Venetus A (Marciana 454 = 822), folio 108, recto
previous | next |
---|---|
msA 107v | msA 108v |
Iliad text (26 lines)
Iliad 8.374: ἀλλὰ συ μὲν νῦν νῶϊν ἐπέντυε μώνυχας ἵ̈ππους
Iliad 8.375: ὄφρ’ ἂν ἐγὼ καταδῦσα Διὸς δόμον αἰγιόχοιο:
Iliad 8.376: τεύχεσιν ἐς πόλεμον θωρήξομαι. ὄφρα ἴ̈δωμαι.
Commented on by msAim 8.255
Iliad 8.377: εἰ νῶϊ Πριάμοιο πάϊς κορυθαίολος Ἕκτωρ
Commented on by msAint 8.257, msA 8.247
Iliad 8.378: γηθήσει προφανέντε ἀνὰ πτολέμοιο γεφύρας:
Commented on by msA 8.248, msAim 8.256
Iliad 8.379: ἦ τις καὶ Τρώων . κορέει κύνας ἠδ’ οἰωνοὺς
Commented on by msA 8.249
Iliad 8.380: δημῷ καὶ σάρκεσσι, πεσὼν ἐπι νηυσὶν Ἀχαιῶν :
Iliad 8.381: ὡς ἔφατ’, οὐδ’ ἀπίθησε θεὰ λευκώλενος Ἥρη :
Iliad 8.382: ἡ μὲν ἐποιχομένη χρυσάμπυκας ἔντυεν ἵ̈ππους:
Iliad 8.383: Ήρη πρέσβα θεὰ θυγάτηρ μεγάλοιο Κρόνοιο :
Iliad 8.384: αὐτὰρ Ἀθηναίη κούρη Διὸς αἰγιόχοιο.
Iliad 8.385: πέπλον μὲν κατέχευεν ἑανὸν. πατρὸς ἐπ’ ούδει.
Iliad 8.386: ποικίλον. ὅν ῥ’ αὐτὴ ποιήσατο καὶ κάμε χερσὶν:
Iliad 8.387: ἡ δὲ χιτῶν’ ἐνδῦσα: Διὸς νεφεληγερέταο
Iliad 8.388: τεύχεσιν. ἐς πόλεμον θωρήσσετο δακρυόεντα:
Iliad 8.389: ἐς δ’ όχεα φλόγεα ποσὶ βήσετο: λάζετο δ’ ἔγχος.
Commented on by msA 8.251
Iliad 8.390: βριθὺ μέγα: στιβαρόν: τῷ δάμνῃσι στίχας ἀνδρῶν
Iliad 8.391: ἡρώων: τοῖσίν τε κοτέσσεται ὀβριμοπάτρη:
Iliad 8.392: Ἥρη δὲ μάστιγι θοῶς ἐπεμαίετ’ ὰρ ἵππους:
Iliad 8.393: αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ, ἃς ἔχον Ὧραι:
Commented on by msA 8.253
Iliad 8.394: τῇς ἐπιτέτραπται μέγας οὐρανος Οὔλυμπός τε.
Iliad 8.395: ἠμὲν ἀνακλῖναι πυκινὸν νέφος ἠδ`’ ἐπιθεῖναι:
Iliad 8.396: τῇ ῥα δι’ αὐτάων κεντρηνεκέας ἔχον ἵππους:
Iliad 8.397: Ζεὺς δὲ πατὴρ Ἴ̈δηθεν ἐπεὶ ἴ̈δε: χώσατ’ ὰρ αἰνῶς:
Iliad 8.398: ῗριν δ’ ὤτρυνε χρυσόπτερον ἀγγελέουσαν:
Iliad 8.399: βάσκ ἴ̈θι. Ἶ̈ρι ταχεῖα. πάλιν τρέπε: μὴδ’ έα ἄντην
Commented on by msA 8.254
Other texts (9 passages)
Scholia group: msA
msA 8.247: εἰ νῶϊ ὅτι Ζηνόδοτος γράφει σὺν τῷ ν νῶϊν τοῦτο δὲ τίθεται ἀντι τοῦ ἡμῖν ἡ ἡμῶν οὐδέτερον δὲ ἁρμόζει τὸ γὰρ νῶϊ ἐστὶν ἢ ἡμεῖς ἢ ἡμᾶς ⁑
Comments on 8.377
msA 8.248: ρηθήσει προφανεὶσα : Ἀρίσταρχος προφανέντες ὡς πληγέντε κεραυνῷ δυϊκῶς. ὁ δε Ζηνόδοτος γηθήσει προφανείσας ἰδὼν ἐς δοῦπον ἀκόντων συστέλλων τὴν τελευταίαν παροξυτόνως προφερόμενος μετ εκτάσεως τοῦ α ἔστι δὲ ἄκρατον Δόριον σπάνιον δὲ τῷ ούτῳ παρα τῷ ποιητῇ ⁑
Comments on 8.378
msA 8.250: πέπλον μὲν κατέχευεν: αθετοῦνται στίχοι τρεῖς ὅτι ἐν τῇ τοῦ Διομήδους ἀριστεία καλῶς ἐπεξείργασται πράττεται γὰρ τινὰ : ἐνταῦθα δὲ πρὸς οὐδὲν ἀναλαμβάνει τὴν παντευχίαν: ἠθέτει δὲ καὶ Ἀριστοφάνης Ζηνόδοτος δὲ οὐδὲ ἔγραφεν ⁑
Comments on 8.385-8.387
msA 8.251: λάζετο δ’ ἔγχος: Πτολεμαῖος ὁ τοῦ Οροάνδου ἐν τῷ Περι τοῦ Ὁμηρικοῦ χαρακτῆρος διὰ τοῦ οι προφέρεται λάζοιτο καὶ ἐστιν οὐκ αδόκιμος ἡ φράσις ⁑
Comments on 8.389
msA 8.253: αὐτόμαται δὲ πύλαι: ὅτι πύλας οὐρανοῦ τὰ νέφη ὑποτίθεται: τὸν γὰρ ὑπερ τὰ νέφη τόπον ὁμωνύμως τῷ στερεμνίω οὐρανὸν καλεῖ πρὸς τὰ περι Ολύμπου ⁑
Comments on 8.393
msA 8.254: βάσκ’ ἴ̈θι Ἥρη ταχεῖα. ὅτι οὐκ έστι κοινὸν νῦν ἐπίθετον τὸ ταχεῖα : ἀλλα πορεύου ταχεῖα:
Comments on 8.399
Scholia group: msAim
msAim 8.255: γρ ΐδωμεν
Comments on 8.376
msAim 8.256: γρ προφανεῖσα
Comments on 8.378
Scholia group: msAint
msAint 8.257: αντ ἡμῶν
Comments on 8.377
previous | next |
---|---|
msA 107v | msA 108v |