Venetus A (Marciana 454 = 822), folio 111, recto

previousnext
msA 110vmsA 111v

Iliad text (24 lines)


Iliad 8.529: ἀλλ’’ ἤτοι ἐπὶ νυκτὶ φυλάξομεν ἡμέας αὐτούς:

Commented on by msAint 8.350


Iliad 8.530: πρωῒ δ’ ὑπ’ ἠοῖ οἱ συν τεύχεσι θωρηχθέντες,

Commented on by msAext 8.352


Iliad 8.531: νηυσὶν ἐπὶ γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα :


Iliad 8.532: εἴσομαι εἴ κέ μ’ ὁ Τυδείδης κρατερὸς Διομήδης

Commented on by msA 8.339


Iliad 8.533: πὰρ νηῶν πρὸς τεῖχος ἀπώσεται: ἤ κεν ἐγὼ τὸν


Iliad 8.534: χαλκῷ δῃώσας, ἔναρα βροτόεντα φέρωμαι:


Iliad 8.535: αὔριον ἣν ἀρετὴν διαείσεται. εἴ κ’ ἐμὸν ἔγχος


Iliad 8.536: μείνῃ ἐπερχόμενον: ἀλλ’ ἐν πρώτοισιν, ὀΐω


Iliad 8.537: κείσεται οὐτηθεὶς, πολέες δ’ ἀμφ’ αυτὸν ἑταῖροι


Iliad 8.538: ἠελίου ἀνιόντος ἐς αύριον: εἲ γὰρ ἐγὼν ὣς

Commented on by msAext 8.353


Iliad 8.539: εἴην ἀθάνατος καὶ ἀγήρως ἤματα πάντα


Iliad 8.540: τιοίμην δ’ ὡς τίετ’ Ἀθηναίη καὶ Ἀπόλλων :


Iliad 8.541: ὡς νῦν ἡμέρη ἧδε κακὸν φέρει Ἀργείοισιν :


Iliad 8.542: ὁς Ἕκτωρ ἀγόρευ’. ἐπὶ δὲ Τρῶες κελάδησαν:

Commented on by msA 8.342


Iliad 8.543: οἱ δ`’ ἵ̈ππους μὲν λῦσαν ὑπὸ ζυγοῦ ἱ̈δρώοντας:


Iliad 8.544: δῆσαν δ’ ϊμάντεσσι παρ’ ἅρμασιν οἷσιν ἕκαστος:


Iliad 8.545: ἐκ πόλιος δ’ ἄξοντο βόας καὶ ἴ̈φια μῆλα

Commented on by msAint 8.351, msA 8.343


Iliad 8.546: καρπαλίμως: οἶνον δὲ μελίφρονα οἰνίζοντο


Iliad 8.547: σῖτόν τ’ ἐκ μεγάρων. ἐπὶ δὲ ξύλα πολλὰ λέγοντο:


Iliad 8.553: οἱ δὲ μέγα φρονέοντες, ἐπὶ πτολέμοιο γεφύρας

Commented on by msA 8.344, msAim 8.349


Iliad 8.554: εἴατο παννύχιοι. πυρὰ δέ σφισι καίετο πολλά:


Iliad 8.555: ὡς δ’ ὅτ’ ἐν οὐρανῷ ἄστρα φαεινὴν ἀμφι σελήνην

Commented on by msA 8.345


Iliad 8.556: φαίνετ’ ἀριπρεπέα: ὅτε τ’ ἔπλετο νήνεμος αἰθήρ.


Iliad 8.557: ἔκ τ’ έφανεν πᾶσαι σκοπιαὶ καὶ πρώονες ἄκροι:

Commented on by msA 8.346, msA 8.347


Other texts (12 passages)


Scholia group: msA

msA 8.339: ‡ εἴσομαι: ὅτι τὸ εἴσομαι πολλὰ σημαίνει νῦν μὲν γνώσομαι. ἐν ἄλλοις δὲ πορεύσομαι. εἴσομαι ἐξ ἁλόθεν . καὶ ἀντι τοῦ ἐφάνη εἴσατο ὡς ὅτε ἐρινεός :

Comments on 8.532


msA 8.340: αὔριον ἣν ἀρετην: ὅτι ἡ τούτους δεῖ τοὺς τρεῖς στίχους μένειν οἷς τὸ ἀντίσιγμα παράκειται, ἢ τοὺς ἑξῆς τρεῖς οἷς αἱ στιγμαὶ παράκεινται ἢ τοὺς ἑξῆς τρεῖς : εἰς γὰρ τὴν αὐτὴν γεγραμμένοι εἰσὶ διάνοιαν: ἐγκρίνει δὲ μᾶλλον ὁ Ἀρίσταρχος τοὺς δευτέρους δια τὸ καυχηματικωτέρους εἶναι τοὺς λόγους ὁ δε Ζηνόδοτος τοὺς πρώτους τρεῖς οὐδὲ ἔγραφεν τὰ αὐτὰ δὲ λέγει περι τῶν στίχων τούτων ὁ Δίδυμος ἃ καὶ ὁ Ἀριστόνικος : δι ὃ οὐκ εγράψαμεν τὰ Διδύμου ⁑

Comments on 8.535-8.537


msA 8.341: εἰ γὰρ ἐγὼν ὣς, οὕτως δια τοῦ εἶ τὸ εἲ γὰρ ἐγὼν ὥς καὶ τὸ ἀγήρως δια τοῦ ω ⁑

Comments on 8.538-8.539


msA 8.343: ἐκ πόλιος δ’ ἀκάχοιντο. τὸ ἄξαντο οὐ τὸν μέλλοντα σημαίνει ἀλλ αντι τοῦ ἄγοντο ⁑

Comments on 8.545


msA 8.344: οἱ δὲ μεγα φρονέοντες ἐπι πτολέμοιο γεφύρη προηγουμένως μὲν τοῖς εξῆς συναπτέον, τὸν γὰρ τόπον ἐν ᾧ ἡ τοῦ πολέμου συμβολῆ γίνεται γέφυραν εἶπε πολέμου ἢ τὰς διαβάσεις αὐτὰς αἷς ἐν τοῖς πολέμοις ἐχρῶντο: λόγον δὲ ἔχει καὶ τοῖς ἄνω συνάπτειν ἵν’ ᾖ περίφρασις πολέμοιο γεφύρῃ ἀντὶ τοῦ τῷ πολέμῳ ὁ δὲ λόγος μέγα φρονοῦντες ἐπι τῷ πολέμῳ τουτέστι τῷ κεκρατηκέναι κατ τὸν πόλεμον ⁑

Comments on 8.553


msA 8.345: ὡς δ’ ὅτ’ ἐν οὐρανω ἄστρα φαεινὴν ἀμφὶ ☾ οὕτως οὐ τὴν τότε οὖσαν φαεινήν ἀλλὰ τὴν καθόλου φαεινήν : ἀεὶ δὲ τὰ φαινόμενα ἐν οὐνω φησὶ καὶ οὐκ Ὀλύμπῳ ⁑

Comments on 8.555


msA 8.346: ἔκ τ’ ἔφανεν πᾶσαι: ἀθετεῖται ὅτι οἰκειότερον ἔχει κατὰ τὴν Πατρόκλου ἐπιφάνειαν: καὶ ὁ ἑξῆς δὲ συναθετεῖται αὐτῷ ἐκεῖ γὰρ αἰφνίδιον βούλεται ἐπίλαμψιν παραστῆσαι αἰφνιδίως Πατρόκλου ἐπιφανέντος: ἐνταῦθα δὲ παρατεταμένην νηνεμίην κατ’ εὐδίαν: οὐκ εφέροντο δὲ οὐδὲ παρα Ζηνοδότῳ . ἠθέτει δὲ καὶ Ἀριστοφάνης ⁑

Comments on 8.557


msA 8.347: πρώονες: ὡς σώφρονες. τὸ γὰρ πρῶνες πληθυντικὸν διηρέθῃ . καὶ εἰς ὀξεῖαν καὶ βαρεῖαν ἡ περισπωμένη μετηνέχθη ⁑

Comments on 8.557


Scholia group: msAim

msAim 8.349: γρ γεφύρη ⁑

Comments on 8.553


Scholia group: msAint

msAint 8.351: τελ

Comments on 8.545


Scholia group: msAext

msAext 8.353: αἲ γαρ εῖ

Comments on 8.538


Scholia group: msAil

msAil 8.354: α

Comments on 8.535@κ’


previousnext
msA 110vmsA 111v

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1