Venetus A (Marciana 454 = 822), folio 96, verso
previous | next |
---|---|
msA 96r | msA 97r |
Iliad text (25 lines)
Iliad 7.277: μέσσῳ δ’ ἀμφοτέρων σκῆπτρα σχέθον. εἶπέ τε μῦθον
Iliad 7.278: κῆρυξ Ἰ̈δαῖος , πεπνυμένα μήδεα εἰδώς:
Iliad 7.279: μηκέτι παῖδε φίλω πολεμίζετε. μὴ δὲ μάχεσθον.
Iliad 7.280: ἀμφοτέρω γάρ σφῶϊ φιλεῖ, νεφεληγερέτα Ζεύς .
Commented on by msAext 7.2018
Iliad 7.281: ἄμφω δ’ αἰχμητὰ. τό γε δὴ καὶ ἴ̈δμεν ἅπαντες:
Iliad 7.282: νὺξ δ’ ἤδη τελέθει: ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι:
Commented on by msA 7.2009, msA 7.2010
Iliad 7.283: τὸν δ’ ἀπαμειβόμενος προσέφη Τελαμώνιος Αἴας :
Iliad 7.284: Ἰ̈δαῖ’ : Ἕκτορα ταῦτα κελεύετε μυθήσασθαι:
Iliad 7.285: αὐτὸς γὰρ χάρμῃ προκαλέσσατο πάντας ἀρίστους.
Commented on by msAim 7.2014
Iliad 7.286: ἀρχέτω. αὐτὰρ ἐγὼ μάλα πείσομαι. ᾗ περ ἂν οὗτος:
Iliad 7.287: τὸν δ’ αῦτε προσέειπε μέγας κορυθαίολος Ἕκτωρ :
Iliad 7.288: Αἶαν : ἐπεί τοι δῶκε θεὸς μέγεθός τε βίην τε.
Iliad 7.289: καὶ πινυτὴν. περὶ δ’ ἔγχει Ἀχαιῶν φέρτατός ἐσσι.
Iliad 7.290: νῦν μὲν παυσώμεσθα μάχης καὶ δηϊοτῆτος
Commented on by msAim 7.2015
Iliad 7.291: σήμερον. ὕστερον αὖτε μαχησόμεθ’. εἰς ό κε δαίμων
Iliad 7.292: ἄμμε διακρίνῃ. δῴη δ’ ἑτέροισί γε νίκην:
Iliad 7.293: νὺξ δ’ ἤδη τελέθει: ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι:
Commented on by msAim 7.2016
Iliad 7.294: ὡς σύ τ’ τ’ ἐϋφρήνῃς πάντας παρὰ νηυσὶν Ἀχαιοὺς .
Iliad 7.295: σούς τε μάλιστα ἔτας. καὶ ἑταίρους. οἵ τοι ἔασιν.
Commented on by msA 7.2012
Iliad 7.296: αὐτὰρ ἐγὼ κατὰ ἄστυ μέγα Πριάμοιο ἄνακτος.
Iliad 7.297: Τρῶας ἐϋφρανέω. καὶ Τρῳάδας ἑλκεσιπέπλους:
Iliad 7.298: αἵ τε μοι εὐχόμεναι. θεῖον δύσονται ἀγῶνα:
Commented on by msA 7.2013
Iliad 7.299: δῶρα δ’ άγ’ ἀλλήλοισι περικλυτὰ δώομεν ἄμφω.
Iliad 7.300: ὄφρά τις ὧδ’ εἴπῃσιν Ἀχαιῶν τε Τρώων τε:
Iliad 7.301: ἠμὲν. ἐμαρνάσθην ἔριδος περι θυμοβόροιο.
Commented on by msAext 7.2017
Other texts (10 passages)
Scholia group: msA
msA 7.2009: νύξ δ’ ἤδη τελέθει: ὅτι ἐντευθ εἰς τὰ ἑξῆς μετενήνεκται: ὁ μὲν γὰρ κήρυξ αἰτίαν λέγει, δι ὴν οὐ πολεμητέον: ὁ δὲ Ἕκτωρ ἑ αὐτὸν μετὰ προφάσεως μη συλλυέτω ⁑
Comments on 7.282
msA 7.2010: πίθεσθαι : παροξυντέον μέσος γάρ ἐστι β ἀόριστος:
Comments on 7.282
msA 7.2011: καὶ πινυτὴν περί δ’ ἔγχει ⁑ Ἀρίσταρχος ὡς καλήν καὶ ἐπεκράτησεν οὕτώς ἡ παράδοσις ὑποστικτέον πινυτὴν , ἵνα περισσὸς ὁ σύνδεσμος ᾖ. ἠ ὑποστικτέον καὶ κατα τὸ τελος τοῦ στίχου ἵνα γενηται ἀνταπόδοσις, αὕτη, νῦν μὲν παυσώμεσθα ⁑
Comments on 7.289-7.290
msA 7.2012: σούς τε μάλιστα ἔτας: ἀθετεῖται ὡς καθαίρων τὰ προειρημε ὡσ σύ τ’ ἐυφρήνεις πάντας . ἔχει δὲ καὶ δια λογίαν ἕτας καὶ ἑταίρους ⁑
Comments on 7.295
msA 7.2013: ‡ αἵ τε μοι εὐχόμεναι θεῖον δύσονται ἀγῶνα: ὅτι οὕτως τὴν ἄγυρον καὶ συναγωγήν τῶν θεῶν δια τὸ πολλῶν θεῶν ἐν ταυτῷ εἶναι ἀγάλματα ⁑
Comments on 7.298
Scholia group: msAim
msAim 7.2014: ἐν άλλω οὗτοι γαρ :
Comments on 7.285
msAim 7.2015: εν αλλω νῦν μὲν παύσωμεν πόλεμον καὶ δηϊοτῆτα ⁑
Comments on 7.290
msAim 7.2016: οτ ἀπο τοῦ λο τοῦ κηρυκος μετενήνεκται ⁑
Comments on 7.293
Scholia group: msAext
msAext 7.2017: πέρι θμοβ
Comments on 7.301
msAext 7.2018: γὰρ σφῶϊ
Comments on 7.280
previous | next |
---|---|
msA 96r | msA 97r |