Venetus A (Marciana 454 = 822), folio 103, verso
previous | next |
---|---|
msA 103r | msA 104r |
Iliad text (25 lines)
Iliad 8.142: σήμερον: ὕστερον αὖτε καὶ ἡμῖν αἴ κ’ ἐθέλῃσι
Iliad 8.143: δώσει: ἀνὴρ δέ κεν οὔ τι Διὸς νόον εἰρύσσαιτο
Commented on by msA 8.116
Iliad 8.144: οὐδὲ μάλ’ ἴ̈φθιμος, ἐπει ῆ πολὺ φέρτερός ἐστι:
Iliad 8.145: τὸν δ’ ἠμείβετ’ ἔπειτα βοὴν ἀγαθὸς Διομήδης :
Iliad 8.146: ναὶ δὴ ταῦτά γε πάντα γέρον κατα μοῖραν ἔειπες:
Iliad 8.147: ἀλλὰ τόδ’ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ϊκάνει:
Iliad 8.148: Ἕκτωρ γάρ ποτε φήσει ἐνι Τρώεσσ’ ἀγορεύων,
Iliad 8.149: Τυδείδης ὑπ’ ἐμεῖο φοβεύμενος ἵ̈κετο νῆας:
Commented on by msAint 8.126
Iliad 8.150: ὥς ποτ’ ἀπειλήσει. τότε μοι χάνοι εὐρεῖα χθών:
Commented on by msAint 8.127, msA 8.117, msA 8.118
Iliad 8.151: τὸν δ’ ἠμείβετ’ ἔπειτα Γερήνιος , ἱ̈ππότα Νέστωρ :
Iliad 8.152: ᾤ μοι. Τυδέος υἱὲ δαΐφρονος, οἷον ἔειπες:
Commented on by msAim 8.123
Iliad 8.153: εἴ περ γάρ σ’ Ἕκτωρ γε κακὸν καὶ ἀνάλκιδα φήσει:
Iliad 8.154: ἀλλ’ οὐ πείσονται Τρῶες , καὶ Δαρδανίωνες .
Iliad 8.155: καὶ Τρώων ἄλοχοι μεγαθύμων ἀσπιστάων.
Iliad 8.156: τάων ἐν κονίῃσι βάλες θαλεροὺς παρακοίτας:
Iliad 8.157: ὡς ἄρα φωνήσας, φύγαδε, τράπε μώνυχας ἵ̈ππους
Commented on by msA 8.119, msAim 8.124
Iliad 8.158: αὖτις ἀν ιωχμὸν: ἐπι δὲ Τρῶές τε καὶ Ἕκτωρ
Iliad 8.159: ηχῇ θεσπεσίῃ βέλεα στονόεντα χέοντο:
Iliad 8.160: τῷ δ’ ἐπι μακρὸν ἄϋσε μέγας κορυθαίολος Ἕκτωρ :
Iliad 8.161: Τυδειδη : περὶ μέν σε τίον Δαναοὶ ταχύπωλοι
Commented on by msA 8.120
Iliad 8.162: ἕδρῃ τε. κρέασίν τε. ἰδὲ πλείοις δεπάεσσι:
Iliad 8.163: νῦν δέ σ’ ἀτιμήσουσι: γυναικὸς ὰρ αντ’ ἐτέτυξο:
Commented on by msA 8.121, msAim 8.125
Iliad 8.164: ἔρρε κακὴ γλήνη: ἐπεὶ οὐκ είξαντος ἐμεῖο,
Iliad 8.165: πύργων ἡμετέρων ἐπιβήσεαι: οὐδὲ γυναῖκας
Iliad 8.166: ἄξεις ἐν νήεσσι: πάρος τοι δαίμονα δώσω:
Commented on by msAint 8.128
Other texts (5 passages)
Scholia group: msA
msA 8.116: ἀνὴρ δέ κεν οὔτι Διὸς νόον εἰρύσσαιτο ὁ λόγος, οὐδεὶς ἀνὴρ τὸν τοῦ Διὸς νόον ἐπισπάσαιτο ἠ φυλάξαιτο ὥστε τὰ συμφέροντα αὐτῷ γενέσθαι
Comments on 8.143
msA 8.117: ὥς πότ’ ἀπειλήσει ὅτι οὐκ εν τῷ καθόλου εὑρεῖαν λέγει, αλλ’ εμοὶ εὑρεῖα ἡ γῆ γένοιτο ἀντι τοῦ εὐρὺ χάσμα ποιήσει ⁑
Comments on 8.150
msA 8.118: απειλήσει: καυχήσεται. κόμπάσει σημαίνει δὲ ἡ λέξις πλείονα ἐπι καυχήσεως μὲν ὡς νῦν, ἐπεὶ δ’ εὐχῆς ὡς ἐν εκείνοις, οὐδ’ ἠπείλησεν ἄνακτι : ἐπι δ’ ὀργῆς ὡς ἐν τῷ ἠπείλει κακεῖνος ἐναντίον πτολεμίζων ἐνθά δε λεύσσεσθαι ⁑
Comments on 8.150
msA 8.119: φύγαδὲ τράπε⁚ φύγαδὲ ὡς ἅλαδὲ , καὶ ἤτοι τὴν φυγὴν φῦγα εῖπεν ὡς τὴν σκέπην σκέπα . ἢ ὡς τὸ οἶκον δὲ, οἴκαδε . οὕτως φυγήν δε φύγαδε ⁑
Comments on 8.157
Scholia group: msAil
msAil 8.130: μόρον
Comments on 8.166@δαίμονα
previous | next |
---|---|
msA 103r | msA 104r |