Venetus A (Marciana 454 = 822), folio 100, recto

previousnext
msA 99vmsA 100v

Iliad text (25 lines)


Iliad 7.456: ἄλλός κέν τις τοῦτο θεῶν, δείσειε, νόημα:


Iliad 7.457: ὃς σέο πολλὸν ἀφαυρότερος χεῖράς τε μένος τε:


Iliad 7.458: σὸν δ’ ἤτοι κλέος ἔσται ὅσην τ’ ἐπικίδναται ἠώς:

Commented on by msA 7.3006


Iliad 7.459: ἄγρει μὰν ὅτ’ ἂν, αῦτε κάρη κομόωντες Ἀχαιοὶ


Iliad 7.460: οἴχωνται σὺν νηυσὶ φίλην ἐς πατρίδα γαῖαν,


Iliad 7.461: τεῖχος ἀναρρήξας. τὸ μὲν εἰς ἅλα πᾶν καταχεῦαι:


Iliad 7.462: αὖτις δ’ ἠϊόνα μεγάλην ψαμάθοισι καλύψαι,


Iliad 7.463: ὥς κέν τοι μέγα τεῖχος ἀμαλδύνηται Ἀχαιῶν :


Iliad 7.464: Ὣς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον:


Iliad 7.465: δύσετο τ’ ἠέλιος τετέλεστο δὲ ἔργον Ἀχαιῶν :

Commented on by msAint 7.3007


Iliad 7.466: βουφόνεον δὲ κατὰ κλισίας. καὶ δόρπον ἕλοντο:

Commented on by msA 7.3009


Iliad 7.467: νῆες δ`’ ἐκ Λήμνοιο παρέστασαν οἶνον ἄγουσαι

Commented on by msA 7.3010


Iliad 7.468: πολλαὶ: τὰς προέηκεν, Ἰ̈ησονίδης Εὔνηος :


Iliad 7.469: τόν ῥ’ ἔτεχ’ Ὑψιπύλη ὑπ’ Ἰ̈ήσονι ποιμένι λαῶν:


Iliad 7.470: χωρὶς δ’ Ἀτρείδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ


Iliad 7.471: δῶκεν Ἰ̈ησονίδης ἀγέμεν μέθυ, χίλια μέτρα:


Iliad 7.472: ἔνθεν ὰρ οἰνίζοντο κάρη κομόωντες Ἀχαιοί :


Iliad 7.473: ἄλλοι μὲν χαλκῷ. ἄλλοι δ’ αἴθωνι σιδήρῳ:

Commented on by msA 7.3011


Iliad 7.474: ἄλλοι δὲ ῥινοῖς, ἄλλοι δ’ αὐτῇσι βόεσσιν:

Commented on by msA 7.3033


Iliad 7.475: ἄλλοι δ’ ἀνδραπόδεσσι, τίθεντο δὲ δαῖτα θάλειαν:

Commented on by msAint 7.3008, msA 7.3034


Iliad 7.476: παννύχιοι μὲν ἔπειτα κάρη κομόωντες Ἀχαιοὶ


Iliad 7.477: δαίνοιντο: Τρῶες δὲ κατὰ πτόλιν ἠδ’ ἐπίκουροι:


Iliad 7.478: παννύχιος δέ σφιν κακὰ μήδετο μητίετα Ζεὺς


Iliad 7.479: σμερδαλέα κτυπέων. τοὺς δὲ χλωρὸν δέος ᾕρει:


Iliad 7.480: οἶνον δ’ ἐκ δεπάων χαμάδις χέον: οὐδέ τις ἔτλη


Other texts (5 passages)


Scholia group: msAint

msAint 7.3007: σημειοῦνται τινὲς αντι τοῦ εδύετο ⁑

Comments on 7.465


msAint 7.3008: Αρισταρχ δια τοῦ ο ἀνδραπόδοισι ⁑

Comments on 7.475


Scholia group: msA

msA 7.3009: βουφόνεον δὲ: βουφονεῖν ἐστιν οὐ τὸ θύειν θεοῖς ἄτοπον γὰρ ἐπι θυσίαις φόνον λέγειν. ἀλλὰ τὸ φονεύειν βοῦς εἰς δείπνου κατασκευήν

Comments on 7.466


msA 7.3011: ἄλλοι μὲν χαλκῶ: ὅτι ἀμοιβαῖς ἐχρῶντο οἱ παλαιοὶ καὶ οὐ νομίσμασιν ⁑

Comments on 7.473


msA 7.3034: αλλ οἲ δ ἂνδραπόδεσσι. ἀθετεῖται, ὅτι νεωτερικὴ ὀνομασία τοῦ ἀνδράποδον : οὐδε γὰρ παρα τοῖς ἐπιβεβληκόσιν Ὁμήρῳ νοεῖται: λυπει δὲ καὶ τὸ ἄλλοι πλεονάζον ⁑

Comments on 7.475


previousnext
msA 99vmsA 100v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1