Venetus A (Marciana 454 = 822), folio 107, recto
previous | next |
---|---|
msA 106v | msA 107v |
Iliad text (25 lines)
Iliad 8.324: θῆκε δ’ ἐπὶ νευρῇ. τὸν δ’ αὖ κορυθαίολος Ἕκτωρ
Iliad 8.325: αὐερύοντα παρ’ ὦμον, ὅθι κληῒς ἀποέργει
Commented on by msA 8.222
Iliad 8.326: αὐχένα τε στῆθός τε, μάλιστα δὲ καίριον ἐστι.
Iliad 8.327: τῇ ρ’ ἐπι οἷ μεμαῶτα βάλεν λίθῳ ὀκριόεντι:
Iliad 8.328: ῥῆξε δέ οἱ νευρὴν. νάρκησε δὲ χεὶρ, ἐπι καρπῷ:
Iliad 8.329: στῆ δὲ γνὺξ ἐριπὼν, τόξον δέ οἱ ἔκπεσε χειρός,
Iliad 8.330: Αἴας δ’ οὐκ αμέλησε κασιγνήτοιο πεσόντος:
Iliad 8.331: ἀλλὰ θέων περίβη. καί οἱ σάκος ἀμφεκάλυψε:
Commented on by msA 8.226
Iliad 8.332: τὸ`ν μὲν ἔπειθ’ ὑποδύντε δύω ἐρίηρες ἑταῖροι,
Iliad 8.333: Μηκιστεὺς Ἐχίοιο πάϊς. καὶ δῖος Ἀλάστωρ .
Iliad 8.334: νῆας ἐπι γλαφυρὰς φερέτην βαρέα στενάχοντα:
Iliad 8.335: ὰψ δ’ αὖτις Τρώεσσιν Ὀλύμπιος ἒν μένος ῶρσεν:
Iliad 8.336: οἱ δ’ ϊθὺς τάφροιο βαθείης ὦσαν Ἀχαιοὺς :
Iliad 8.337: Ἕκτωρ δ’ ἐν πρώτοισι κίε σθένεϊ βλεμεαίνων:
Commented on by msA 8.227
Iliad 8.338: ὡς δ’ ὅτε τίς τε κύων, συὸς ἀγρίου ἠὲ λέοντος
Iliad 8.339: ἅπτηται κατόπισθε ποσὶν ταχέεσσι διώκων.
Commented on by msAim 8.230
Iliad 8.340: ἰ̈σχία τε γλουτούς τε ἑλισσόμενόν τε δοκεύει.
Commented on by msAint 8.232, msA 8.9003, msAim 8.231
Iliad 8.341: ὡς Ἕκτωρ , ὤπαζε κάρη κομόωντας Ἀχαιοὺς :
Iliad 8.342: αἰὲν ἀποκτείνων τὸν ὀπίστατον, οἱ δὲ φέβοντο:
Iliad 8.343: αὐτὰρ ἐπεὶ διά τε σκόλοπας καὶ τάφρον ἔβησαν
Iliad 8.344: φεύγοντες: πολλοὶ δὲ δάμεν Τρώων ὑπὸ χερσὶν,
Iliad 8.345: οἱ μὲν δὴ παρὰ νηυσὶν ἐρητύοντο μένοντες.
Iliad 8.346: ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
Iliad 8.347: χεῖρας ἀνίσχοντες μεγάλ’ εὐχετόωντο ἕκαστος:
Iliad 8.348: Ἕκτωρ δ’ ἀμφιπεριστρώφα καλλίτριχας ἵππους
Other texts (3 passages)
Scholia group: msA
msA 8.9003: ἰσχια τε γλουτούς τε: τὸ ἡμιστίχιον. ἢ τοῖς ἄνω συναπτέον ἵν’ ᾖ σχῆμα ἅπτητε ἰσχία ἀντὶ τοῦ ἰσχΐων ὡς Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ’ ἄρ’ ἵππους : ἠ τοῖς ἑξῆς προσδοτέον ἵνα τὸ δοκεύειν κοινὸν ᾖ ⁑
Comments on 8.340
Scholia group: msAim
msAim 8.230: γρ πεποιθῶς
Comments on 8.339
msAim 8.231: σημειοῦνται τινὲς ὅτι ὑγιῶς διέσταλκε ⁑
Comments on 8.340
previous | next |
---|---|
msA 106v | msA 107v |