Venetus A (Marciana 454 = 822), folio 106, verso
previous | next |
---|---|
msA 106r | msA 107r |
Iliad text (26 lines)
Iliad 8.298: πάντες δ’ ἐν χροῒ πῆχθεν ἀρηϊθόων αἰζηῶν.
Iliad 8.299: τοῦτον δ’ οὐ δύναμαι βαλέειν κύνα λϋσσητῆρα:
Commented on by msA 8.204
Iliad 8.300: ῆ ῥα: καὶ ἄλλον ὀϊστὸν ἀπὸ νευρῆφιν ἴ̈αλλεν
Iliad 8.301: Ἕκτορος ἀντικρὺ. βαλέειν δέ ἑ ΐετο θυμός:
Commented on by msAim 8.212
Iliad 8.302: καὶ τοῦ μὲν ρ’ ἀφάμαρθ’, ὁ δ’ ἀμύμονα Γοργυθίωνα
Iliad 8.303: υἱὸν εῢν Πριάμοιο κατὰ στῆθος βάλεν ἰ̈ῷ:
Iliad 8.304: τόν ῥ’ ἐξ Αισύμηθεν ὀπυιομένη τέκε μήτηρ
Commented on by msAim 8.213
Iliad 8.305: καλὴ Καστιάνειρα δέμας ἐικυῖα θεῇσι:
Iliad 8.306: μήκων δ’ ὣς ἑτέρωσε κάρη βάλεν. ἥ τ’ ἐνι κήπῳ
Iliad 8.307: καρπῷ βριθομένη, νοτίῃσί τε εἰαρινῇσιν.
Commented on by msA 8.207
Iliad 8.308: ὡς ἑτέρωσ’ ἤμῡσε κάρη πήληκι βαρυνθέν:
Commented on by msAim 8.214
Iliad 8.309: Τεῦκρος δ’ ἄλλον ὀϊστὸν ἀπο νευρῆφιν ἴ̈αλλεν
Iliad 8.310: Ἕκτορος ἀντικρὺ. βαλέειν δέ ἑ ΐετο θυμὸς,
Iliad 8.311: ἀλλ’ ό γε καὶ τόθ’ ἅμαρτε, παρέσφηλεν γὰρ Ἀπόλλων :
Commented on by msAim 8.215
Iliad 8.312: ἀλλ`’ Ἀρχεπτόλεμον . θρασὺν Ἕκτορος ἡνιοχῆα
Commented on by msA 8.208
Iliad 8.313: ϊέμενον πόλεμον δὲ. βάλε στῆθος παρὰ μαζὸν.
Commented on by msAint 8.219, msAim 8.216
Iliad 8.314: ήριπε δ’ ἐξ οχέων, ὑπερώησαν δέ οἱ ἵ̈πποι
Iliad 8.315:
Iliad 8.316: Ἕκτορα δ’ αἰνὸν ἄχος πύκασε φρένας ἡνιόχοιο:
Commented on by msAint 8.220
Iliad 8.317: τὸν μὲν ἔπειτ’ εἴασε καὶ ἀχνύμενός περ ἑταίρου.
Commented on by msAim 8.217
Iliad 8.318: Κεβριόνην δ’ ἐκέλευσεν ἀδελφεὸν, ἐγγὺς ἐόντα:
Iliad 8.319: ἵ̈ππων ἡνί’ ἑλεῖν. ὃ δ’ ὰρ οὐκ απίθησεν ἀκούσας:
Iliad 8.320: αὐτὸς δ’ ἐκ δίφροιο χαμαὶ θόρε παμφανόωντος
Iliad 8.321: σμερδαλέα ἰ̈άχων: ὁ δὲ χερμάδιον λάβε χειρὶ.
Iliad 8.322: βῆ δ’ ϊθὺς Τεύκρου : βαλέειν δέ ἑ θυμὸς ἀνώγειν:
Commented on by msAext 8.221, msAim 8.218
Iliad 8.323: ἤτοι ὁ μὲν φαρέτρης ἐξείλετο πικρὸν ὀϊστὸν.
Other texts (13 passages)
Scholia group: msA
msA 8.204: ‡ κύνα: διὰ τὸ θρασὺ καὶ πολύλαλον ἐξ οὗ νῦν ἔφυγες θάνατον κύον καὶ τὸ ὡς δ’ ὅτε τίς τε κύων συὸς ἀγρίου ⁑
Comments on 8.299
msA 8.205: ‡ μήκων δ’ ὡς ἑτέρωσε: ἤτοι τὸ ἑξῆς ἐστιν ἑτέρωσε δὲ κάρη βάλεν ὡς μήκων ἥτ’ ἐνι κήπῳ καρπῷ βριθομένη ἐστί: λείπει γὰρ τὸ ῥῆμα τοῦτο καὶ οὐκ ἐστιν ἡ μετοχὴ ἀντὶ ῥήματος, ἔσται δὲ οὕτως δῖς ἡ ἀνταπόδοσις λεγομένη καὶ γὰρ ἑξῆς ἐπιφέρει ὣς ἑτέρωσ’ ἤμυσε κάρη καὶ ἐν ἄλλοις δὲ εἴωθεν, κατα δὴ ταύτην τὴν ἐξήγησιν. ἐπι μὲν τὸ βάλε διαστελοῦμεν: ἐπὶ δὲ τὸ εἰἀρινῃσιν ὑποστίξωμεν. δύναται δὲ καὶ ὑποστίζεσθαι ἀμφότερα ἐν ὑποκρίσει ἵνα συ μία ἀνταπόδοσις ᾖ ἡ ἐπιφερομένη: ἔσται δὲ τὸ ἑξῆς ὡς δε μήκων ἑτέρωσε κάρη βάλε ὣς ἑτέρως ἤμυσε κάρη : ἠ περισσόν ἐστί τὸ η ἄρθρον. καὶ ὁ τέ συνδ . ὁ δὲ λόγος ὡς δε μήκων ἑτέρωσε κάρη βάλε ὣς ἑτέρως ἤμυσε κάρη βάλλει καρπῷ βριθομένη ὡς ἑτέρως ἤμυσε . βέλτιον δὲ ὑποστίζειν ⁑
Comments on 8.306-8.308
msA 8.207: καρπῷ βριθομένῃ ὅτι ἔξωθεν προσληπτέον τὸ ἐστιν εἰ μη ἡ μετοχη ἀντι ρήματος παρείληπται: βριθομένη , ἀντι τοῦ βρίθεται : ἠ κοινὸν τὸ κάρη βαλεν ⁑
Comments on 8.307
msA 8.209: ὁ δὲ χερμάδιον: ὁ δὲ Ὁμηρικὸν ἔθος ὡς περι ἑτέρου λεγόμενον ⁑
Comments on 8.321
msA 8.210: σμερδαλέα ϊάχων ὁ δέ: ὅτι ὡς περὶ ἑτερου ὁ δὲ χερμάδιον ἐπι τὸ αὐτὸ ἀναφέρων πρόσωπον ὡς εἰ ἔλεγεν: οὗτος δὲ αὐτὸς χερμάδιον λάβε χειρί ⁑
Comments on 8.321
Scholia group: msAim
msAim 8.211: οτ αντ τοῦ πεῖσαι καὶ βαλεῖν ⁑
Comments on 8.296
msAim 8.213: Ἀρίσταρχος Αἱσύμνηθεν καὶ ἡ Ζηνοδοτ καὶ ἡ Ἀριστοφα
Comments on 8.304
msAim 8.214: οτ τὸ πλῆρες ἑτέρωσε ⁑
Comments on 8.308
msAim 8.215: διχῶς ἀλλ ὅ γε τοῦ μὲν άμαρτε καὶ ἀλλ ὁ γε καὶ τόθ’ άμαρτε ⁑
Comments on 8.311
msAim 8.216: βραχ διασταλτ μετα τὴν δὲ συλλαβην ⁑
Comments on 8.313
msAim 8.217: λειπ ἡ περὶ πε εταίρου
Comments on 8.317
msAim 8.218: οτ ἐπι τοῦ Τρῶσαι ⁑
Comments on 8.322
Scholia group: msAint
msAint 8.219: πρὸς τὸ βάλε ἀντι τοῦ έπεσεν ⁑
Comments on 8.313
previous | next |
---|---|
msA 106r | msA 107r |