Venetus A (Marciana 454 = 822), folio 107, verso
previous | next |
---|---|
msA 107r | msA 108r |
Iliad text (25 lines)
Iliad 8.349: Γοργοῦς ὄμματ’ ἔχων. ἠδὲ βροτολοιγοῦ Ἄρηος :
Commented on by msA 8.233, msAim 8.244
Iliad 8.350: τοὺς δὲ ἰδοῦσ’ ἐλέησε θεὰ λευκώλενος Ἥρη :
Iliad 8.351: αἶψα δ’ Ἀθηναίην ἔπεα πτερόεντα προσηύδα:
Iliad 8.352: ὦ πόποι αἰγιόχοιο Διὸς τέκος. οὐκέτι νῶϊ
Commented on by msA 8.234
Iliad 8.353: ὀλλυμένων Δαναῶν κεκαδησόμεθ’ ὑστάτιόν περ.
Commented on by msA 8.235, msAim 8.245
Iliad 8.354: οἵ κεν δὴ κακὸν οἶτον ἀναπλήσαντες ὄλωνται
Iliad 8.355: ἀνδρὸς ἑνὸς ῥιπῇ: ὁ δὲ μαίνεται οὐκέτ’ ἀνεκτῶς
Commented on by msA 8.236
Iliad 8.356: Ἕκτωρ Πριαμίδης , καὶ δὴ κακὰ πολλὰ ἔοργε:
Iliad 8.357: τὴν δ’ αῦτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη ,
Iliad 8.358: καὶ λίην οὗτός γε μένος θυμόν τ’ ὀλέσειε
Iliad 8.359: χερσὶν ὑπ’ Ἀργείων φθίμενος ἐν πατρίδι γαίῃ:
Iliad 8.360: ἀλλὰ πατὴρ οὑμὸς φρεσὶ μαίνεται οὐκ αγαθῇσι.
Iliad 8.361: σχέτλιος. αἰὲν ἀλιτρὸς. ἐμῶν μενέων ἀπερωεύς:
Commented on by msA 8.237
Iliad 8.362: οὐδέ τι τῶν μέμνηται. ὅ οἱ μάλα πολλάκις υἱὸν
Iliad 8.363: τειρόμενον σώεσκον ὑπ’ Εὐρυσθῆος ἀέθλων:
Iliad 8.364: ἤτοι ὁ μὲν κλαίεσκε πρὸς οὐρανὸν. αὐτὰρ ἐμὲ Ζεὺς
Iliad 8.365: τῷ ἐπαλεξήσουσαν ἀπ’ οὐρανόθεν προΐαλλεν:
Iliad 8.366: εἰ γὰρ ἐγὼ τάδε ῄδε’ ἐνι φρεσὶ πευκαλίμῃσιν,
Iliad 8.367: εῦτέ μιν εἰς Ἀΐδαο πυλάρταο προύπεμψεν.
Commented on by msA 8.238
Iliad 8.368: ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Ἀΐδαο .
Iliad 8.369: οὐκ ἂν ὑπεξέφυγε, Στυγὸς ὕδατος αἰπὰ ῥέεθρα:
Commented on by msA 8.243
Iliad 8.370: νῦν δ’ ἐμὲ μὲν στυγέει. Θέτιδος δ’ ἐξήνυσε βουλάς:
Iliad 8.371: ἥ οἱ γούνατ’ ἔκυσσε, καὶ ἔλλαβε χειρὶ γενείου
Commented on by msAim 8.246
Iliad 8.372: λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον:
Iliad 8.373: ἔσται μὰν, ὅτ’ ὰν αὖτε φίλην γλαυκώπιδα εἴπῃ:
Commented on by msA 8.242
Other texts (12 passages)
Scholia group: msA
msA 8.233: ‡ Γοργοῦς ὄμματ’ ἔχων: ὁ Ζηνόδοτος γράφει Γοργονος ὄμματ’ ἔχων ἠὲ βροτολοιγοῦ Ἄρηος ὅ δε Ὅμηρος χω τοῦ ν λέγει τῇ δ ἐπι μὲν Γοργῷ ὡς Σαπφώ . δι ὃ λέγει Γοργοῦς ὡς Σαπφοῦς : Ἀρίσταρχ δὲ γράφει σὺν τῷ ϊ οἴμματ’ ἔχων καὶ φασὶ παρα τὴν οῖμον γεγενῆσθαι τὰς ὁδοὺς καὶ τὰ ὁρμήματα αἱ μέντοι πλείους τὴν δημωδ εῖχον Γοργοῦς ὅμματ’ ἔχων οἷς συλλαμβάνει καὶ τὸ ἀλλαχοῦ λεγόμενον τῇ δ’ ἐπι μὲν Γοργός βλωσυρωπης : χαλεπὸν οὖν τὸ σαφὲς εἰπεῖν:
Comments on 8.349
msA 8.234: νῶϊ ἡμῖν κοινῇ διαλεκτῳ Δωριεῖς γὰρ φασὶν ἅμμες Αἰολεῖς ἅμμε . Ἀττικοὶ δὲ νῶ Ἴωνες ἡμέας ἔστι δὲ ἀντωνυμία δυϊκῆ ὀρθῆς καὶ αἰτιατικῆς πτώσεως ἡμῶν : καὶ ἡμῖν ⁑
Comments on 8.352
msA 8.235: ὑστάτιον περ: δύναται καὶ τοῖς ἑξῆς συνάπτεσθαι ἵνα ᾖ ὑστάτιον οἶτον βέλτιον δὲ ὡς σύνηθες τοῖς ἄνω: ἡ δὲ διάνοια οὐκεθ’ ἡμεῖς τῶν Ἑλλήνων ἀποστησόμεθα τό γε πα ῥύστατον νῦν ὑστάτιον ἀντι τοῦ ὕστατον ὡς μάλλιον τῶν ἄλλων ⁑
Comments on 8.353
msA 8.236: ἀνεκτῶς: ὡς ἀνδρικῶς Ἀρίσταρχ περισπᾶ λέλεκται δὲ ἡμῖν περι τῆς προσωδίας ὁπότε διελάβομεν περι τοῦ ῆ δὴ λοίγια ἔργα τάδ’ ἔσσεται οὐκέτ’ ἀνεκτά ⁑
Comments on 8.355
msA 8.237: σχέτλιος σημειοῦνται τινὲς ὅτι ἀντι τοῦ ἀγνώμων, οὐκ εν τῷ καθόλου δὲ ἀλλ’ εἰς ταύτην μόνην ⁑
Comments on 8.361
msA 8.238: πυλάρταο: ἰσχυρῶς συναρμόζοντ καὶ κλείοντος τὰς πύλας δια τὸ μηδένα ὑποστρέφειν ἐξ Άιδου ⁑
Comments on 8.367
msA 8.239: ἐξ Ἐρέβευς ἄξοντα κύνα στυγεροῦ Αϊδαο ⁚ ὅτι τούτου μόνου τοῦ ἄθλου μέμνηται κατα τὸ ῥητὸν τινὲς ῆσαν: καὶ ὅτι κύνα μόνον λε Κέρβερον δὲ οὐκ ὀνομάζει ὡς οἱ νεώτεροι ἀπο δὲ τοῦ μείζονος ἄθλου πάντας δηλοῖ: οἶδεν δὲ τὸν κῦνα ἢ τὴν φύσιν αὐτοῦ: Πίνδαρος γοῦν ἑκατόν: Ἡσίοδος δὲ πεντήκοντα ἔχειν αὐτὸν κεφαλάς φησίν ⁑
Comments on 8.368
msA 8.240: κύνα Ἅδου : τὸν Κέρβερον τελεσθέντων Ἡρακλέους ἄθλων ἐν μηνὶ καὶ ἐτησίων ὀκτὼ μὴ προσδεχόμενος Εὐρυσθεὺς τόν τε τὸν Αὐγαίου βοσκημάτων ἆθλον καὶ τὸν τῆς Ὕδρας ἐνδέκατον . ἐπέταξεν ἆθλον αὐτῶ τὸν Κέρβερον ἑξ Άιδου κομίζειν: εἶχεν δὲ οὕτως τρεῖς μὲν κυνῶν κεφαλὰς τὴν δὲ ουρὰν δράκοντος τὰ δὲ τοῦ νώτου παντοίων εἶχεν ὄφεων κεφαλὰς: μέλλον οὖν ἐπι τοῦτον ἀπιέναι: ῆλθεν πρὸς Εὔμολπον εἰς Ἐλευσῖνα βουλόμενος μυηθῆναι ἢν δὲ οὐκ ἐξὸν ξένοις τότε μυεῖσθαι ἐπειδή περ Θυέστης ὁ Πυλίου παῖς παραγενόμενος ἐμυεῖτο μὴ δυνάμενος οὖν ἰδεῖν τὰ μυστήρια ἐπεί περ οὐκ ἠγνίσθη εἰς τὸν τῶν Κενταύρων φόνον ἀγνισθεὶς ὑπο Εὐμόλπου , τότε ἐμυήθη καὶ παραγενόμενος ἐπι τὸ Τέναρον τῆς Λακωνικῆς ἀκρωτήριον οὖ τῆς Ἅιδου καταβάσεως στόμιον διὰ τοῦτου κατήει ὡς δὲ ἴδον αὐτὸν αἱ ψυχαὶ χωρὶς Μελεαγρου καὶ Μεδούσης τῆς Γοργώνος , εὐθὺς ἔφυγον ἐπι δὲ τὴν Γοργόνα, τὸ ξίφος ὡς ζῶσαν ἔλκει καὶ παρα Ερμοῦ μανθάνει ὅτι ἔστι κενὸν εἴδωλον πλησίον δὲ τῶν Ἅδου πυλῶν γινόμενος. Θησέα ἐγείρει καθήμενον ἐπι ακινήτου θρόνου: ὁμοίως δὲ καὶ Πειρίθουν ἠβουλήθη καὶ τῆς γῆς πολὺ σειομένης οὐκ ηδυνήθη. ἀπεκύλησε δὲ καὶ τὸν Ἀσκαλάφου πέτρον βουλόμενος δὲ αἷμα ταῖς ψυχαῖς παραθέσθαι, μίαν τῶν Ἅδου βοῶν ἀπέσφαξεν ⁑
Comments on 8.368
msA 8.241: ἥ οἱ γούνατ’ ἔκυσσε: ἀθετοῦνται δύο στίχοι ὅτι οὐκ έδει κατ μερος διηγήσασθαι καὶ ταῦτα πρὸς τὴν καλῶς εἰδυῖαν. καὶ μὴν οὐδὲ ἡμεῖς περισσόν τι προσιστοροῦμεν ⁑
Comments on 8.371-8.372
msA 8.243: Στυγὸς ὕδατος: Στὺξ μια τῶν Ωκεανοῦ θυγατέρων ἣν ὁ Ζεὺς φρικωδέστατον όρκον τῶν θεῶν ἐποίησεν τιμήσας αὐτὴν ὡς φησὶν Ἡσίοδος ἐν ἔστιν δὲ καὶ κρίνη ἐν Άδου ⁑
Comments on 8.369
Scholia group: msAim
msAim 8.244: Αρισταρχος Γοργοῦς οἴ´ματ’ εχων ⁚
Comments on 8.349
msAim 8.246: ουδὲ παρὰ Ζηνοδότω ῆσαν ⁑
Comments on 8.371
previous | next |
---|---|
msA 107r | msA 108r |