Venetus A (Marciana 454 = 822), folio 106, recto
previous | next |
---|---|
msA 105v | msA 106v |
Iliad text (25 lines)
Iliad 8.272: εἰς Αἴανθ’ . ὁ δέ μιν σάκεϊ κρύπτασκε φαεινῷ:
Iliad 8.273: ἔνθα τίνα πρῶτον Τρώων ἕλε Τεῦκρος ἀμύμων:
Iliad 8.274: Ὀρσίλοχον μὲν πρῶτα καὶ Όρμενον , ἠδ`’ Ὀφελέστην .
Iliad 8.275: Δαίτορά τε. Χρομίον τε, καὶ ἀντίθεον Λυκοφόντην :
Iliad 8.276: καὶ Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον :
Commented on by msAint 8.201, msA 8.194
Iliad 8.278: τὸν δὲ ἰδὼν γήθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
Iliad 8.279: τόξου ἀπο κρατεροῦ Τρώων ὀλέκοντα φάλαγγας:
Iliad 8.280: στῆ δὲ πὰρ’ αὐτὸν ἰὼν, καί μιν πρὸς μῦθον ἔειπε:
Iliad 8.281: Τεῦκρε , φίλη κεφαλὴ. Τελαμώνιε . κοίρανε λαῶν,
Iliad 8.282: βάλλ’ οὕτως. αἴ κέν τι φόως Δαναοῖσι γένηαι
Iliad 8.283: πατρί τε σῷ Τελαμῶνι . ὅ, σ’ ἔτρεφε τυτθὸν ἐόντα:
Commented on by msA 8.195
Iliad 8.284: καί σε νόθον περ, ἐόντα κομίσσατο ᾧ ἐνὶ οἴκῳ
Iliad 8.285: τὸν καὶ τηλόθ’ ἐόντα ἐϋκλείης ἐπίβησον:
Iliad 8.286: σοὶ δ’ ἐγὼ ἐξερέω ὡς καὶ τετελεσμένον ἔσται:
Iliad 8.287: αἴ κέν μοι δῴη Ζεύς τ’ αἰγίοχος καὶ Ἀθήνη
Iliad 8.288: Ἰ̈λίου ἐξαλαπάξαι ἐϋκτίμενον πτολίεθρον.
Iliad 8.289: πρώτῳ τοι μετ εμὲ πρεσβήϊον ἐν χερὶ θήσω.
Iliad 8.290: ἢ τρίποδ’ ἠὲ δύω ἵππους αὐτοῖσιν ὄχεσφιν.
Commented on by msAint 8.202, msA 8.198, msAim 8.200
Iliad 8.291: ἠὲ γυναῖχ’. ἥ κέν τοι ὁμὸν λέχος εἰσαναβαίνοι:
Iliad 8.292: τὸν δ’ ἀπαμειβόμενος προσεφώνεε Τεῦκρος ἀμύμων:
Iliad 8.293: Ἀτρείδη κύδιστε. τί με σπεύδοντα καὶ αὐτὸν
Commented on by msAint 8.203
Iliad 8.294: ὀτρύνεις: οὐ μέν μοι, ὅση δύναμίς γε πάρεστι
Iliad 8.295: παύομαι: ἀλλ’ ἐξ οὗ προτὶ Ἴ̈λιον ὠσάμεθ’ αὐτοὺς.
Iliad 8.296: ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος ἄνδρας ἐναίρω:
Commented on by msA 8.199, msAim 8.211
Iliad 8.297: ὀκτὼ δὴ προἕηκα τανυγλώχινας ὀϊστούς:
Other texts (9 passages)
Scholia group: msA
msA 8.194: Πολυαιμονιδ Ἀμοπάονα : ψιλωτεον πάντα ἵνα κύρια γένηται: παραιτητέον δὲ τοὺς διαλύοντας τὸ Αμοπάονα πιθανώτερον γάρ ἐστι κύριον αὐτῶ παραλαβεῖν ἵνα τὸ προκείμενον αὐτοῦ πατρονυμικὸν τυγχάνη ⁑
Comments on 8.276
msA 8.195: ὅ σ ἔτρεφε, ἡ σε ἀντωνυμία ἐγκλιτική ἐστι, τὸ δε ὁ παρα τῷ ποιητῇ κείμενον ἐστιν ἀντι τοῦ ος ⁑
Comments on 8.283
msA 8.196: καί σε νόθον περ ἑόντα : παρα Ζηνοδότω , οὐδε ἢν: ἠθέτητο δὲ καὶ παρα Ἀριστοφάνει ὅτι ἄκαιρος ἡ γενεαλογία καὶ οὐκ έχουσα προτροπὴν ἀλλα τοῦναντίον ὀνειδισμὸν καὶ ἀποτροπήν ⁑
Comments on 8.284
msA 8.197: Ἡρακλῆς : πορθήσας Ἴ̈λιον Ἰσιώνην τὴν Λαομέδοντος θυγατέρα Πριαμου δὲ ἀδελφὴν ἔλαβεν αἰχμάλωτον καὶ ἔδωκεν αὐτῇ γέρας Τελαμῶνι ὡς συστρατεύσαντι αὐτῷ ἀφ ῆς ἔσχε Τευκρον ὁ Τελαμών ὡς οὖν ἀπο Τρωϊκῆς γυναικὸς τεχθέντα τὸν παῖδα Τεῦκρον ἐκάλεσαν προ ἀναπέμψαντες τὸν τόνον καὶ ποιήσαντες κύριον. Τευκροῖ γὰρ οἱ Τρῶες ἀπο τοῦ βασιλεύοντος αὐτῶν Τεύκρου . ἡ δὲ ἱστορία ἀκριβέστερον εἴρηται παρά τε ἄλλοις πολλοῖς καὶ παρα Ἀπολλωνίω τῷ γραμματικῷ ἐν τῷ δευτέρῳ τῶν γενῶν: ἐζήτηται δὲ πῶς ἐξ απάντων ἐπαινέσας τὸν Τεῦκρον νῦν ἐπιφέρει νόθον: ἡμεῖς δὲ φαμὲν τοῦτο μὴ εῖναι πρὸς αἰσχύνης. δια τὸ παρα τοῖς παλαιοῖς ἔθος κρατοῦν, ἑτίμων γὰρ τοὺς νόθους ἐπ ἴσης τοῖς γνησίοις: ἄλλως τε: εἰ καὶ αἰχμάλωτος ἡ Ἰσιώνη , ἀλλα βασιλίς: ἔτι δὲ καὶ αὐξήσεως ἕνεκεν τοῦτο εἰρῆσθαι φαμεν ὅτι τῇ ἀρετῇ: καὶ τοὺς γνησίους ὑπερέβαλεν ⁑
Comments on 8.284
msA 8.198: ἢ τρίποδ’ ἠὲ δύω: παραδιαζευκτικὸς ὁ η ὡς τὸ ἠὲ δύο ἠ τρεῖς ἄνδρας ἔρυσθε ⁑
Comments on 8.290
msA 8.199: ἐκ τοῦ δὴ τόξοισι δεδεγμένος: οὕτως αἱ Ἀριστάρχου διὰ τοῦ γ δεδεγμένος : Ἡρῳδιανοῦ διὰ τοῦ χ δεδεχμένος . καί φασὶ Διογένης . ἐν τοῖς ὑπομνήμασι. ὅτι εἰρωνευόμενος λε οἷον δεξιούμενος τοῖς τόξοις : τὸ γὰρ δεδέχεσθαι δεξιοῦσθαι ἐστιν οὐκ αχαρις ἡ ἐξήγησις ⁑
Comments on 8.296
Scholia group: msAim
msAim 8.200: οἱ πε Ζηνόδοτ καὶ Αριστοφα ἵππω ⁚
Comments on 8.290
Scholia group: msAint
msAint 8.201: τὸ Ἀμοπάονα ἐν ενὶ με λόγου αναγνωστέον κύριον γὰρ ⁑
Comments on 8.276
msAint 8.203: αντ προθύμως ἐνεργοῦντα ⁑
Comments on 8.293
previous | next |
---|---|
msA 105v | msA 106v |