Venetus A (Marciana 454 = 822), folio 109, recto

previousnext
msA 108vmsA 109v

Iliad text (25 lines)


Iliad 8.426: αὐτὰρ Ἀθηναίην Ἥρη προς μῦθον έειπεν:


Iliad 8.427: ὦ πόποι αἰγιόχοιο Διὸς τέκος: οὐκέτ’ ἔγωγε


Iliad 8.428: νῶϊ, εῶ Διὸς ἄντα βροτῶν ἕνεκα πτολεμίζειν:

Commented on by msAint 8.284, msAim 8.280


Iliad 8.429: τῶν, ἄλλος μὲν ἀποφθείσθω . ἄλλος δὲ βιώτω

Commented on by msA 8.269


Iliad 8.430: ὅς κε τύχῃ: κεῖνος δὲ τὰ ἁ φρονέων ἐνὶ θυμῷ


Iliad 8.431: Τρωσί τε καὶ Δαναοῖσι δικαζέτω ὡς ἐπιεικές:


Iliad 8.432: ὡς ἄρα φωνήσασα, πάλιν τρέπε μώνυχας ἵ̈ππους:


Iliad 8.433: τῇσιν δ’ Ὧραι μὲν λῦσαν καλλίτριχας ἵ̈ππους:


Iliad 8.434: καὶ τοὺς μὲν κατέδησαν ἐπ’ ἀμβροσίῃσι κάπῃσιν:

Commented on by msA 8.270


Iliad 8.435: ἅρματα δ’ ἔκλιναν προς ενώπια παμφανόωντα:

Commented on by msAint 8.285, msA 8.271, msA 8.272


Iliad 8.436: αὐταὶ δὲ χρυσέοισιν ἐπὶ κλισμοῖσι κάθιζὸν


Iliad 8.437: μίγδ’ ἄλλοισι θεοῖσι: φίλον τετιημέναι ῆτορ.


Iliad 8.438: Ζεὺς δὲ πατὴρ, Ἴ̈δηθεν ἐΰτροχον ἅρμα καὶ ἵ̈ππους


Iliad 8.439: Οὔλυμπον δὲ δίωκε, θεῶν δ’ ἐξίκετο θώκους:

Commented on by msA 8.273


Iliad 8.440: τῷ δὲ καὶ ἵππους μὲν λῦσεν κλυτὸς ἐννοσίγαιος:


Iliad 8.441: ἅρματα δ’ ἂμ βωμοῖσι τίθει κατα λῖτα πετάσσας:

Commented on by msAint 8.286, msA 8.274, msA 8.275, msAim 8.281


Iliad 8.442: αὐτὸς δὲ χρύσειον ἐπι θρόνον εὐρύοπα Ζεὺς


Iliad 8.443: ἕζετο. τῷ δ’ ὑπὸ ποσσὶ μέγας πελεμίζετ’ Ὄλυμπος :


Iliad 8.444: αἱ δ’ οἶαι Διὸς ἀμφὶς Ἀθηναίη τε καὶ Ἥρη

Commented on by msA 8.276


Iliad 8.445: ἥσθην. οὐδέ τι μιν προσεφώνεον, οὐδ’ ἐρέοντο:


Iliad 8.446: αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνι φρεσὶ. φώνησέν τε:


Iliad 8.447: τίφθ’ οὕτω τετίησθον Ἀθηναίη τε καὶ Ἥρη :


Iliad 8.448: οὐ μέν θην κάμετόν γε μάχῃ ἔνι κυδιανείρῃ

Commented on by msA 8.278


Iliad 8.449: ὀλλῦσαι Τρῶας . τοῖσιν κότον αἰνὸν ἔθεσθε:

Commented on by msAim 8.282


Iliad 8.450: πάντως οἷον ἐμόν γε μένος καὶ χεῖρες ἄαπτοι.


Other texts (16 passages)


Scholia group: msA

msA 8.269: ‡ τῶν: αλλος μὲν ἀποφθείσθω : ὅταν εἰς τὴν ἀξίαν ἀτενίση. τῶν θεῶν: τότε φασὶν αὐτοὺς μὴ κινεῖσθαι τῆ περι θνητῶν ὡς οὐδε ἂν ἡμεῖς περι μυρμήκων: ὅταν δὲ ἐπιλογίσηται τὴν ποιητικήν ἕπεται τοῖς μύθοις καὶ τὴν ὑπόθεσιν ἐκτραγωδεῖ συμμαχίας καὶ θεομαχίας παραγων ⁑

Comments on 8.429


msA 8.270: κάπῃσιν⁚ φάτναις παρὰ τὸ ἐν αυταῖς ἱσταμένους τοὺς ἵππους κάμπτειν ὅ εστιν ἐσθίειν ⁑

Comments on 8.434


msA 8.271: προς ενώπια παμφανόωντα: βραχὺ διασταλτέον ἐπι τὸ προς ενώπια ἵνα ᾖ ἅρματ παμφανοωντ : ἰστὲον δὲ οτ τὰ οχήματ ἅρματ λέγει ⁑

Comments on 8.435


msA 8.273: Οὔλυμπον δὲ δίωκε ὅτι κυρίως διώκειν λέγεται, ὅταν προφεύγη τίς νῦν δὲ ἐπι τοῦ συντόνως ἐλαύνοντος ⁑

Comments on 8.439


msA 8.274: ἅρματα δ’ ἀν βωμοῖσι Χρύσιππος ὑφ ἓν προφέρεται: ὁ μέντοι Ἀρισταρχ δύο με λο παραλαμβάνει καὶ προπερισπᾶ: λέγει γοὖν καὶ ἀλλαχοῦ χρύσειοι δ’ ἄρα κοῦροι ἐϋδμήτων ἐπι βωμῶν χρὴ μέντοι γινώσκειν ὅτι δια τοῦ μ γράφεται, κὰν παράθεσις ᾖ ὁμοίως τὸ ἀμ φόνον ἀν νέκυας τὸ δὲ αιτιον εν τοῖς περι ορθογραφίας εἴρηται ⁑

Comments on 8.441


msA 8.275: κατα λῖτα: μετὰπλασμός ἐστιν ἔνθεν βαρύνεται: επεὶ πᾶσα αιτιατικὴ ἑνικὴ απαθ εἰς α λήγουσα βαρύνεται ὑπεσταλμένης τῆς τινά ἀπαθ , δια τὸ εὐφυᾷ διφυᾶ καὶ τὰ τοιαῦτα: τὸ δὲ εξῆς ἐστι καταπετάσας καὶ καλύψας λιτῷ περιβολαίω ⁑

Comments on 8.441


msA 8.276: αἳ δ’ οἶαι Διὸς προς τὴν καθέδραν ὅτι ἑκατέρωθ τοῦ Διὸς Ἥρα καὶ Ἀθηνά :

Comments on 8.444


msA 8.277: οὐ μέν θην: τινὲς ἐν ερωτήσει καὶ περι τῆς προτέρας νοοῦσι μάχης οἷον οὐκ απήρκεσεν ὑμῖν ἐκεῖνα : οἱ δὲ ἐν αποφάσει καὶ περι τῆς νῦν κερτομικῶς:

Comments on 8.448-8.449


msA 8.278: οὐ μέν θην κάμετόν γε: ὅτι Ζηνοδοτ γράφει καμέτην διὰ τοῦ η ἀντι τοῦ ἕκαμον : τὸ δὲ κάμετον , προς τὸ πρόσωπον ἀντι τοῦ εκάμετε ὃ καὶ συμφωνεῖ ⁑

Comments on 8.448


msA 8.279: πάντως οἷον ἐμόν γε μενος καὶ τὰ ἑξῆς: εἰ δε τοῦ πάντων μείζονος, θυ δύναμις φησὶ τηλικαύτη ὑπάρχει ὡς μηδὲ ὑπὸ πάντων τῶν θεῶν δύνασθαι καταγωνισθῆναι ⁑

Comments on 8.450-8.451


Scholia group: msAim

msAim 8.281: ουτ Αρισταρχ βωμοῖσι ⁑

Comments on 8.441


msAim 8.283: ἀντι τοῦ ἐκ παντὸς τρόπου οὐκ άν με τρέψειαν ⁑

Comments on 8.450-8.451


Scholia group: msAint

msAint 8.284: οτ τινὲς γράφουσι σὺν τῷ ν κακῶς

Comments on 8.428


msAint 8.285: οτ τὰ oχήματα αρματ λέγουσι:

Comments on 8.435


Scholia group: msAil

msAil 8.288: ήλαυνε:

Comments on 8.439@δίωκε


msAil 8.289: αντ τοῦ λιτόν

Comments on 8.441@λῖτα


previousnext
msA 108vmsA 109v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1