Venetus A (Marciana 454 = 822), folio 102, verso

previousnext
msA 102rmsA 103r

Iliad text (25 lines)


Iliad 8.91: εἰ μὴ ὰρ ὀξὺ νόησε βοὴν ἀγαθὸς Διομήδης :


Iliad 8.92: σμερδαλέον δ’ ἐβόησεν ἐποτρύνων Ὀδυσσῆα :


Iliad 8.93: διογενὲς: Λαερτιάδη πολυμήχαν’ Ὀδυσσεῦ :

Commented on by msA 8.78


Iliad 8.94: πῇ φεύγεις μετὰ νῶτα βαλὼν, κακὸς ὡς. ἐν ὁμίλῳ:

Commented on by msA 8.79


Iliad 8.95: μή τίς τοι φεύγοντι, μεταφρένω ἐν δόρυ πήξῃ:

Commented on by msA 8.80


Iliad 8.96: ἀλλὰ μέν’. ὄφρα γέροντος ἀπώσομεν ἄγριον ἄνδρα:


Iliad 8.97: ὡς ἔφατ’, οὐδ’ ἐσάκουσε πολύτλας. δῖος Ὀδυσσεύς :

Commented on by msA 8.81, msA 8.82, msA 8.83


Iliad 8.98: ἀλλὰ παρήϊξεν κοίλας ἐπὶ νῆας Ἀχαιῶν :


Iliad 8.99: Τυδείδης δ’ αὐτός περ ἐὼν, προμάχοισιν ἐμίχθη:

Commented on by msAim 8.89


Iliad 8.100: στῆ δὲ πρόσθ’ ἵππων, Νηληϊάδαο γέροντος:


Iliad 8.101: καί μιν φωνήσας, ἔπεα πτερόεντα προσηύδα:


Iliad 8.102: ὦ γέρον, ῆ μάλα δή σε νέοι τείρουσι μαχηταί:


Iliad 8.103: σὴ δὲ βίη λέλυται: χαλεπὸν δέ σε γῆρας ὀπάζει:

Commented on by msAint 8.93, msAim 8.90


Iliad 8.104: ηπεδανὸς δέ νύ τοι θεράπων, βραδέες δέ τοι ἵπποι:

Commented on by msA 8.84


Iliad 8.105: ἀλλ’ άγ’, ἐμῶν ὀχέων ἐπιβήσεο: ὄφρα ἴ̈δηαι


Iliad 8.106: οἷοι Τρώϊοι ἵ̈πποι: ἐπιστάμενοι πεδίοιο

Commented on by msAint 8.94


Iliad 8.107: κραιπνὰ μάλ’ ἔνθα καὶ ἔνθα διωκέμεν ἠδὲ φέβεσθαι:

Commented on by msA 8.86


Iliad 8.108: οὕς ποτ’ ἀπ’ Αἰνείᾱν ἑλόμην, μήστωρε φόβοιο:

Commented on by msA 8.9000, msA 8.87


Iliad 8.109: τούτω μὲν θεράποντε κομείτων: τώδε δὲ νῶϊ

Commented on by msA 8.88, msAim 8.91


Iliad 8.110: Τρωσὶν ἐφ’ ἱπποδάμοις ἰ̈θύνομεν: ὄφρα καὶ Ἕκτωρ


Iliad 8.111: εἴσεται: ἢ καὶ ἐμὸν δόρυ μαίνεται ἐν παλάμῃσιν:


Iliad 8.112: ὡς ἔφατ’, οὐδ’ ἀπίθησε Γερήνιος . ἱππότα Νέστωρ :


Iliad 8.113: Νεστορέας μὲν ἔπειθ’ ἵ̈ππους, θεράποντε κομείτην


Iliad 8.114: ἴφθιμος: Σθένελός τε. καὶ Εὐρυμέδων ἀγαπήνωρ:

Commented on by msAext 8.95, msAim 8.92


Iliad 8.115: τὼ δ’ εἰς ἀμφοτέρω Διομήδεος ἅρματα βήτην.


Other texts (21 passages)


Scholia group: msA

msA 8.79: πῇ φεύγεις: βραχὺ διασταλτέον επι τὸ βαλών καὶ ὧς χαριζόμενα γὰρ σαφέστερον ποιεῖ τὸν λόγον: ἀμφίβολον δέ ἐστι καὶ οὕτως τὸ λεγόμενον. ἤτοι γὰρ ὡς δηλος ἐν πλήθει φεύγεις οἶον μετὰ ταραχῆς ἢ ὡς ἐν όχλῳ ἀπαρακαλύπτως. ἡ τὸ εξῆς ἐστι πῆ φεύγεις ἐν ὁμίλῳ, οἷον καὶ σὺ μετὰ τοῦ πλήθους ὡς εἷς τῶν πολλῶν:

Comments on 8.94


msA 8.80: μή τις τοι φεύγοντι: τινὲς διατέλλουσιν ἐπι τῷ φεύγοντι, καὶ συνάπτωμεν δὲ ὅλον τὸν στίχον ἴσμεν ὅτι οὐ τὸ μετάφρενον φεύγει ⁑

Comments on 8.95


msA 8.81: ὡς ἔφατ’ οὐδ’ ἐσάκουσαι: προς τὸ ἀμφιβολον πότερον οὐκ αντελάβετο καθόλου τῆς φωνῆς δια τὸν θόρυβον, ἠ ἀκούσας γὰρ ἐπαρεπέμψατο, ὅπερ δέχεται ὁ Ἀρίσταρχος

Comments on 8.97


msA 8.83: οὐδ’ ες ἄκουσεν: οὐδὲ ἤκουσεν ἐξηγεῖται δὲ πότερον ἄρα οὐδ’ όλως ἤκουσεν ὁ Ὀδυσσεὺς , ἢ οὐκ ἐπείσθη δειλίαν τοῦ ἥρωος κατηγοροῦσιν ἀγνοοῦντες τὸ οὐδ’ ἐσάκουσεν , οὐ γὰρ τὸ παρακοῦσαι. ἀλλα τὸ μὴ αἴσθεσθαι τελείως δηλοῖ καὶ γὰρ οὐκ ῆν δειλὸς τῶν ἄλλων εσχατ φεύγων καὶ τῆ βραδυτῆτι τὸ φιλοκίνδυνον ἐπιδεικνύμενος ⁑

Comments on 8.97


msA 8.84: ἠπεδανὸς: ἀσθενής ὴ ἄτεχνος οἰονεὶ ἀπεδανός ὁ μη δυνάμενος δι ὑπερβολὴν ἀσθενείας ἐν τῷ παίδῳ ὅ ἐστιν ἐδάφει στῆναι. ἔμπεδος γὰρ λέγεται ὁ εν τω πέδῳ δὲ ἰσχὺν ἑστώς ⁑

Comments on 8.104


msA 8.85: οἷοι Τρώϊοι ἵπποι βραχὺ διασταλτέον ἐπι τῷ ἵπποι : μᾶλλον γὰρ ἐμφαίνει τὴν τοῦ εἰσίν ἔλλειψιν. καὶ ἄλλως συναπτώμενον ἀκατάλληλόν ἐστι οὐ ἐπιστάμενοι οὐ μὴν ἡ διά πρόθεσις ἐνταῦθα λείπ ἵν’ ᾖ διὰ πεδίου, ἀλλα τὸ ἑξῆς ἐστιν ἔνθα καὶ ἔνθα πεδίου: τοιούτῳ καὶ τὸ ἑβδόμῳ πολλὰ δ’ ἂρ ἔνθα καὶ ἔνθ ἴθυσε μάχῃ πεδίοιο ⁑

Comments on 8.106-8.107


msA 8.86: κραιπνὰ μάλ’ ἔνθα καὶ ἔνθα διωκέμεν ἡδὲ φέβεσθαι: οτ ἀντι τοῦ φεύγειν ἀεὶ τὸ φέβεσθαι παρ αυτῶ καὶ ὅτι ἐντεῦθεν τὸ φόβον Ἄρηος φορεούσας ⁑

Comments on 8.107


msA 8.9000: οὕς ποτ’ απ Αινείαν ἑλόμην: ἀθετεῖται ὅτι ἄτοπον προστιθέναι τὴν ἱστορίαν τῷ εἰδότι, καὶ ὁ καιρὸς δεῖται συντομίας. καὶ ὅτι τὸ ποτέ χρονικὴν ἔχει ἔμφασιν τῆς ἀφαιρέσεως γεγονυιας τῇ προ ταύτης, ἡμέρᾳ ⁑

Comments on 8.108


msA 8.87: τούτω μὲν θεράποντε: ὅτι τετήρηται παρ’ αὐτῶ καθαρῶς τὰ δυϊκὰ καὶ νῦν ὡς ἐπὶ δύο ἵππων διαλέγεται ⁑

Comments on 8.108


msA 8.88: τώδε δὲ νῶϊ: παροξύνεται τὸ τώδε παραλόγως ἀληθὲς γὰρ ὡς ὅτι τὰ δια τοῦ δε ἐπεκτεταμένα εἰ ἔχοι προ τέλους φύσει μακρὰν προπερισπᾶται, ὅπερ ὤφειλε κἀπὶ τοῦ τώδε δὲ νῶϊ εἶναι, ἀλλ ὅμως πάλιν κατ’ ἐπικρατεῖ καὶ ἐπὶ τούτου πρὸ τέλους ἡ οξεῖα: ταῦτα ὁ Ἡρωδιανὸς ἐν τῇ Ζ ὅπου περὶ τοῦ ιῷ διαλαμβάνει:

Comments on 8.109


Scholia group: msAim

msAim 8.89: οτ εν ίσω τὸ μόνος

Comments on 8.99


msAim 8.91: Ἀρισταρχ κομείτων ⁑

Comments on 8.109


Scholia group: msAint

msAint 8.93: ἐν αλλω γήρας ϊκάνει ⁑

Comments on 8.103


msAint 8.94: οτ ἐλλειπ ἡ δια

Comments on 8.106


Scholia group: msAext

msAext 8.95: ἴφθιμοι

Comments on 8.114


Scholia group: msAil

msAil 8.9001: διώκει καταλαμβα

Comments on 8.103@ὀπάζει


msAil 8.96: ὡς ἐπι τῶν ἵππων:

Comments on 8.108@μήστωρε-φόβοιο


msAil 8.97: ην

Comments on 8.109@κομείτων


msAil 8.98: ει

Comments on 8.111@ἢ


msAil 8.99: ὄνομα

Comments on 8.114@Εὐρυμέδων


msAil 8.100: λ

Comments on 8.114@Εὐρυμέδων


previousnext
msA 102rmsA 103r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1