Venetus A (Marciana 454 = 822), folio 104, recto
previous | next |
---|---|
msA 103v | msA 104v |
Iliad text (25 lines)
Iliad 8.167: ὡς φάτο, Τυδείδης δὲ διάνδιχα μερμήριξεν.
Iliad 8.168: ἵ̈ππους τε στρέψαι, καὶ ἐναντίβιον μαχέσασθαι.
Commented on by msA 8.131
Iliad 8.169: τρὶς μὲν μερμήριξε κατα φρένα καὶ κατα θυμὸν,
Iliad 8.170: τρὶς δ’ ὰρ ἀπ’ Ἰ̈δαίων ὀρέων κτύπε μητίετα Ζεὺς
Commented on by msAint 8.141
Iliad 8.171: σῆμα τιθεὶς Τρώεσσι , μάχης ἑτεραλκέα νίκην:
Commented on by msA 8.132
Iliad 8.172: Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο μακρὸν ἀΰσας:
Iliad 8.173: Τρῶες . καὶ Λύκιοι . καὶ Δάρδανοι ἀγχιμαχηταὶ.
Iliad 8.174: ἀνέρες ἔστε φίλοι: μνήσασθε δὲ θούριδος ἀλκῆς:
Iliad 8.175: γινώσκω δ`’ ὅτι μοι πρόφρων κατένευσε Κρονίων
Iliad 8.176: νίκην, καὶ μέγα κῦδος: ἀτὰρ Δαναοῖσί γε πῆμα:
Iliad 8.177: νήπιοι, οἳ, ἄρα δὴ τάδε τείχεα μηχανόωντο
Iliad 8.178: ἀβληχρ' . οὐδενόσωρα: τα δ
’ οὐ μένος ἁμὸν ἐρύξει:
Iliad 8.179: ἵπποι δὲ ῥέα τάφρον ὑπερθορέονται ὀρυκτήν:
Iliad 8.180: ἀλλ’ ὅτε κεν δὴ νηυσὶν ἔπι γλαφυρῇσι γένωμαι.
Iliad 8.181: μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω.
Iliad 8.182: ὡς πυρὶ νῆας ἐνιπρήσω: κτείνω δὲ καὶ αὐτοὺς.
Iliad 8.184: ὡς εἰπὼν, ἵ̈πποισιν ἐκέκλετο, φώνησέν τε⁚
Iliad 8.185: Ξάνθέ τε. καὶ σὺ: Πόδαργε καὶ Αἴθων Λάμπέ τε δῖε,
Commented on by msA 8.136
Iliad 8.186: νῦν μοι τὴν κομιδὴν ἀποτίνετον. ἣν μάλα πολλὴν
Commented on by msAint 8.142
Iliad 8.187: Ἀνδρομάχη θυγάτηρ μεγαλήτορος Ἠετίωνος .
Iliad 8.188: ὑμῖν παρ προτέροισι μελίφρονα πυρὸν ἔθηκεν,
Iliad 8.189: οἶνόν τ’ ἐγκεράσασα, πιεῖν. ὅτε θυμὸς ἀνώγοι.
Commented on by msAint 8.143, msA 8.138
Iliad 8.190: ἢ ἐμοὶ: ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι:
Iliad 8.191: ἀλλ`’ ἐφομαρτεῖτον, καὶ σπεύδετον: ὄφρα λάβωμεν
Commented on by msAint 8.144, msA 8.139
Iliad 8.192: ἀσπίδα Νεστορέην : τῆς νῦν κλέος οὐρανὸν ἵ̈κει.
Commented on by msA 8.140
Other texts (11 passages)
Scholia group: msA
msA 8.133: ἀβληχρά: Ἡρακλείδης ὁ Μειλήσιος βαρύνει ὡς ἄσητα . λόγῳ δὲ χρῆται τούτῳ ὡς ὅτι βληχρον ἐστι τὸ ἰσχυρόν ὅπερ κατα στέρησιν ὀφείλει λέγεσθαι ἄβληχρος ὡς ἄκακος σημαίνει γὰρ τὸ ἀσθενὲς . ἡ μέντοι παράδοσις ὀξύνει τὸ ἀβληχρὰ καὶ ἀβληχρὴν πεισθεῖσα πρῶτον τῷ παρασχηματισμῷ ὡς ἁπλῶ, οὕτως γὰρ παρεσχηματίσθη ὡς πνιχρά ψυχρά λέγω δὲ θηλυκῶς οὕτως ἀβληχρά οὐ κοινωνοῦντός ποτὲ τοῦ γένους: λέγω δὲ ὁ ἀβληχρὸς καὶ ἡ ἀβληχρὸς : ἄλλως τε ήδη αὐτὸ τὸ βληχρὸς σημαίνει. ὡς ἐπι τὸ πλεῖστον μᾶλλον τὸ ἀσθενὲς Ἀλκαῖος θ βληχρῶν ἀνέμων ἀχείμαντοι πνοαί : καὶ ὁ Νίκανδρος βληχρὸν γὰρ μυὸς οἷα μυληβόρου ἐν χροῒ νύγμα : τούτωι δὴ πλεονάσαν τὸ α φυλάξει τὸν αὐτὸν τόνον ἀεί οἶδα γὰρ τὸ ἄβορος ἄγαυρος ἄσταχυς ⁑
Comments on 8.178
msA 8.134: οὐδενόσωρα, οὐδεμιᾶς φροντιδ ἄξια ἀπο τῶν ὠρῶν ὤρα γὰρ ἡ φροντις ⁑
Comments on 8.178
msA 8.136: Ξανθέ τε καὶ σὺ Πόδαργε . καὶ Αἴθων Λάμπε τε δῖον: ὅτι οὐδαμοῦ Ὅμηρος τεθρίππου χρῆσιν παρεισάγει: μάχεται δὲ καὶ τὰ ἐπαγόμενα δυϊκὰ καὶ ἡ προσφώνησις εὐήθης: βραχὺ δὲ διασταλτέον καθ’ έκαστον ὄνομα. καν συνάπτηται δὲ τὸ ψυχρὸν εκεῖνο οὐ δύναται νοεῖσθαι ὅτι δύο μέν ἐστιν ἐπίθετα: δύο δὲ κύρια ἐπεὶ οἱ σύνδεσμοι παρακείμενοι. χωριζουσιν αὐτὰ ἀπ αλλήλων: τὰ δε κύρια προς τὰ ἐπίθετα οὐδέποτε συνδεῖται ⁑
Comments on 8.185
msA 8.137: ὑμῖν παρ προτέροισι τὸ ἑξῆς τοῦτό ἐστιν ἠ εμοὶ ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι οἴνον τ’ ἐγκεράσασα πιεῖν ὅτε μοι θυμὸς ἀνώγοι ἱστεον δὲ ὅτι προ τοῦ εὑρεθῆναι τὴν τῶν ποτηρίων χρῆσιν κέρασιν ἔπινον ⁑
Comments on 8.188-8.190
msA 8.138: οἴνον τ’ ἐγκεράσασα: γελοιότατος ἐπὶ ἵππων ὁ στίχος ὅτι οἶνον ἵπποι οὐ πίνουσι. καὶ ὅτε θυμὸς ἀνώγοι εἰς μέθην γελοῖον ⁑
Comments on 8.189
msA 8.139: ἀλλ’ ἐφομαρτεῖτον καὶ σπεύδετον⁚ ὅτι ὡς προς δύο τοῖς δυϊκοῖς σχήμασι χρῆται δι ὃ ἀθετητέον τὸν προκείμενον στίχον ἐν ᾧ τεσσαρά ἐστιν ὀνόματα ⁑
Comments on 8.191
msA 8.140: ἀσπίδα Νεστορέην : αὐτὸν τὸν Νέστορα περιφραστικῶς: ἔνιοι δὲ τὸ ὅπλον Ἡφαιστότευκτον γὰρ ἦν ⁑
Comments on 8.192
Scholia group: msAint
msAint 8.141: γρ καὶ ἐπ Ιδαίω ⁚
Comments on 8.170
msAint 8.143: καὶ παρα Ἀριστοφα ἀθετεῖται ⁑
Comments on 8.189
msAint 8.144: ουτ Ἀρισταρχ ἄλλοι δὲ αί κε λάβωμεν ⁑
Comments on 8.191
Scholia group: msAil
msAil 8.145: ἠπερ εμοὶ
Comments on 8.190@ἢ-ἐμοὶ
previous | next |
---|---|
msA 103v | msA 104v |