Venetus A (Marciana 454 = 822), folio 101, recto

previousnext
msA 100vmsA 101v

Iliad text (25 lines)


Iliad 8.16: τόσσον ἔνερθ’ Ἀΐδεω , ὅσον οὐρανὸς ἔστ’ ἀπὸ γαίης:

Commented on by msA 8.12, msA 8.14


Iliad 8.17: γνώσετ’ ἔπειθ’, ὅσον εἰμὶ θεῶν κάρτιστος ἁπάντων:


Iliad 8.18: εἰ δ’ άγε πειρήσασθε θεοὶ ἵ̈να εἴδετε πάντες

Commented on by msA 8.15, msA 8.18


Iliad 8.19: σειρὴν χρυσείην ἐξ οὐρανόθεν κρεμάσαντες:

Commented on by msA 8.16, msA 8.17


Iliad 8.20: πάντες δ’ ἐξάπτεσθε θεοὶ πᾶσαί τε θέαιναι:


Iliad 8.21: ἀλλ’ οὐκ ὰν ἐρύσαιτ’ ἐξ οὐρανόθεν πεδίον δὲ


Iliad 8.22: Ζῆν’ ὕπατον μήστωρ’, οὐδ’ εἰ μάλα πολλὰ κάμοιτε:

Commented on by msAint 8.32, msAim 8.26


Iliad 8.23: ἀλλ’ ὅτε δὴ καὶ ἐγὼ πρόφρων ἐθέλοιμι ἐρύσσαι.

Commented on by msAint 8.33, msA 8.19, msAim 8.27


Iliad 8.24: αὐτῇ κεν γαίῃ ἐρύσαιμ’ αὐτῇ τε θαλάσσῃ:


Iliad 8.25: σειρὴν μέν κεν ἔπειτα περὶ ῥίον Οὐλύμποιο

Commented on by msA 8.20


Iliad 8.26: δησαίμην, τὰ δέ κ’ αῦτε μετήορα πάντα γένοιτο:

Commented on by msAim 8.28


Iliad 8.27: τόσσον ἐγὼ περί τ’ εἰμι θεῶν, περί τ’ εἰμ’ ἀνων .


Iliad 8.28: ὣς ἔφαθ’, οἱ δ’ ἄρα πάντες ἀκὴν ἐγένοντο σιωπῇ

Commented on by msA 8.21


Iliad 8.29: μῦθον ἀγασσάμενοι: μάλα γὰρ κρατερῶς ἀγόρευσεν:

Commented on by msA 8.22


Iliad 8.30: ὀψὲ δὲ δὴ μετέειπε θεὰ γλαυκῶπις Ἀθήνη :


Iliad 8.31: ὦ πάτερ ἡμέτερε: Κρονίδη : ὕπατε κρειόντων,


Iliad 8.32: εὖ νυ καὶ ἡμεῖς ἴ̈δμεν, ὅ τοι σθένος οὐκ ἐπιεικτὸν:


Iliad 8.33: ἀλλ’ ἔμπης Δαναῶν ὀλοφυρόμεθ’ αἰχμητάων.


Iliad 8.34: οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται:


Iliad 8.35: ἀλλ’’ ἤτοι πολέμου μὲν ἀφεξόμεθ’, ὡς σὺ κελεύεις.

Commented on by msA 8.25, msAim 8.29


Iliad 8.36: βουλὴν δ’ Ἀργείοις ὑποθησόμεθ’, ἥ τις ὀνήσει.


Iliad 8.37: ὡς μὴ πάντες ὄλωνται ὀδυσσαμένοιο τεοῖο:


Iliad 8.38: τὴν δ’ ἐπιμειδήσας προσέφη νεφεληγερέτα Ζεύς :


Iliad 8.39: θάρσει Τριτογένεια φίλον τέκος: οὔ νύ τι θυμῷ

Commented on by msAim 8.30


Iliad 8.40: πρόφρονι μυθέομαι, ἐθέλω δέ τοι ἥπιος εἶναι:

Commented on by msAim 8.31


Other texts (19 passages)


Scholia group: msA

msA 8.13: Τάρταρος : τὸ ὑπὸ τὴν γῆν ἐσκοτισμένον. μέρος κατώτατον τοῦ Ἅδου : καὶ ἐν βαθυτάτῳ κείμενον τόπῳ. ἢ τὸν χαλεπὸν καὶ δυσχερῆ λέγει. ὠνόμασται δὲ. δια τὸ ἐκτετάχθαι καὶ συγκεχύσθαι τὰ ἐν αυτῷ πάντα: οἱ δὲ τὸ ἀφώτιστον τῆς οἰκουμένης μέρος ἀπεδέξαντο ⁑

Comments on 8.13


msA 8.14: τόσσον ἔνερθ’ Ἀΐδεω : τοσοῦτον φησὶ τὸν Τάρταρὸν . ἀφεστᾶναι τοῦ Ἅιδου ὅσον οὐνος τῆς γῆς. δια δὲ τούτων σφαιροειδ τὸν κόσμον συν ἵστησι κέντρου λόγον ἐπέχουσαν εἰσαγαγὼν τὴν γῆν καὶ τὰς ἁπ αυτῆς. ἐμβαλλομένας εὐθείας εἰς εκάτερα τὰ περατα ἴσας λέγων εἶναι ⁑

Comments on 8.16


msA 8.15: εἰ δ’ ἄγε πειρήσασθε πείραν λάβετε τῷ ἀποτόμως ἀπειλοῦντι, καὶ τὴν ῥώμην οὐκ ἄτοπον ἐνδείκνυσθε: μεγάλα δὲ ὄντα τὰ προστάγματα ⁑

Comments on 8.18


msA 8.16: σειρὴν χρυσείην ὅτι εἰ μη ἐκδεξώμεθα Ὄλυμπον τὸ ἐπὶ Μακεδονίας ὄρος: οὐ συμφωνήσει τῇ διαθέσει ταύτη ἐπι γὰρ τοῦ οὐνου στὰς φησὶν τὸν Ὄλυμπον ἀνέλκειν τῆς πειρᾶς ἐκ τοῦ ῥίου ἐκδεθείσης καὶ ὅτι ἡ εξ περισσή ⁑

Comments on 8.19


msA 8.17: σειρὴν χρυσείην χρυσῆν προσέθηκεν βουλόμενος τὸ πρᾶγμα ποιητικὸν δεῖξαι καὶ οἱ μὲν κυρίως οὕτως: οἱ δὲ ἀλληγορικῶς τὸν ☉ σειρὴν ἐξ ουρανῶθεν κρεμάσαντες καὶ τὰ ἑξῆς. κατὰ τὸν μῦθον ὁ Ζεὺς ἑαυτὸν τάσσει ἐπεὶ τοῦ οὐνου ὃ κλήρῳ λεχὼν στοιχεῖον εἶχεν τοὺς δὲ λοιποὺς θεοὺς ἐπι τῆς γῆς ὡς αυτῆς κοινῆς ὑπαρχούσης ὥστε ἢ αὐτὸν καθελκυσθῆναι ὑπ αυτοῦ ⁑

Comments on 8.19


msA 8.18: ἵνα εἴδετ πάντες: ὡς λέγετε ἢ συστολὰς μὲν τὰ τοιαῦτα παραληπτέον ἢ ἐναλλαγὰς ἐγκλίσεων: ὄφρ’ εῦ πᾶσαι εἴδετ’ ἀκούουσαι . μηδ’ ὡς Πάτροκλον εἵπετ’ αὐτόθι τεθνειῶτι ὄφρα καὶ αὐτῴ μοι σαώσετον ἐκ πολέμου . αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τὲ τελείων βούλεται ἀντιάσας ⁑

Comments on 8.18


msA 8.19: πρόφρων ἐθέλοιμι ἐρρῦσαι : Ἀρίσταρχος δια τοῦ ω ἐθέλωμι Πτολεμαῖος δὲ τ ὁ τοῦ Ὀροάνδου ἀντὶ τοῦ πρόφρων πρόσσω γράφει ⁑

Comments on 8.23


msA 8.4000: σειρὴν μέν κεν: ὅτι Ζηνόδοτος ἀμφοτέρους ἠθέτηκεν δι αυτῶν δὲ διδασκόμεθα πᾶσαν τὴν γῆν σὺν τῆ θαλάσση ⁑

Comments on 8.25-8.26


Scholia group: msAim

msAim 8.30: ὀργή ⁑

Comments on 8.39


msAim 8.31: εἰρωνευεται αὐτήν ⁑

Comments on 8.40


Scholia group: msAint

msAint 8.33: ὅταν θελήσω ἐρύσαι φησίν ⁑

Comments on 8.23


Scholia group: msAil

msAil 8.34: ἐργάτης τῆς τῶν κατα τὴν μάχην ἔργων ἔμπειρος ⁑

Comments on 8.22@μήστωρ’


msAil 8.35: τὸ ἀκροτήριον τοῦ όρους

Comments on 8.25@ῥίον


msAil 8.36: μετέορα ἐφ ύψους

Comments on 8.26@μετήορα


msAil 8.37: διαφε τῇ δυνάμει

Comments on 8.27@περί-εἰμι


msAil 8.38: σαφῶς δὴ καὶ ἡμεῖς ⁑

Comments on 8.32@εὖ-ἡμεῖς


msAil 8.39: μόρον θάνατον

Comments on 8.34@οἶτον


msAil 8.40: τὸ ἐκ φρονήσεως καὶ διαθέσεως ⁑

Comments on 8.40@πρόφρονι


msAil 8.2000: α

Comments on 8.22@Ζῆν’


previousnext
msA 100vmsA 101v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1