Venetus A (Marciana 454 = 822), folio 101, verso

previousnext
msA 101rmsA 102r

Iliad text (25 lines)


Iliad 8.41: ὡς εἰπὼν. ὑπ όχεσφι τιτύσκετο χαλκόποδ’ ἵππω


Iliad 8.42: ὠκυπέτᾱ χρυσέῃσιν ἐθείρῃσιν κομόωντε:


Iliad 8.43: χρυσὸν δ’ αὐτὸς ἔδυνε περι χροῒ, γέντο δ’ ϊμάσθλην

Commented on by msA 8.41


Iliad 8.44: χρυσείην, εὔτυκτον. ἑοῦ δ’ ἐπεβήσετο δίφρου:


Iliad 8.45: μάστιξεν δ’ ελάαν, τὼ δ’ οὐκ ἀκοντε πετέσθην

Commented on by msAim 8.51


Iliad 8.46: μεσσηγὺς γαίης τε καὶ οὐρανοῦ ἀστερόεντος:

Commented on by msA 8.42


Iliad 8.47: Ἴ̈δην δ’ ἵ̈κανεν πολυπίδακα: μητέρα θηρῶν.

Commented on by msAim 8.52


Iliad 8.48: Γάργαρον , ἔνθα δέ, οἱ, τέμενος, βωμός τε θυήεις:

Commented on by msA 8.44


Iliad 8.49: ἔνθ’ ἵππους ἔστησε πατὴρ ἀνδρῶν τε θεῶν τε


Iliad 8.50: λύσας ἐξ ὀχέων. κατὰ δ’ ἠέρα πουλὺν ἔχευεν,


Iliad 8.51: αὐτὸς δ’ ἐν κορυφῇσι καθέζετο κύδεϊ γαίων.


Iliad 8.52: εἰσορόων Τρώων τε πόλιν, καὶ νῆας Ἀχαιῶν :


Iliad 8.53: οἱ δ’ ἄρα δεῖπνον ἕλοντο κάρη κομόωντες Ἀχαιοὶ

Commented on by msAint 8.54, msA 8.45


Iliad 8.54: ῥίμφα κατὰ κλισίας, ἀπὸ δ’ αὐτοῦ θωρήσσοντο:

Commented on by msA 8.46


Iliad 8.55: Τρῶες δ’ αῦθ’ ἑτέρωθεν ἀνὰ πτόλιν ὡπλίζοντο

Commented on by msAint 8.55


Iliad 8.56: παυρότεροι: μέμασαν δὲ καὶ ὡς ὑσμῖνι μάχεσθαι

Commented on by msA 8.47


Iliad 8.57: χρειοῖ ἀναγκαίῃ: πρό τε παίδων. καὶ πρὸ γυναικῶν:

Commented on by msAim 8.53


Iliad 8.58: πᾶσαι δ’ ὠΐγνυντο πύλαι, ἐκ δ’ έσσυτο λαὸς

Commented on by msA 8.48


Iliad 8.59: πεζοί θ’ ἱ̈ππῆές τε. πολὺς δ’ ὀρυμαγδὸς, ὀρώρει:


Iliad 8.60: οἱ δ’ ὅτε δή ῥ’ ἐς χῶρον ἕνα ξυνιόντες ΐκοντο,

Commented on by msAint 8.56


Iliad 8.61: σύν ρ’ έβαλον ῥινοὺς, σὺν δ’ ἔγχεα, καὶ μένε’ ἀνδρῶν


Iliad 8.62: χαλκεοθωρήκων: ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι

Commented on by msA 8.49


Iliad 8.63: ἔπληντ’ ἀλλήλῃσι. πολὺς δ’ ὀρυμαγδὸς ὀρώρει:


Iliad 8.64: ἔνθα δ’ ἅμ’ οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν


Iliad 8.65: ὀλλύντων τὲ καὶ ὀλλυμένων. ῥέε δ’ αἵματι γαῖα:

Commented on by msA 8.50


Other texts (17 passages)


Scholia group: msA

msA 8.41: ‡ χρυσὸν δ’ αὐτὸς ἔδυνε ὅτι ἀντι τοῦ χρυσὴν πανοπλίαν καὶ ὅτι ἐνθάδε λεγομένου τοῦ Διὸς ἀνειληφέναι τὴν ἰδίαν πανοπλίαν οὐκέτι ἑξῆς ἐγχωρεῖ τὴν αυτὴν ταύτην πανοπλίαν ἀνειληφέναι τὴν Ἀθηνᾶν καὶ ὅτι τὸ γέντο ἐκ τῶν συμφραζομένων νοεῖται τεταγμένον ἀντι τοῦ ἔλαβεν ⁑

Comments on 8.43


msA 8.43: Ἴδην δ’ ἱ̈κανεν: προς τὴν ἰδιότητα τῆς φράσεως ἀντὶ τοῦ τῆς Ἴδης εἰς Γάργαρον ἦλθεν: προτάξας γὰρ τὸ γενικὸν τὸ εἰδικὸν ἐπήνεγκεν: μέρη γὰρ τῆς Ἴδης , ἄλλα τε καὶ τὸ Γάργαρον ⁑

Comments on 8.47-8.48


msA 8.44: Γάργαρον : τὸ ἀκροτήριον τῆς Ἴδης ἤτοι ἀπο τοῦ γαργαρίζειν καὶ ἀναδιδόναι τὰ ὕδατα, ἢ ἀπο μεταφορὰς τοῦ ἐν τοῖς στόμασιν ἡμῶν γαργαρεῶνος τῆς λεγομένης σταφυλῆς : καὶ γὰρ τὸ σῶμα τοῦτο ἀπο παχέος εἰς λεπτὸν καὶ ὀξὺ λήγει: τρία δέ εἰσιν ἀκρωτήρια τῆς Ἴδης : Λεκτόν Γὰργαρον Φαλάκρη τούτου μνημονεύει Καλλίμαχος ἐν πρώτῳ αἰτίαν ⁑

Comments on 8.48


msA 8.45: ‡ οἱ δ’ ἄρα δεῖπνον ἕλοντο: ὅτι προ τούτου τὴν ανατολὴν τίθησι Ζηνόδοτος . τὸ δὲ συνεχὲς τοῦ λόγου οὕτως ἐστιν ἡμέρας ἐνστάσης, ὁ μὲν Ζεὺς θεῶν ἀγορὰν ἐποιεῖτο: οἱ δὲ Ἀχαιοὶ δεῖπνον εἵλαντ

Comments on 8.53


msA 8.46: ἀπο δ’ αὐτοῦ θωρήσσοντο εξωπλίζοντ καὶ ἀνελάμβανον τὰ ὅπλα ὅπερ ἀγνοήσαντες τινὲς γράφουσι τοὶ δ’ αὐτόθι θωρήσσοντο ⁑

Comments on 8.54


msA 8.47: παυρότεροι: ὅτι ἐλάσσους ἀεὶ τοὺς Τρῶας συν τοῖς ἐπικούροις λέγει ἡ δε ἀναφορὰ πρὸς ἐκεῖνα τὰ ἀθετούμενα, πολλεων ἐκ πολίων ἐγχέσπαλοι ἄνδρες : καὶ πρὸς Ζηνόδοτ γράφοντα,: μυρία δ’ ἐν πεδίω ⁑

Comments on 8.56


msA 8.48: πᾶσαι δ’ ὡΐγνυντο πυλαι: ὅτι μία ἐστι πύλη καὶ πληθυντικῶς εἶπεν πύλαι : τὸ δὲ πᾶσαι ἀντι τοῦ όλαι : ὡς θριξὶ δὲ πάντα νέκυν καταείνυον ⁑

Comments on 8.58


msA 8.50: ῥέε δ’ αἵματι γαία: ὅτι ἀντι τοῦ ἐρρεῖτο ἡ γῆ . καὶ ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν ⁑

Comments on 8.65


Scholia group: msAim

msAim 8.51: οὐκ απρόθυμοι ⁑

Comments on 8.45


msAim 8.53: ὡς Λητοῖ ἡ γὰρ εὐθεια χρειὼ ἐμείω γένηται ⁑

Comments on 8.57


Scholia group: msAint

msAint 8.55: Αρισταρχ διὰ τ ο οπλίζοντο ⁑

Comments on 8.55


msAint 8.56: γράφεται ἵκανον :

Comments on 8.60


Scholia group: msAil

msAil 8.57: ὑπεζεύγνοιεν τῷ ἅρματι ἡτοίμαζε ⁑

Comments on 8.41@τιτύσκετο


msAil 8.58: ταχεῖς

Comments on 8.42@ὠκυπέτᾱ


msAil 8.59: θρη̈ξίν

Comments on 8.42@ἐθείρῃσιν


msAil 8.60: περὶ δ

Comments on 8.50@κατὰ-δ’


msAil 8.61: υπερ

Comments on 8.57@πρό


previousnext
msA 101rmsA 102r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1