Venetus A (Marciana 454 = 822), folio 99, verso
previous | next |
---|---|
msA 99r | msA 100r |
Iliad text (25 lines)
Iliad 7.431: νεκροὺς πυρκαϊῆς ἐπενήνεον ἀχνύμενοι κῆρ:
Iliad 7.432: ἐν δὲ πυρὶ πρήσαντες ἔβαν κοίλας ἐπι νῆας:
Iliad 7.433: ἦμος δ’ οὐτ άρ πω ἠὼς. ἔτι δ`’ ἀμφιλύκη νὺξ:
Commented on by msA 7.3035, msAil 7.3038
Iliad 7.434: τῆμος ὰρ ἀμφὶ πυρὴν κριτὸς ἔγρετο λαὸς Ἀχαιῶν :
Commented on by msAil 7.3039
Iliad 7.435: τύμβον δ’ ἀμφ’ αὐτὴν ἕνα ποίεον. ἐξαγαγόντες
Iliad 7.436: ἄκριτον ἐκ πεδίου περὶ δ’ αὐτὸν τεῖχος ἔδειμαν
Commented on by msA 7.3037, msAim 7.3040
Iliad 7.437: πύργους ὑψηλοὺς. εῖλαρ νηῶν τὲ καὶ αὐτῶν,
Commented on by msAil 7.3041
Iliad 7.438: ἐν δ’ αὐτοῖσι πύλας ἐνεποίεον εὖ ἀραρυίας,
Iliad 7.439: ὄφρα δι’ αὐτάων ἱ̈ππηλασίη ὁδὸς εἴη:
Iliad 7.440: ἔκτοσθεν δὲ βαθεῖαν ἐπ’ αυτῷ τάφρον όρυξαν:
Iliad 7.441: εὐρεῖαν, μεγάλην. ἐν δε σκόλοπας κατέπηξαν:
Iliad 7.442: Ὣς οἱ μὲν πονέοντο κάρη κομόωντες Ἀχαιοὶ :
Iliad 7.443: οἱ δὲ θεοὶ παρ Ζηνὶ καθήμενοι ἀστεροπητῇ
Iliad 7.444: θηεῦντο μέγα ἔργον Ἀχαιῶν χαλκοχιτώνων:
Commented on by msAil 7.3043
Iliad 7.445: τοῖσι δὲ μύθων ἦρχε Ποσειδάων ἐνοσίχθων:
Iliad 7.446: Ζεῦ πάτερ. ῆ ρά τίς ἐστι βροτῶν ἐπ’ ἀπείρονα γαῖαν
Commented on by msA 7.3044
Iliad 7.447: ὅς τις έτ’ ἀθανάτοισι, νόον καὶ μῆτιν ἐνίψει:
Commented on by msA 7.3045
Iliad 7.448: οὐχ ὁράᾳς, ὅτε δ’ αῦτε κάρη κομόωντες Ἀχαιοὶ
Iliad 7.449: τεῖχος ἐτειχίσσαντο νεῶν ὕπερ: ἀμφι δὲ τάφρον
Iliad 7.450: ἤλασαν, οὐδὲ θεοῖσι δόσαν κλειτὰς ἑκατόμβας:
Iliad 7.451: τοῦ δ ήτοι κλέος ἔσται ὅσην τ’ ἐπικίδναται ἠώς:
Iliad 7.452: τοῦ δ’ ἐπιλήσονται. τό τ’ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων .
Commented on by msA 7.3046, msAim 7.3047, msAim 7.3048
Iliad 7.453: ἥρῳ Λαομέδοντι πολίσσαμεν ἀθλήσαντε:
Commented on by msAint 7.3049
Iliad 7.454: Τὸν δὲ μέγ’ ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς :
Iliad 7.455: ὦ πόποι, ἐννοσίγαι’ εὐρυσθενὲς, οἷον ἔειπες:
Other texts (13 passages)
Scholia group: msA
msA 7.3037: ἄκριτον ἐκ πεδίου: ἐν τῇ κατα Ἀριστοφα οὕτως ἐγέγραπτο ἄκριτον ἐν πεδίῳ περι δ’ αὐτὸν τεῖχος ἔδειμαν καὶ μήποτε ἄμεινον ουτ ⁑
Comments on 7.436
Scholia group: msAil
msAil 7.3038: βαθὺς όρθρος
Comments on 7.433
msAil 7.3039: ἄριστος επιλεγμ
Comments on 7.434
Scholia group: msAim
msAim 7.3040: οτ πολυάνδριον πῶς οὖν ὥς κ’ ὀστέα παισὶν ἕκαστος οἵκαδ’ ἄγη ⁑
Comments on 7.436
Scholia group: msAil
msAil 7.3041: φυλακὴ οχύρωμα:
Comments on 7.437
Scholia group: msA
msA 7.3042: οἱ δὲ θεοὶ παρ Ζηνὶ ἕως τοῦ ὡς οἱ μὲν τοι αῦτα πρὸς ἀλλήλους ἀγόρευον ἀθετοῦνται στίχοι KB . ὅτι περι τῆς ἀναιρέσεως τοῦ τείχους λέγει προ τῆς τειχομαχίας ὡς ἂν μὴ προειρηκὼς ἐνθάδε ⁑
Comments on 7.443-7.462
Scholia group: msAil
msAil 7.3043: εθαύμαζον
Comments on 7.444
Scholia group: msA
msA 7.3044: ἠ ρά τις ἐστι βροτῶν: ἄρα ἔτι φησὶ τίς τῶν ἀνων κοινώσηται δια τῶν θυσιῶν ἃ βούλεται τοῖς θεοῖς ⁑
Comments on 7.446
msA 7.3045: ὅς τις ἕ τ’ ἀθανάτοισι: ὅτι ὡς καὶ αὐτὸς οὐκ ὢν ἀθάνατος λέγει καὶ ἐν ἄλλοις δὲ κέχρηται τῷ γένει ⁑
Comments on 7.447
msA 7.3046: τό τ’ ἐγὼ καὶ Φοῖβος : χωρὶς τοῦ τε ἐν ταῖς Ἀριστάρχου τὸ ἐγὼ καὶ Φοῖβος κατ ένια δὲ τῶν ὑπομνημάτων τὸ δ’ ἐγὼ : καθόλου δὲ τὴν τῶν θεῶν ἀγορὰν ἠθέτουν οἱ περὶ Ζηνόδοτον καὶ Ἀριστοφάνη καὶ αὐτὸς Ἀρίσταρχος ⁑
Comments on 7.452
Scholia group: msAim
msAim 7.3047: Αρίσταρχ oσην ἄλλοι δὲ όσον :
Comments on 7.452
msAim 7.3048: Ἀρίσταρχος τὸ ἐγω ⁑
Comments on 7.452
Scholia group: msAint
msAint 7.3049: οτ δισυλλάβως καὶ ἐν ἡρῳ Δημοδοκῳ ⁑
Comments on 7.453
previous | next |
---|---|
msA 99r | msA 100r |