Venetus A (Marciana 454 = 822), folio 102, recto
previous | next |
---|---|
msA 101v | msA 102v |
Iliad text (25 lines)
Iliad 8.66: ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱ̈ερὸν ῆμαρ.
Iliad 8.67: τόφρα μάλ’ ἀμφοτέρων βέλε’ ἥπτετο. πίπτε δὲ λαός:
Iliad 8.68: ἦμος δ’ Ἠέλιος μέσον οὐρανὸν ἀμφιβεβήκει:
Commented on by msA 8.65, msAim 8.71
Iliad 8.69: καὶ τότε δὴ χρύσεια πατὴρ ἐτίταινε τάλαντα:
Commented on by msA 8.5000
Iliad 8.70: ἐν δ ετίθει δύο κῆρε τανηλεγέος θανάτοιο
Commented on by msA 8.66, msAext 8.1000
Iliad 8.71: Τρώων θ’ ἱπποδάμων, καὶ Ἀχαιῶν χαλκοχιτώνων.
Iliad 8.72: ἕλκε δὲ μέσσα λαβὼν. ῥέπε δ’ αἴσιμον ῆμαρ Ἀχαιῶν :
Iliad 8.73: αἱ μὲν Ἀχαιῶν κῆρες, ἐπὶ χθονὶ πουλυβοτείρῃ
Iliad 8.74: ἑζέσθην: Τρώων δὲ πρὸς οὐρανὸν εὐρὺν ἄερθεν:
Commented on by msAint 8.74
Iliad 8.75: αὐτὸς δ’ ἐξ Ἴ̈δης μεγάλ’ ἔκτυπε: δαιόμενον δὲ
Iliad 8.76: ἧκε σέλας μετὰ λαὸν Ἀχαιῶν : οἱ δὲ ἰ̈δόντες,
Iliad 8.77: θάμβησαν, καὶ πάντας ὑπο χλωρὸν δέος εἷλεν:
Commented on by msAim 8.72
Iliad 8.78: ἔνθ’, οὔτ’ Ἰ̈δομενεὺς τλῆ μίμνειν. οὔτ’ Ἀγαμέμνων .
Iliad 8.79: οὔτε δυ’ Αἴαντες μενέτην θεράποντες Ἄρηος :
Iliad 8.80: Νέστωρ οἶος ἔμιμνε Γερήνιος , οῦρος Ἀχαιῶν ,
Iliad 8.81: οὔ τι ἑκών. ἀλλ’ ἵ̈ππος ἐτείρετο, τὸν βάλεν ἰ̈ῷ
Commented on by msAint 8.75
Iliad 8.82: δῖος Ἀλέξανδρος , Ἑλένης πόσις ἠϋκόμοιο
Iliad 8.83: ἄκρην κακ κορυφὴν. ὅθι τε πρῶται τρίχες ἵ̈ππων
Iliad 8.84: κρανίῳ ἐμπεφύᾱσι. μάλιστα δὲ καίριόν ἐστιν⁚
Commented on by msA 8.68
Iliad 8.85: ἀλγήσας δ’ ἀνέπαλτο. βέλος δ’ εἰς ἐγκέφαλον δῦ:
Commented on by msAint 8.76
Iliad 8.86: σὺν δ’ ἵππους ἐτάραξε κυλινδόμενος περι χαλκῷ:
Iliad 8.87: ὄφρ’ ὁ γέρων, ἵπποιο παρηορίας ἀπέτεμνε
Commented on by msA 8.69, msA 8.70, msAim 8.73
Iliad 8.88: φασγάνῳ ἀΐσσων, τόφρ’ Ἕκτορος ὠκέες ἵπποι
Iliad 8.89: ἦλθον ἀνι ιωχμὸν, θρασὺν ἡνίοχον φορέοντες
Commented on by msAint 8.77
Iliad 8.90: Ἕκτορα : καί νύ̆ κεν ἔνθ’ ὁ γέρων ἀπο θυμὸν ὄλεσσεν.
Other texts (15 passages)
Scholia group: msA
msA 8.63: ‡ ὄφρα μὲν ἡῶς ἦν: καὶ ἀέξετο ἱερὸν ῆμαρ, ⁑ ἡ διπλῆ ὅτι νῦν τὴν προ μεσημβρίας ώραν ἠῶς λέγει ⁑
Comments on 8.66
msA 8.64: ἀέξετο: αὔξησιν ἐλάμβανεν, ἡ ημέρα ὅ εστιν ἕως οὗ ὑψοῦτο ὁ ήλιος ὁ τὴν ἡμέραν ποιῶν ⁑
Comments on 8.66
msA 8.65: ῆμος δ’ ἡέλιος μέσον οὐνον : ὅτι οὐδέποτε ἐν Ὀλύμπω τὸν ☉ , ἀλλ’ ἐν οὐνω , οὐκ άρα ὁ αὐτὸς τῷ οὐρανῷ τὸ δε ἀμφιβεβήκειν γράφεται. καὶ σὺν τῷ ν ἀμφιβεβήκειν ⁑
Comments on 8.68
msA 8.5000: τάλαντα: τὴν τοῦ Διὸς διάνοιαν ⁑
Comments on 8.69
msA 8.66: ἐν δ’ ἑτίθη δύο κῆρε: μίαν ὑπὲρ εκατέρου στρατεύματος καὶ ὅτι τὰς θανατηφόρους μοίρας λέγει. ὁ δὲ Αἰσχύ νομίσας λέγεσθαι τὰς ψυχὰς ἐποίησε τὴν Ψυχοστασίαν ἐν ᾗ ἐστιν ὁ Ζεὺς . ἱστὰς ἐν τῷ ζυγῷ τὴν τοῦ Μέμνονος καὶ Ἀχιλλέως ψυχην ⁑
Comments on 8.70
msA 8.67: αἱ μὲν Ἀχαιῶν κηρες: αθετοῦνται ὅτι ὑπὲρ εκάστου στρατεύματ κῆρα ζυγοστατεῖ ὁ Ζεῦς οὐ πλείους ὡς ἐπι Ἀχιλλέως καὶ Ἕκτορος : ὁ δὲ διασκευαστὴς ἐξέλαβε πολλάς εἰ δέ τις δύο ὑπερ ἑκατέρου ἵστασθαι φήσει ῥυόμενος τὴν σύγχυσιν τοῦ δ σχήματος ἄλογον πρὸς τι γὰρ δύο ἀλλ’ οὐ μία ⁑
Comments on 8.73-8.74
msA 8.68: καίριόν εστ εὔκαιρον προς θάνατον ἔστι τοῖς ἵπποις τὸ μέρος τοῦτο ὅ ἐστιν ἐπικίνδυνον ⁑
Comments on 8.84
msA 8.69: παρῃορίας : τὰς τοῦ παρήορος ἵππου ἡνίας τὰς παραζεύξεις ὅ ἐστι τοὺς ἔξωθεν παρατεταμένους ϊμάντας ⁑
Comments on 8.87
msA 8.70: ἀπέταμνε: δεινος ἐστιν Ὅμηρος καὶ μιᾶς λέξεως ὅλον τὸν ἄνδρα σημαίμει δια γὰρ τοῦ ἀπετάμνε νε , τὴν ἀσθενειαν τοῦ γέροντος δηλοῖ, καὶ ἐντεῦθεν τὸ βραδ τῆς ενεργ προσηκότως οὖν επί τοῦ πρεσβύτου ἐχρήσατο τῷ παρα τῳ χρόνῳ εἰπὼν τὸ ἀΐσσων: ἐπι δε τοῦ δεου Αὐτομέδοντος τῷ συντελικῳ εἰπών ἄϊξε καὶ ἀπέκοψε συντόνως τὸ πραγμα δηλῶν ⁑
Comments on 8.87
Scholia group: msAim
msAim 8.73: ὡς παρηγορίας ⁑
Comments on 8.87
Scholia group: msAint
msAint 8.74: ἐν ἑνίοις δια τοῦ ε εζεσθεν ⁑
Comments on 8.74
msAint 8.75: εν τισι τῶν ὑπομνημάτων ἐδάμνατο ⁑
Comments on 8.81
msAint 8.76: οτ ὁ δέ αντ τοῦ γρ βέλος γὰρ ⁑
Comments on 8.85
msAint 8.77: οτ τὸν παραιβάτην Ἕκτορα ἡνίοχον εἶπεν ⁑
Comments on 8.89
Scholia group: msAext
msAext 8.1000: ἐν δ’
Comments on 8.70
previous | next |
---|---|
msA 101v | msA 102v |