Venetus A (Marciana 454 = 822), folio 90, verso
previous | next |
---|---|
msA 90r | msA 91r |
Iliad text (25 lines)
Iliad 6.505: σεύατ’ ἔπειτ’ ἀνὰ ἄστυ. ποσὶ κραιπνοῖσι πεποιθώς:
Iliad 6.506: ὡς δ’ ὅτε τις στατὸς ἵ̈ππος ἀκοστήσας ἐπι φάτνῃ.
Commented on by msA 6.150
Iliad 6.507: δεσμὸν ἀπορρήξας. θείῃ πεδίοιο κροαίνων.
Iliad 6.508: εἰωθὼς λούεσθαι ἐϋρρεῖος ποταμοῖο.
Commented on by msA 6.154
Iliad 6.509: κυδιόων. ὑψοῦ δὲ κάρη ἔχει: ἀμφὶ δὲ χαῖται
Commented on by msA 6.153
Iliad 6.510: ὤμοις ἀΐσσονται. ὁ δ’ ἀγλαΐηφι πεποιθὼς,
Iliad 6.511: ῥίμφά ἑ γοῦνα φέρει μετά τ’ ἤθεα καὶ νομὸν ἵ̈ππων.
Commented on by msA 6.155, msAim 6.278
Iliad 6.512: ὡς υἱὸς Πριάμοιο Πάρις . κατα Περγάμου ἄκρης.
Iliad 6.513: τεύχεσι παμφαίνων ὥς τ’ ἠλέκτωρ ἐβεβήκει
Commented on by msA 6.156, msAim 6.279
Iliad 6.514: καγχαλόων. ταχέες δὲ πόδες φέρον: αἶψα δ’ ἔπειτα
Commented on by msA 6.157
Iliad 6.515: Ἕκτορα δῖον ἔτετμεν ἀδελφεὸν εὐτ’ ὰρ ἔμελλε
Iliad 6.516: στρέψεσθ’ ἐκ χώρης, ὅθι ᾗ ὀάριζε γυναικί.
Iliad 6.517: τὸν πρότερος προσέειπεν Ἀλέξανδρος θεοειδής:
Iliad 6.518: ἠθεῖ’, ἦ μάλα δή σε καὶ ἐσσύμενον κατερύκω
Commented on by msA 6.158, msA 6.159, msA 6.160, msAim 6.280
Iliad 6.519: δηθύνων. οὐδ’ ἦλθον ἐναίσιμον. ὡς ἐκέλευες:
Iliad 6.520: τόνδ’ ἀπαμειβόμενος προσέφη κορυθαιόλος Ἕκτωρ :
Iliad 6.521: δαιμόνι’, οὐκ άν τίς τοι ἀνηρ, ὃς ἐναίσιμος εἴῃ.
Commented on by msAil 6.A27
Iliad 6.522: ἔργον ἀτιμήσειε μάχης. ἐπεὶ ἄλκιμός ἐσσι:
Commented on by msAim 6.281
Iliad 6.523: ἀλλὰ ἑκὼν μεθίεις τε καὶ οὐκ ἐθέλεις. τό δ’ ἐμὸν κῆρ
Iliad 6.524: ἄχνυται ἐν θυμῷ. ὅθ’ ὑπερ σέθεν αἴσχε ἀκούω
Commented on by msAil 6.A28
Iliad 6.525: πρὸς Τρώων : οἳ ἔχουσι πολὺν πόνον εἵνεκα σεῖο:
Iliad 6.526: ἀλλ’ ΐομεν: τὰ δ`’ ὄπισθεν ἀρεσσόμεθ’ αἴ κέ ποθι Ζεὺς
Commented on by msAil 6.A29
Iliad 6.527: δῴῃ. ἐπουρανίοισι θεοῖς αἰειγενέτῃσι
Commented on by msAim 6.282
Iliad 6.528: κρητῆρα στήσασθαι ἐλεύθερον ἐν μεγάροισιν.
Iliad 6.529: ἐκ Τροίης ἐλάσαντας ἐϋκνήμιδας Ἀχαιούς ⁑
Other texts (18 passages)
Scholia group: msA
msA 6.149: ‡ ὡς δ’ ὅτε τις στατος καὶ τούτοις ὁμοίοις ἀστερίσκοι παράκεινται οτι την παραβολὴν όλην ἐπι Ἔκτορος βληθέντος λίθῳ ὑπ Αἵαντος μετήνεγκεν ἐντεῦθεν: ἡ δὲ διπλη προς τὸ ἀκοστήσας ὅτι ἄλλοι ἄλλως ἀπέδωκαν ἔστι δε ἥτοι ἐν αχει γενόμενος δια την στάσιν ἠ ακος τϊ καὶ βοήθημα της στάσεως ζητῶν ⁑
Comments on 6.506-6.511
msA 6.150: ἀκοστήσας ἄκος τῆς στάσεως λαβῶν τοῦτέστιν ΐαμα καὶ κριθιάσας κυρίως δε αἱ πασαι αἱ τροφαὶ. ἀκοσταὶ καλοῦνται παρα Θεσαλοῖς ὡς καὶ Νίκανδρος παρα τὸ ῾ΐστασθαι τὰ σώματα τρεφόμενα ἐν ἄλλω καιρῶ παραλαβων βελτιον δὲ δυσχεράνας ἐπι τῆ της φάτνης στάσει. οἱ δὲ αγοστήσας ἀγοιστὸς γὰρ ὁ ῥῦπος. ἢ ἡσυχασας παρα τὴν ἀχην ⁑
Comments on 6.506
msA 6.151: ‡ δεσμὸν ἀπορρήξας ἡ διπλῆ οτι ἐλλείπει ἡ δία καὶ τὸ κροαίνων οὐκ ἐστιν ἐπιθυμῶν ὡς Ἀρχίλοχος ἐξέλαβεν ἀλλ’ επικροτῶν τοῖς ποσὶ δια τοῦ πεδίου ⁑
Comments on 6.507
msA 6.152: ἄλλως οἱ νεώτεροι ἐπιθυμεῖν το κροαίνειν καὶ Ἀρχίλοχος ⁑
Comments on 6.507
msA 6.153: ὑψ οὐ δὲ καρη ἐχει δοκεῖ ἡ κόμη μεγαλοπρεπείας αἰτία εἶναι τοῖς ἵπποις ⁑
Comments on 6.509
msA 6.154: ειωθῶς λούεσθαι ἐϋρρεῖος ποταμοῖο λείπει ὕδατι. ἡ ποταμὸν εἴρηκεν τὸ τοῦ ποταμοῦ ὕδωρ ⁑
Comments on 6.508
msA 6.155: ῥιμφά ε Ζηνόδοτος ῥιμφ ἑὰ γοῦνα φέρει: Ποσειδόνιος δὲ ὁ ἀναγνώστης Ἀριστάρχου διαιρέσεως τὸ ε ψιλῶς προφέρεται παρέλκειν αὐτὸ λέγων ὡς ἐντῷ ἠὲ σὺ τόνδε δέδεξο καὶ λύεται τὸ σολοικοφανες: ὁ δὲ Ὅμηρος υπο τῶν γονάτων καὶ ποδῶν φέρεσθαι λέγει τὸν μὲν ἂρ ὣς εἰπόντας πόδες φέρον ⁑
Comments on 6.511
msA 6.157: καγχαλόωντα χέες δὲ πόδες οτι ὑπο τῶν ποδῶν φέρεται οὐκ αυτὸς τοὺς πόδας φέρει προς ἔλεγχον Ζηνοδότου ⁑
Comments on 6.514
msA 6.158: ἠθεῖε ταῦτα τινὲς προσαγορευτικά: οὐδε πότε δὲ περί τινος αὐτὰ φησὶν: τέττα: φίλον ἄττα: τροφέως: πάπα: πρς . ἠθεὶε: ἀδελφου γέγονε δὲ τὸ ἠθεῖος ἠ παρα τὸ θεῖος καταπλεονασμὸν του η ἡθεῖος: πλεονάζει γὰρ τὸ ῆ εν πολλαῖς λέξεσι ὡς μύει ἠμύει τῶ κε τάχ’ ἠμύσειε πόλις. πεδανος. ἡπεδανος ευγενης εὐηγενης: τείχει ὑπο Τρώων εὐηγενεών ἀπολέσθαι ⁑
Comments on 6.518
msA 6.159: βαιός, ἣβαιός. ἢ παρα τὸ ἔθος ἔθειος. ὡς τέλος τελειος ὁρος ὁρειος ὄνειδος ὁνείδιος. καὶ τροπῆ τοῦ ε εἰς τὸ η καὶ καταβιβασμῶ τοῦ τόνου γίνεται ἠθεῖος ἀναλογώτερον δέ ἐστιν ἐκ του ἔθος: ἐκ γὰρ του θεῖος καὶ ἡ αὐτῆ στάσις σώζεται καὶ ὁλίγα πάθη δίδονται: ἐκ δὲ τοῦ ἕθας καὶ ἀλλότριος ὁ τόνος καὶ πολλὰ τὰ πάθη δίδινται ⁑
Comments on 6.518
msA 6.160: ἠθεῖε Ἀρισταρχος προπερισπᾷ ὡς οἱκεῖε καὶ ἵσως τὸ θεῖος λεγώ δὲ τὸ συμαντικον του ἐπαίνου κατα πλεονασμον του θ εγένετο. εἰ καὶ νεοτέρου ἐστι προς πρεσβύτερον ἀδ ἐχουσα σεβασμον προσφώνησις: οὐκ αγνοῶ δὲ ὅτι συγχεῖται ἐν τοῖς μεθ Ὅμηρον ⁑
Comments on 6.518
Scholia group: msAint
msAint 6.205: αντι ἀγλαΐηφι πεποιθότα ⁑
Comments on 6.510-6.511
Scholia group: msAim
msAim 6.278: μετέβη τὴν πτῶσιν τὸ γὰρ ἑ αὐτὸν σημαίνει ⁑
Comments on 6.511
msAim 6.279: διασταλτεον ἐπι τὸ ηλέκτωρ λάμπειν γὰρ αὐτὸν φησιν ὡς ἥλιον ⁑
Comments on 6.513
msAim 6.280: τὸ η πευστικως καὶ ἡθικῶς ⁑
Comments on 6.518
msAim 6.281: ἀλλ ἐπεῖ ἀλκιμός εσσι ἑκῶν μεθίεις ⁑
Comments on 6.522
msAim 6.282: βραχὺ διασταλ ἐπι τὸ δῴη θεοῖς γὰρ κρατηρα τήσασθαι λέγει ⁑
Comments on 6.527
Scholia group: msAext
msAext 6.300: οτι εις ὁ κειται
Comments on 6.506-6.511
previous | next |
---|---|
msA 90r | msA 91r |