάλῃ. ἠὲ σχεδὸν ἄορι τύψῃ:


Iliad 20.379: ὡς ἔφαθ’: Ἕκτωρ δ’ αῦτις ἐδύσετο οὐλαμὸν ἀνδρῶν


Iliad 20.380: ταρβήσας, ὅτ’ άκουσε θεοῦ ὄπα φωνήσαντος:


Other texts (14 passages)


Scholia group: msAint

msAint 20.267r_1: ἐν αλλω τοῦ δ’ ἐγὼ

Comments on 20.371


Scholia group: msAil

msAil 20.267r_1: διώκειν

Comments on 20.357@ἐφέπειν


msAil 20.267r_2: τῆς σταξεωσ

Comments on 20.362@στιχὸς


msAil 20.267r_3: πορεύσθαι

Comments on 20.365@ϊμεναι


msAil 20.267r_4: μειοῖ

Comments on 20.370@κολούει


msAil 20.267r_5: προσδέχου

Comments on 20.377@δέδεξο


Scholia group: msA

msA 20.267r_1: αργαλέον δέ μοι ἐστι ἄμεινον ἐνθάδε ἀπόλυτον λαμβάνειν τὴν ἀντωνυμίαν τουτέστιν ἐγκλιτικῆν ⁑

Comments on 20.356


msA 20.267r_2: τόσσους δ’ ἀνους ὁ Ἀσκαλωνίτης προπερισπᾷ ἐπεί φησι κατά δειξιν λεγεται. καὶ τὸ τόσσης δ’ ὑσμίνης Ἀρίσταρχ μέντοι καὶ οἱ πλείους παρολκὴν ἐξεδέξαντο του δε καὶ ἐπείσθη ταύτη τῇ ἀναγνώσει ἡ παράδοσις: οὐκ αδόκιμος δὲ καὶ ἡ τοῦ Ἀσκαλωνίτου ⁑

Comments on 20.357


msA 20.267r_3: ἀλλα μαλα προς τὸ σημαινόμενον ὅτι δι όλης τῆς τάξεως πορεύσομαι διανταίαν απ αρχῆς ἕως πέρατος⁑

Comments on 20.362


msA 20.267r_4: στιχός: ὡς τριχὸς ἀπεθείας τῆς στίξ καὶ γὰρ στίχες λέγει καὶ στίχας : τὸ δε εἰμι προπερισπαστ σημαίνει γὰρ τὸ πορεύομαι⁑

Comments on 20.362


msA 20.267r_5: τῷ δ’ ἐγὼ ἀντίος εἰμι_ καὶ εἰ πυρὶ χείρας: ἄγκυλον τὸ διανόημα. καὶ πολὺν ἐν βραχεῖ νοῦν ἔχον καὶ δια τῆς ἐπαναλήψεως ἐμφαῖνον ὑπερβολὴν τῆς ἀμφοῖν δυνάμεως. πυρὸς μὲν ὀξύτητοα. σιδήρου δὲ καρτερίαν παραλαβν

Comments on 20.371


msA 20.267r_6: εἰ πυρὶ χείρας: προς τὴν ἐπανάληψιν ὅτι ἐν συνεχῶς ἐν δε ἅπαξ⁑

Comments on 20.372


msA 20.267r_7: καὶ τότ’ ὰρ Ἔκτορα: ὅτι ἐλλείπει ἡ πρὸς προθέσις προς Έκτορα καί τοι παρῆν εἰπεῖν Ἕκτορι εἶπεν ἀλλα συνηθ παρέλειπε τὴν πρόθεσιν. καὶ τοτ ὰρ Αἴας εῖπε βοὴν ἀγαθὸν Μενέλαον ⁑

Comments on 20.375


msA 20.267r_8: μήπως ηε βάλη: ὅτι διέσταλκε τὸ βαλλεῖν καὶ τὸ τύψαι διδασκαλικῶς προσθεὶς σχεδὸν οἷον σχέδην ἐκ τοῦ σύνεγγυς⁑

Comments on 20.378


previousnext
msA 266vmsA 267v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1