Venetus A (Marciana 454 = 822), folio 105, recto

previousnext
msA 104vmsA 105v

Iliad text (26 lines)


Iliad 8.218: εἰ μὴ ἐπὶ φρεσὶ θῆκ’ Ἀγαμέμνονι πότνια Ἥρη


Iliad 8.219: αὐτῷ ποιπνύσαντι, θοῶς ὀτρῦναι Ἀχαιούς :


Iliad 8.220: βῆ δ’ ἱ̈έναι παρά τε κλισίας καὶ νῆας Ἀχαιῶν


Iliad 8.221: πορφύρεον μέγα φᾶρος ἔχων ἐν χειρὶ παχείῃ:

Commented on by msA 8.162


Iliad 8.222: στῆ δ’ ἐπ’ Ὀδυσσῆος μεγακήτεϊ νηῒ μελαίνῃ.


Iliad 8.223: ἥ ρ’ ἐν μεσσάτῳ ἔσκε γεγωνέμεν ἀμφοτέρωσε:

Commented on by msA 8.163


Iliad 8.227: ἤϋσεν δὲ διαπρύσιον. Δαναοῖσι γεγωνώς:


Iliad 8.228: αἰδὼς Ἀργεῖοι , κὰκ’ ἐλέγχεα, εἶδος ἀγητοὶ:


Iliad 8.229: πῇ ἔβαν εὐχωλαὶ, ὅτε δὴ φάμεν εἶναι ἄριστοι,

Commented on by msA 8.164


Iliad 8.230: ἃς ὁπότ’ ἐν Λήμνῳ κενεαυχέες ἠγοράασθε.

Commented on by msAint 8.174, msA 8.165, msAim 8.172


Iliad 8.231: ἔσθοντες κρέα πολλὰ, βοῶν ὀρθοκραιρά̄ων.

Commented on by msA 8.166


Iliad 8.232: πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο.


Iliad 8.233: Τρώων ἄνθ’ ἑκατόν τε διηκοσίων τε ἕκαστος

Commented on by msAint 8.175


Iliad 8.234: στήσεσθ’ ἐν πολέμῳ: νῦν οὐδενὸς ἄξιοί εἰμεν


Iliad 8.235: Ἕκτορος . ὃς τάχα νῆας ἐνιπρήσει πυρὶ κηλέῳ:

Commented on by msA 8.168, msA 8.169


Iliad 8.236: Ζεῦ πάτερ. ἦ ρά τιν’ ἤδη ὑπερμενέων βασιλήων


Iliad 8.237: τῇδ’ ἄτῃ ᾶσᾰς. καί μιν μέγα κῦδος ἀπηύρας.


Iliad 8.238: οὐ μεν δή ποτε φημὶ τεὸν περικαλλέα βωμὸν


Iliad 8.239: νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε έρρων,

Commented on by msA 8.170


Iliad 8.240: ἀλλ`’ ἐπὶ πᾶσι. βοῶν δημὸν καὶ μηρί’ ἔκηον

Commented on by msA 8.171


Iliad 8.241: ϊέμενος Τροίην εὐτείχεον ἐξαλαπάξαι:


Iliad 8.242: ἀλλὰ Ζεῦ τόδε πέρ μοι ἐπικρήηνον ἐέλδωρ:


Iliad 8.243: αὐτοὺς δή περ ἔασον ὑπεκφυγέειν καὶ ἀλύξαι.


Iliad 8.244: μὴδ’ οὕτω Τρώεσσιν έα δάμνασθαι Ἀχαιούς :


Iliad 8.245: ὡς φάτο, τὸν δὲ πατὴρ ὀλοφύρετο δακρυ χέοντα:


Iliad 8.246: νεῦσε δέ οἱ λαὸν σόον ἔμμεναι. οὐδ`’ ἀπολέσθαι:

Commented on by msAim 8.173


Other texts (14 passages)


Scholia group: msA

msA 8.163: ἥ ρ’ ἐν μεσσάτω προς τὴν τάξιν τῆς νεωλκίας ἡ παρατήρησις καὶ προς τὸ γεγωνεμεν ὅτι οὐ ψιλῶς ἐστι φωνῆν ἀλλ’ ακουστὸν φθέγγεσθαι ⁑

Comments on 8.223


msA 8.164: ὅτε δὴ φάμεν: οὐκ αναγκαῖον ὀξύνειν τὸν δη ἵνα κρᾶσις γενηται, ὁμοίως τω μήτε σὺ Πηλειδ ήθελε ἐπι μὲν γὰρ τοῦ ἐθέλω πάσα ἀνάγκη τὸ ε μένειν κατα τὸν ποιητήν ὡς εἴρηται: ἐπι δὲ τούτου τοῦ παρῳχημένου δύναται ποιητικῶς ἀποβεβλῆσθαι τὸ ε ὥστε ἐπι τὴν φα συλλαβὴν θετέον τὴν προσωδίαν καὶ ἔστιν ὅμοιον τῷ ἐν Τηλέμαχος δ’ ὡς εἰδεν φαμεν δέ οι οὐ τελέομεν ⁑

Comments on 8.229


msA 8.165: ἃς ὅ ποτ’ ἐν Λήμνω ὅτι τοῦτο γινόμενον μὲν οὐ παρέστησεν ὡς γενόμενον δὲ παραδιδωσιν ⁑

Comments on 8.230


msA 8.166: ἐσθόντες κρέα πολλὰ : περιττὸς ὁ στιχ ἐκ γὰρ τοῦ πίνειν οὐκ ἐκ τοῦ ἐσθίειν τὸ καυχάσθαι συμβαίνει ⁑

Comments on 8.231


msA 8.167: Τρώων ἀνθ’ ἑκατόν τε: ἐπι τὴν ἄνθ’ συλλαβὴν ἡ ὀξεῖα ἵνα τὸ πλῆρες ᾖ ἄντα οὕτως δὲ ἀξιοῖ Δημήτριος ὁ Γονύπεσός . καὶ ἐμοὶ δὲ οὕτως ἀρέσκει τὸ τῆς διανοίας: ἄντικρυς γὰρ Τρώων ἑκατ καὶ διηκοσίων εἷς ἕκαστος στήσεσθαι φησίν. οὐ γὰρ κωλύεται ἡ τοῦ ἄντα σύνταξις εῖ γε ἐπι γενικὴν φέρεται ⁑

Comments on 8.233-8.234


msA 8.168: Ἕκτορος ὃς ταχα νῆας, ὅτι ἐκλύει καὶ ἀπαμβλύνει τὸν ὀνειδισμὸν ὁ στίχος κρείσσων γὰρ καθολικώτερον ἑάσαι : οὐδήποτε ἀνδρός, ἀλλ οὐχὶ τοῦ διαφορωτάτου ⁑

Comments on 8.235


msA 8.169: Ἕκτορος ὃς ταχα ἧττον ἂν φασὶν Ἀρίσταρχον ὀνειδιστικὸν εῖναι εἵπερ οὕτως ἐγέγραπτο Εκτορος ὃ δὴ κῦδος Ὀλύμπιος αὐτὸς ὀπάζει , ἠθέτητο δὲ καὶ παρὰ Ἀριστοφα ⁑

Comments on 8.235


msA 8.170: νηῒ πολυκλήϊδι παρελθέμεν ἐνθάδε ἔρρων: ὅτι τὸ ἔρρων οὐκ έστι ψιλῶς παραγινόμενος: ἀλλὰ μετα φθορᾶς δυσαρεςτεῖ γὰρ τῇ παρουσία ⁑

Comments on 8.239


msA 8.171: δημόν: Ἀρίσταρχος κατ oξείαν τασῖν ἐπι τοῦ λΐπους: τὸ γὰρ ἐπι τοῦ πλήθους βαρύνει οὕτως καὶ ὁ Ἀσκαλωνίτης λέγων τὸ μὲν παρα τὸ δέμας γεγενῆσθαι οἱονεὶ σῶμά τι τυγχάνων, ἢ παρὰ τὸν δασμόν: τὸ δὲ ἐπι τοῦ λίπους παρα τὸ δαίω εὔκαστον γὰρ τὸ λῖπος δύναιτο δ’ ἄν τις καὶ ἄλλως ἐτυμολογεῖν εἰ παρὰ τὸ δέω γένοιτ δέεμὸς καὶ ἐν συναλιφῇ δῆμος τὸ συνδεδεμένον πλῆθος: τὸ γὰρ ἐναντίον λύει ἀπο τῆς διαλύσεως ⁑

Comments on 8.240


Scholia group: msAim

msAim 8.173: Αρισταρχ οὐδ’ ἀπολεῖσθαι ⁑

Comments on 8.246


Scholia group: msAint

msAint 8.174: τὸ ὁποτε ἀντι τοῦ ότε ⁑

Comments on 8.230


Scholia group: msAil

msAil 8.176: τα

Comments on 8.233@ἄνθ’


msAil 8.177: α

Comments on 8.240@ἔκηον


msAil 8.178: α

Comments on 8.245@ὀλοφύρετο


previousnext
msA 104vmsA 105v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1