Venetus A (Marciana 454 = 822), folio 100, verso
previous | next |
---|---|
msA 100r | msA 101r |
Iliad text (16 lines)
Iliad 7.481: πρὶν πιέειν, πρὶν λεῖψαι ὑπερμενέϊ Κρονίωνι :
Commented on by msAim 7.3052
Iliad 7.482: κοιμήσαντ’ ὰρ ἔπειτα καὶ ὕπνου δῶρον ἕλοντο: ⁑
Commented on by msA 7.3050, msA 7.3051
Iliad 8.1: Ἠὼς μὲν κροκόπεπλος ἐκίδνατο πᾶσαν ἐπ’ αῖαν,
Iliad 8.2: Ζεὺς δὲ, θεῶν ἀγορὴν ποιήσατο τερπικέραυνος
Iliad 8.3: ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο :
Commented on by msAim 8.7
Iliad 8.4: αὐτὸς δέ σφ’ ἀγόρευε θεοὶ δ’ ὑπὸ πάντες άκουον:
Commented on by msA 8.5
Iliad 8.5: κέκλυτέ μευ πάντές τε θεοὶ. πᾶσαί τε θέαιναι:
Iliad 8.7: μήτέ τις οὖν θήλεια θεὸς τό γε, μὴ τε τίς ἄρσην
Commented on by msAim 8.8
Iliad 8.8: πειράτω διακέρσαι ἐμὸν ἔπος, ἀλλ’’ ἅμα πάντες
Commented on by msAim 8.9
Iliad 8.9: αἰνεῖτ’, ὄφρα τάχιστα τελευτήσω τάδε ἔργα:
Iliad 8.10: ὃν δ’ ἂν ἐγὼν, ἀπάνευθε θεῶν ἐθέλοντα νοήσω
Commented on by msAim 8.10
Iliad 8.11: ἐλθόντ’, ἢ Τρώεσσιν ἀρηγέμεν. ἢ Δαναοῖσι .
Iliad 8.12: πληγεὶς, οὐ κατα κόσμον ἐλεύσεται Οὔλυμπον δὲ.
Commented on by msA 8.6, msAim 8.11
Iliad 8.13: ἤ μιν ἑλὼν ῥίψω ἐς Τάρταρον ἠερόεντα:
Commented on by msA 8.13
Iliad 8.14: τῆλε μάλ’, ᾗχι βάθιστον ὑπὸ χθονός ἐστι βέρεθρον:
Iliad 8.15: ἔνθα σιδήρειαί τε πύλαι. καὶ χάλκεος οὐδός,
Other texts (9 passages)
Scholia group: msA
msA 7.3050: ‡ κοίμησαντ ὰρ ἔπειτα: ὅτι διέστειλε τὸ κοιμηθῆναι καὶ τὸ ὑπνῶσαι, τοῦτο δὲ προς τὸ ἐν Εὐρυνόμη δ’ ὰρ ἐπὶ χλαῖναν βελε κοιμηθέντι : ἐπιφέρει γὰρ κεῖτ’ εγρηγορῶν Ζηνόδ δὲ καὶ τοῦτον καὶ τὸν πρῶτον τῆς ἑξῆς ῥαψῳδίας ἔιρηκε στίχον ⁑
Comments on 7.482
Scholia group: msAim
msAim 7.3052: Αρισταρχ πιεμεναι πρὶν λείψω ⁑
Comments on 7.481
Scholia group: msA
msA 8.1: ‡ τὴν ῥαψῳδίαν ταύτην κῶλον μαχην καλοῦσι συντέμνει γὰρ τὴν διήγησιν συναχθόμενος τοῖς Ἀχαιοῖς ⁑
Comments on 8
msA 8.3: ἠώς : ὅτι Ζηνόδοτος μετατίθησι τὴν ἀνατολὴν κάτω πρὸς τὸ οἱ δ’ ἄρα δεῖπνον ἕλοντο ὥστε τὴν τῶν θεῶν ἀγορὰν ὀψὲ γίνεσθαι ἀπρεπές ⁑
Comments on 8.1
msA 8.4: κροκόπεπλος: ὅτ’ ἂν πολὺ σκότους ἔχῃ ὀλίγον δὲ φωτός. τὸ δὲ ῥοδοδάκτυλος ἐναντιον ποιητικὴ δέ ἐστι περίφρασις ὡς εἰ εἶπεν: ἡμέρα μὲν γέγονεν. τὸ δὲ ἐκίδνατο ἐν παρατάσει: σφαιροειδὴς γὰρ οὗσα ἡ γῆ οὐσα ἡ γῆ οὐ πᾶσα ὑφ ἓν φωτίζεται
Comments on 8.1
Scholia group: msAim
msAim 8.7: καὶ ὅτι ἀντι τοῦ άκρᾳ : καὶ ὅτὶ λειπ ἡ ἐπί καὶ ὅτι τὰ ἐπίθετα ὡς επι ὄρους ⁑
Comments on 8.3
msAim 8.8: Ἀρίσταρχ θεῶν
Comments on 8.7
msAim 8.10: ἐν τῆ Ἀριστοφάνους ἀπάτερθε Ζηνοδ μετόπισθε ⁑
Comments on 8.10
msAim 8.11: τὸ οὐ κατα κόσμον βέλτιον τοῖς ἑξῆς συνάπτειν συλλαβῶν γρ αὐτὸν ⁑
Comments on 8.12
previous | next |
---|---|
msA 100r | msA 101r |