Venetus A (Marciana 454 = 822), folio 104, verso
previous | next |
---|---|
msA 104r | msA 105r |
Iliad text (25 lines)
Iliad 8.193: πᾶσαν χρυσείην έμεναι. κανόνας τε καὶ αὐτὴν:
Commented on by msA 8.146, msAim 8.156
Iliad 8.194: αὐτὰρ ἀπ’ ὤμοιϊν Διομήδεος ἱπποδάμοιο
Iliad 8.195: δαιδάλεον θώρηκα: τὸν Ἥφαιστος κάμε τεύχων:
Commented on by msA 8.147
Iliad 8.196: εἰ τούτω κε λάβοιμεν. ἐελποίμην κεν Ἀχαιοὺς
Iliad 8.197: αὐτονυχὶ νηῶν ἐπιβησέμεν ὠκειάων:
Iliad 8.198: ὡς ἔφατ’ εὐχόμενος, νεμέσησε δὲ πότνια Ἥρη :
Iliad 8.199: σείσατο δ’ εἰνι θρόνῳ, ἐλέλιξε δὲ μακρὸν Ὄλυμπον :
Commented on by msAim 8.157
Iliad 8.200: καί ρα Ποσειδάωνα μέγαν θεὸν, ἀντίον ηὔδαν:
Iliad 8.201: ὦ πόποι. ἐννοσίγαι’ εὐρυσθενὲς, οὐδέ νυ σοί περ
Iliad 8.202: ὀλλυμένων Δαναῶν ὀλοφύρεται ἐν φρεσὶ θυμός:
Iliad 8.203: οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἰγὰς δῶρ’ ἀνάγουσι
Commented on by msA 8.148
Iliad 8.204: πολλά τε καὶ χαρίεντα: σὺ δέ σφισι βούλεο νίκην.
Iliad 8.205: εἴ περ γάρ κ’ ἐθέλοιμεν ὅσοι Δαναοῖσιν ἀρωγοὶ.
Iliad 8.206: Τρῶας ἀπώσασθαι, καὶ ἐρυκέμεν εὐρύοπα Ζῆ
Commented on by msAim 8.158
Iliad 8.207: ν’ : αὐτοῦ κ’ ἔνθ’ ἀκάχοιτο καθήμενος οἶος ἐν Ί̈δῃ :
Commented on by msA 8.150
Iliad 8.208: τὴν δὲ μέγ’ ὀχθήσας προσέφη κρείων ἐνοσίχθων:
Iliad 8.209: Ἥρη ἀπτοεπὲς: ποῖον τὸν μῦθον ἔειπες:
Commented on by msA 8.151
Iliad 8.210: οὐκ ἂν ἔγωγ’ ἐθέλοιμι Διὶ̈ Κρονίωνι μάχεσθαι
Iliad 8.211: ἡμέας τοὺς ἄλλους: ἐπει ῆ πολὺ φέρτερός ἐστιν:
Iliad 8.212: ὡς οἱ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον:
Iliad 8.213: τῶν δ’: ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργε,
Commented on by msA 8.152, msA 8.153, msA 8.154, msAim 8.159
Iliad 8.214: πλῆθεν ὁμῶς ἵ̈ππων τὲ καὶ ἀνδρῶν ἀσπιστάων
Iliad 8.215: εἰλομένων: εἴλει δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
Iliad 8.216: Ἕκτωρ Πριαμίδης , ὅτε οἱ Ζεὺς κῦδος ἔδωκε:
Iliad 8.217: καί νύ κεν ἔπρησεν πυρὶ κηλέῳ νῆας ἐἴ̈σας ,
Commented on by msA 8.155, msAext 8.1001
Other texts (15 passages)
Scholia group: msA
msA 8.146: ‡ κανόνας ῥάβδους αἷς ἐκράτουν τὰς ἀσπίδας οὔπω γὰρ ἐχρῶντο τοῖς πόρπαξιν οὓς ὄχανα ἐκάλουν ὕστερον γὰρ οὗτοι ἐπενοήθησαν ὑπο Καρῶν ὡς καὶ Ἀνακρέων φησὶν Καριοεργέος ὀχάνοιο :
Comments on 8.193
msA 8.147: δαιδάλεον ὅτι Ἡφαιστότευκτα τὰ ὅπλα ἀπο γὰρ Γλαύκου ἔλαβεν καὶ ἀπο τῶν ὅπλων ἐπι τοὺς ἄνδρας ἀναφέρεται καὶ οὐκ έστιν ἀλληγορίᾳ ⁑
Comments on 8.195
msA 8.148: οἳ δέ τοι εἰς Ἑλίκην τε καὶ Αἱγάς : Ἑλίκη πο ἐν Πελοπονήσῳ : Ποσειδῶνος ἀφ ῆς αὐτὸν Ἑλικώνιον ὁ ποιητὴς καλεῖ ⁑
Comments on 8.203
msA 8.149: Τρώας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν αὐτοῦ κ’ ἔνθ’ ἀκαχοιτο⁚ εἰ δια τὸν ει σύνδεσμον ἀποτελουμένη ὑποστιγμὴ πίπτει μετα τὸ Ζῆν ὄνομα ⁑
Comments on 8.205-8.206
msA 8.9011: ἀλλ εἰ μὲν ἐκ πλήρους ἔκειτο: οὐδὲν ἂν ἐζητεῖτο: ἐπεὶ δὲ συνείληπται καὶ ὑπο τῶν γραμματικῶν μετενήνεκται τὸ ν εἰς τὸν ἑξῆς στίχον δύο παρηκολούθησεν ἄλογα: ἓν μὲν ὅτι μεταξὺ μιᾶς συλλαβῆς τῆς ναυ , ὑποστιγμὴ πέπτωκεν καὶ αὐτὴ χρόνου ἔχουσα διάστημα, ᾧ παραπλήσια κἀκεῖνα ὡς ἔφαθ’ αι δ’ ἐπέμυξαν : ὡς εφαθ’ οὐδ’ ἀπίθησεν ⁚ ἕτερον δὲ ὅτι συμβήσεται κατ αρχὰς τοῦ στίχου μετὰ τὸ ν μόνον στοιχεῖον διάστημα εἶναι τῆς ὑποστιγμῆς ⁑
Comments on 8.206-8.207
msA 8.151: ἀπτοεπες ὅτι δασύνουσιν ἁπτοεπὲς καθαπτομένη τοῖς ἕπεσιν : Ἀρίσταρχ δὲ ψιλοῖ ἐμφαντικώτερον δὲ τὸ ψιλοῦν, καὶ ἴσως ἦν παρὰ τὸ πτοεῖσθαι ἡ άγαν πτοοῦσα: ἢ παρὰ τὸ ἁπτὸν τὸ ἰσχυρόν. ὥστε εῖναι δεινοεπές ⁑
Comments on 8.209
msA 8.154: τῶν δ’ ὅσον ἐκ νηῶν: βραχὺ διασταλτέον ἐπὶ τὸ νηῶν . σαφεστέραν γὰρ ποιεῖ τὴν διάνοιαν τοιαύτην οῦσαν ὅσον ἡ τάφρος ἀπέχει τοῦ τείχους καὶ τῶν νηῶν, τοῦτο πληρες ἦν πεζῶν τὲ καὶ ἵππων λείποντος τοῦ και συνδεσμου: τὸ γὰρ ἔεργεν ἐστι περιώριζεν εντὸς τῶν τε νηῶν καὶ τοῦ τείχους μεταξὺ κενὸν ἦν εἰς δίοδον τὸ μὲν πλάτος πλεθριαῖον ὑπάρχον τὸ δὲ μῆκος δι όλου τοῦ ναστάθμου : πάλιν δὲ οὕτως. τοῦ τείχους ἐκτὸς ἦν διάστημα βραχὺ μεθ ὃ ἡ τάφρος ὤρυκτο τοσοῦτον μέντοι εἰκάζει τὸ διάστημα ἐκεῖνο ὡς ενὸς βέλους εἶναι τὴν τάφρον: καὶ εφικνεῖσθαι τὰ βαλλόμενα τοῦ τείχους ἀπο τῶν ἐπιόντων: ἀμφότερα οὖν τὰ διαστήματα ἑκατέρωθ τοῦ τείχους: τὸ μὲν προς τὴν τάφρον: τὸ δὲ πρὸς τὰς ναῦς ἐπεπλήρωτο: οὕτως Νικάνωρ ⁑
Comments on 8.213
msA 8.155: κηλέω: ὡς μελέω γέγονε δὲ παρὰ καλὸν καὶ κηλὸν κήλιον ὡς παρα τὸ Μῆλον Μήλιον δερος: καὶ Ἱ̈ωνικῶς κήλεον καὶ κηλέῳ ἐκεῖνο γοῦν ἐντελές ἐστι, τὸ σὺν πυρὶ κηλείῳ χάριν Ἕκτορος ⁑
Comments on 8.217
Scholia group: msAim
msAim 8.156: οτ ἀντι τοῦ όλην
Comments on 8.193
msAim 8.157: οτ μακρὸν Ὄλυμπ ὡς όρος ⁑
Comments on 8.199
msAim 8.158: πρὸς τὴν συναλιφην αντ τοῦ Ζῆνα ⁑
Comments on 8.206
msAim 8.159: διχῶς Αρισταρχος καὶ ἔεργε καὶ έρυκε ⁑
Comments on 8.213
Scholia group: msAext
msAext 8.1001: πυρι κηλέῳ
Comments on 8.217
Scholia group: msAil
msAil 8.160: α
Comments on 8.207@ν’
msAil 8.161: ε
Comments on 8.213@δ’
previous | next |
---|---|
msA 104r | msA 105r |