Venetus A (Marciana 454 = 822), folio 108, verso

previousnext
msA 108rmsA 109r

Iliad text (26 lines)


Iliad 8.400: ἔρχεσθ’: οὐ γὰρ καλὰ συνοισόμεθα πτόλεμον δὲ :


Iliad 8.401: ὧδε γὰρ ἐξερέω. ὡς καὶ τετελεσμένον ἔσται

Commented on by msAim 8.2002


Iliad 8.402: γυιώσω μέν σφωϊν ὑφ’ ἅρμασιν ὠκέας ἵππους:

Commented on by msA 8.258


Iliad 8.403: αὐτὰς δ’ ἐκ δίφρου βαλέω. κατά θ’ ἅρματα άξω:


Iliad 8.404: οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς


Iliad 8.405: ἕλκε’ ἀπαλθήσεσθον. ἅ κεν μάρπτῃσι κεραυνός:

Commented on by msA 8.259


Iliad 8.406: ὄφρ’ εἰδῇ γλαυκῶπις ὅτ ἂν ᾧ πατρὶ μάχηται.

Commented on by msA 8.260


Iliad 8.407: Ἥρῃ δ’ οὔ τι τόσον νεμεσίζομαι οὐδὲ χολοῦμαι.


Iliad 8.408: αἰεὶ γάρ μοι έωθεν ἐνικλᾶν ὅττι νοήσω:

Commented on by msA 8.261, msAim 8.266


Iliad 8.409: ὡς ἔφατ’, ὦρτο δὲ Ἶ̈ρις ἀελλόπος ἀγγελέουσα:

Commented on by msA 8.262


Iliad 8.410:


Iliad 8.411: πρώτῃσιν δὲ πύλῃσι πολυπτύχου Οὐλύμποιο

Commented on by msA 8.263


Iliad 8.412: ἀντομένη. κατέρυκε. Διὸς δέ σφ’ ἔννεπε μῦθον:


Iliad 8.413: πῇ μέματον. τί σφῶϊν ἐνὶ φρεσὶ μαίνεται ῆτορ:


Iliad 8.414: οὐκ ἐάᾳ Κρονίδης ἐπαμυνέμεν Ἀργείοισιν :


Iliad 8.415: ὧδε γὰρ ἠπείλησε Κρόνου παῖς. εἰ τελέει περ:

Commented on by msA 8.264, msAim 8.267


Iliad 8.416: γυιώσειν μὲν σφῶϊν ὑφ’ ἅρμασιν ὠκέας ἵππους:


Iliad 8.417: αὐτὰς δ’ ἐκ δίφρου βαλέειν. κατά θ’ άρματα άξειν.


Iliad 8.418: οὐδέ κεν ἐς δεκάτους περιτελλομένους ἐνιαυτοὺς


Iliad 8.419: ἕλκε’ ἀπαλθήσεσθον, ἅ κεν μάρπτῃσι κεραυνός:


Iliad 8.420: ὄφρ’ εἰδῇς γλαυκῶπι ὅτ’ ἂν σῷ πατρὶ μάχηαι.


Iliad 8.421: Ἥρῃ δ’ οὔ τι τόσον νεμεσίζεται. οὐδε χολοῦται:


Iliad 8.422: αἰεὶ γάρ οἱ ἕωθεν ἐνικλᾶν ὅττι νοήσῃ:


Iliad 8.423: ἀλλὰ σύ γ’ αἰνοτάτη. κύον ἀδδεὲς, εἰ ἐτεόν γε

Commented on by msAim 8.268


Iliad 8.424: τολμήσεις Διὸς ἄντα πελώριον ἔγχος ἀεῖραι:


Iliad 8.425: ἣ μὲν ὰρ ὡς εἰποῦσ’ ἀπέβη. πόδας ὠκέα ῖ̈ρις .


Other texts (10 passages)


Scholia group: msA

msA 8.258: ‡ γυιώσωμεν σφῶϊν ὑφ ἅρμασιν ὠκέας ἵππους. ἐγκλητικὴ νῦν ἐστιν ἡ ἀντωνυμία τρίτου γὰρ προσώπου: τὰ δὲ τρίτα δυϊκὰ τό τε σφωὲ καὶ σφωῒν ἐγκλιτικά ἐστι ὅτε μέντοι δευτέρου γίνεται τοῦ σφῶϊν προπερισπᾶται: ὀρθοτονεῖται γὰρ τὸ γυιώσειν μὲν σφῶϊν ⁑

Comments on 8.402


msA 8.259: ἕλκε ἀπαλθήσεσθον ἐν τῇ ἑτέρα τῶν Ἀριστάρχου ἕλκε ἀπαλθήσονται καὶ μήποτε κρείττων τὰ ἕλκη ἀπαλθήσονται ⁑

Comments on 8.405


msA 8.260: ὄφρ’ εἰδῇ ὅτι τῷ τοῦ Διὸς προσώπῳ ἁρμόζουσιν οἱ λόγοι, τῷ δὲ τῆς Ί̈ριδος οὐκέτι ⁑

Comments on 8.406


msA 8.261: αἱεὶ γάρ μοι ἕωθεν ἐνικλᾶν όττι νοήσω: ἐνικλᾶν ἐμποδίζειν ἡ μεταφορὰ ἀπο τῶν εἰς τὰς ἀσπίδας ἀποθραυομένων δοράτων: οὕτως δὲ γραπτέον ὅττι κεν εἴπω οἶον κατακάμπτειν καὶ μὴ ἐὰν τὰ ὑπ εμοῦ εἰρημένα καὶ πάλιν ἑξῆς ἐν οῖς ἡ Ί̈ρις φησιν ὅττι κεν εἴπῃ γράφεται ⁑

Comments on 8.408


msA 8.263: πρώτῃσιν δὲ πύλῃσι: οὐχ ὡς καὶ ἄλλων οὐσῶν. ἀλλ’ αντι τοῦ άκραι ὡς τὸ ἄξαντ’ ἐν πρῴτῳ ῥυμῷ ἀντι τοῦ ἄκρῳ ⁑

Comments on 8.411


msA 8.264: εἰ τελεεἴ περ: ει ἀντι τοῦ ως ἵν’ ᾖ σύμφωνον τὸ ῶδε γὰρ ἐξερέω τὸ δὲ καὶ τετελεσμένον ἔσται . αἱ δε Ἀριστάρχ δια τοῦ η . ἠ τελέει περ , καὶ γὰρ ὁ Ζεὺς φησὶ τὸ δὲ καὶ τετελεσμένον ἔσται ⁑

Comments on 8.415


msA 8.265: ὄφρ’ εἰδῇς γλαυκῶπι. ἀθετοῦνται στίχοι πέντε ὅτι ἐκ τῶν ἐπάνω μετάκεινται ἱκανὸν δὲ ἦν εἰπεῖν ὅτι οὐκ εᾷ ὁ Ζεύς καὶ ἀποσυνίσταται ἐπιεικὲς ὃν τὸ τῆς Ἴριδος πρόσωπον οὐ γὰρ ἂν εἶπεν κύον ἀδδεές ⁑

Comments on 8.420-8.424


Scholia group: msAim

msAim 8.266: Ἀρίσταρχ όττι κεν εἴπω ⁑

Comments on 8.408


msAim 8.267: Ἀρίσταρχος δια τοῦ η ἠ τελέει περ ⁑

Comments on 8.415


msAim 8.268: ουτ σὺ διὰ τοῦ υ το δὲ ἀδεές δι ενὸς δ ὁ Αρισταρχ ⁑

Comments on 8.423


previousnext
msA 108rmsA 109r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1