Venetus A (Marciana 454 = 822), folio 111, verso

previousnext
msA 111rmsA 112r

Iliad text (18 lines)


Iliad 8.558: καὶ νάπαι: οὐρανόθεν δ’ ὰρ ὑπερράγη ἄσπετος αἰθήρ.


Iliad 8.559: πάντα δὲ τ’ εἴδεται ἄστρα: γέγηθε δέ τε φρένα ποιμήν:


Iliad 8.560: τόσσα μεσηγὺ νεῶν ἠδὲ Ξάνθοιο ῥοάων

Commented on by msA 8.355, msAim 8.358


Iliad 8.561: Τρώων καιόντων πυρὰ φαίνετο Ἰ̈λιόθι πρό:


Iliad 8.562: χίλι’ ὰρ ἐν πεδίῳ πυρὰ καίετο: πὰρ δὲ ἑκάστῳ

Commented on by msA 8.356


Iliad 8.563: εἵατο πεντήκοντα σέλᾳ πυρὸς αἰθομένοιο;

Commented on by msA 8.357, msAim 8.359


Iliad 8.564: ἵ̈πποι δὲ κρῖ λευκὸν ἐρεπτόμενοι καὶ ὀλύρας


Iliad 8.565: ἑσταότες παρ’ ὄχεσφιν. ἐΰθρονον Ἠῶ μίμνον:


Iliad 9.1: Ὡς οἱ μὲν Τρῶες φυλακὰς ἔχον: αὐτὰρ Ἀχαιοὺς

Commented on by msA 9.2, msAil 9.14


Iliad 9.4: ὡς δ’ ἄνεμοι δύο πόντον ὀρίνετον ἰ̈χθυόεντα

Commented on by msA 9.5, msAim 9.9, msAim 9.10


Iliad 9.2: θεσπεσίη ἔχε φύζα. φόβου κρυόεντος ἑταίρη.

Commented on by msA 9.3, msAil 9.15, msAil 9.16, msAil 9.17, msAil 9.18, msAil 9.19


Iliad 9.3: πένθεϊ δ’ ἀτλήτῳ βεβολήατο πάντες ἄριστοι:

Commented on by msA 9.4, msAil 9.20, msAil 9.21


Iliad 9.5: βορέης καὶ Ζέφυρος . τώ τε Θρῄκηθεν ἄητον

Commented on by msA 9.6


Iliad 9.7: κορθύεται: πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευεν.

Commented on by msAint 9.12, msA 9.8, msAil 9.22, msAil 9.23, msAil 9.24


Iliad 9.6: ἐλθόντ’ ἐξαπίνης: ἄμυδις δέ τε κῦμα κελαινὸν:

Commented on by msA 9.7


Iliad 9.8: ὡς ἐδαΐζετο θυμὸς ἐνι στήθεσσιν Ἀχαιῶν :

Commented on by msAil 9.25


Iliad 9.9: Ἀτρείδης δ’ ἄχεϊ μεγάλῳ βεβολημένος ῆτορ.

Commented on by msAext 9.13, msAim 9.11


Iliad 9.title: ΙΛΙΑΔΟΣ Ι


Other texts (29 passages)


Scholia group: msA

msA 8.355: ‡ τόσσα μεσηγύ νεῶν. ἡ διπλῆ ὅτι τῷ ὡς ὁμοιωματικῷ ὄντι ἀκαταλλήλως ἀποδίδοται τὸ τόσσα ποσότητος ὂν δηλωτικόν: διὸ καί τινες γράφουσιν ὡς τα μεσηγὺ νεῶν . τὸ μὲν οὖν παραβολικὸν τὸ τῆς ἀντεικασίας ἔχει τὸ δ’ ἀνταποδιδόμενον τὸ τοῦ πληθους παρεμφαίνει: καὶ ὅτι οὐ τὸν Σκάμανδρον Ξάνθον καλεῖ ἀλλα δια τῶν εξῆς ὃν Ξάνθον καλέουσι θεοὶ ἄνδρες δὲ Σκάμανδρον ⁑

Comments on 8.560


msA 8.356: χίλι αρ: ὅτι Ζηνόδοτος γράφει μύρια ἐπιφέρει δὲ ἐν δὲ ἑκάστω εἵατο πεντήκοντ σέλᾳ ὥστε γίνεσθαι μυριάδας πεντήκοντα ἐὰν δὲ γράφηται χίλια πέντε μυριάδας συμφώνως διὰ παντὸς γὰρ τοὺς βαρβάρους ἐλάσσονας τῶν Ἑλλήνων συνἵστησιν ⁑

Comments on 8.562


msA 8.357: εἵατο πεντήκοντα σέλαι πυρος: παρ ἑκάστη δὲ σέλα πυρὸς, τουτέστι παρ εκάστη δὲ πυρᾷ πεντήκοντα ἐκαθέζοντο ἄνδρες ἐκ τούτων δ’ ἄνδρες ἐκ τούτων δ’ ἄν τις καταμάθοι τὸ πλῆθος τῶν Τρώων ὅτι πέντε μυριαδες ἦσαν ⁑

Comments on 8.563


Scholia group: msAim

msAim 8.359: ὑπῆρχον⁚

Comments on 8.563


Scholia group: msA

msA 9.1: Ἡ Ι τῆς Ἱλιάδος ἐπιγράφεται Λιτη ὅτι Ἀγαμέμνων Νέστορος συμβουλεύσαντος προς τὸν Ἀχιλλέα ἄνδρας λίσσεσθαι ἔπεμψεν ἀρίστους. Φοίνικα . Ὀδυσσέα . Αἰάντ ⁑

Comments on 9


msA 9.2: ὣς οἱ μὲν Τρῶες φυλακὰς ἔχον: καλῶς εἶπεν: οἱ μὲν γὰρ Τρῶες τὰς φυλακὰς εἶχεν ἵνα μὴ φύγωσιν οἱ Ἡελλήνες δια νυκτός, οἱ δὲ Ἕλλενες εἴχοντο ὑπο τοῦ δέους ⁑

Comments on 9.1


msA 9.3: θεσπεσίη ἔχε φύζα: φύζα σημαίνει τὴν μετα. δέους φυγὴν ὅθεν καὶ φυζακινῇς ἐλάφοισι : νῦν δὲ ἔκπληξις: ἀπολογεῖται δὲ ὅτι ἐκ θεῶν: ὁ κρυόεις δὲ ὁ φόβος ὁ ψυχρὸς: τὸ θερμὸν γὰρ ἐπιλείπει τοὺς δεδηότας : ὅρα δὲ τὸ ἀντίθετον. πῶς ἐνι ῥήματι ἐδήλωσε Τρῶες ἔχον Ἄχαιοὺς εχε ⁑

Comments on 9.2


msA 9.4: πενθεϊ δ’ ατλήτω βεβοληατο: ἔνιοι βεβλήατο ,καὶ Ζηνοδοτ οὕτως ἐπι δὲ τῆς κατα ψυχὴν τρώσεως καὶ ἀλγηδόνος ἀεὶ τοῦτο τάττει. ἐπι δὲ τῆς κατα σῶμα πληγῆς οὐκέτι ουτ : τὸ βεβολήατο ἔκτασιν ἔχει ποιητικὴν τοῦ ε εἰς τὸ η διὰ τὴν ἐπαλληλίαν τῶν βραχέων. τοιοῦτόν ἐστι καὶ τὸ πεφοβήατο, δινήεντα . καὶ τὸ ῆ ρα νύ τοι πολλοὶ δεδμήατο κοῦροι Ἀχαιῶν ⁑

Comments on 9.3


msA 9.5: ὡς δ’ ἄνεμοι δύο: καλῶς δύο ἀνέμους παρέλαβεν ταράσσοντας τὸ πέλαγος ἵνα καὶ δύο πάθη ψυχῆς παραστήση ὡς φησὶν εἰωθασι δύο ἄνεμοι ταράσσειν τὴν θάλασσαν ἐκ βυθοῦ: οὕτω καὶ οἱ Ἑλληνες ἐταράσσοντο ὑπο τῶν δύο χαλεπωτάτῶν παθῶν λύπης τε καὶ φόβου ⁑

Comments on 9.4


msA 9.6: Βορέης καὶ Ζέφυρος , ἤτοι συναπτεον ἄητον ἐλθόντ’ ἐξαπίνης, ἢ ὑποστικτεον ἀνυποκρήτως ἐπι τὸ ἄητον ἵν ᾖ τὸ ἑξῆς Βορέης καὶ Ζέφυρος ἐξελθόντες ἐξαπίνης: πῶς δὲ αμφοτέρους ἐκ Θρακης φησὶ πνεῖν τοῦ μένα Βορέου ἐξ άρκτου τοῦ δὲ ἐκ δύσεως πνέοντος: ῥητέον οὖν ὅτι ἡ τῶν Θρακῶν γῆ ἐπι πολὺ διηνεκεῖ καὶ σιγματοειδῶς κεῖται τῇ θεά μέχρι τῆς δύσεως: ἀφ εκατέρου οὖν μέρους τῶν ἀνέμων ἔχει ἑκάτερον: οἱ δὲ φασὶν ὅτι συλληπτικῶς πέφρακας τῷ γὰρ ἑταίω συμβεβηκός καθ εκατέρων κεῖται μόνος γὰρ ὁ Βορέας ἀπο Θρᾴκης πνεῖ ⁑

Comments on 9.5


msA 9.7: ἄμυδις: Νικίας καὶ Πάμφιλος . δασύνουσι τὸ αμυδις ἐπεὶ πα τὸ ἅμα ἐγένετο: ὁ δὲ Ἀσκαλωνίτης καὶ οἱ περὶ Ἀλεξίωνα ψιλοῦσιν: πολλοὶ δὲ πρότερον καὶ οἱ πε Ἀρίσταρχον καθ ὅτι φασὶ φιλεῖ πῶς, τὰ ἀπο δασέων πῶς πολλάκις μετασχηματιζόμενα ψιλοῦσθαι ἡμέρα ἦμαρ , ἡδονὴ ἦδος πρόδηλον δὲ κακ τῆς συναλιφῆς, πάντ’ ἄμυδις κεφαλῆς : ἐχρῆν δὲ αὐτοὺς προσθεῖναι ἐκεῖνο ὡς ὅτι τὸ ἄλλυδις καὶ ἄμυδις τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν. καὶ τῇ παραληγούσῃ ἐξαιρέτῳ ἐχρήσαντο ᾗ διὰ τοῦ υ ἐξηνέχθησαν: ἐχρῆν οὖν αμάδις τι εἶναι ὡς χαμάδις τροπῆ δὲ τοῦ α ἐγένετο εἰς τὸ υ ὡς τὸ σάρκες σύρκες . καὶ ἐπεὶ Αιολικη ἡ τροπῆ καὶ ὁ τόνος Αἰολικὸς καὶ τὸ πνεῦμα ⁑

Comments on 9.6


msA 9.8: πολλὸν δὲ παρὲξ ἄλλα: τὸ παρὲξ παρα τῷ ποιητῇ καὶ δύο μέρη λόγου ἐστι καὶ ἐγκλίνονται αἱ δύο προθέσεις. διὸ καὶ πολλάκις εὑρίσκεται καὶ εἰς κ λήγουσα ἡ εξ παρεκ μέγα τειχίον αὐλῆς , ἔστι δὲ ὅτε τὸ νοητὸν ἐπικρατεῖ τῆς εξ προθέσεως ἐσθ ὅτε καὶ τῆς παρα . ἀλλα παρὲξ τὴν νῆσον ἐλαύνετον : ὡς ἄρα φωνήσαντε παρὲξ ὁδοῦ . ἐνθάδε μὲν οὖν ἡγεῖται ὁ Ἀσκαλωνίτης παρέλκειν τὴν παρά ἵνα ᾖ ἕξω ἁλός. ἄλλοι δὲ τὴν παρα κυρίως κεῖσθαι ἵνα γένηται παρ’ ἅλα φῦκος: καὶ τὴν εξ συντάσσεσθαι πρὸς τὸ ἔχευεν ὅπερ καὶ βέλτιον παρ’ αλὶ φυκὸς ἐξέχευαν: μετα γοῦν τῆς διά οὖσα ἡ εξ οὐ τρεπ τὸ ξ διέκ σωλῆνος εἰς ἄγγος . Τυραννίων δὲ ἓν μέρος λογ ήκουσεν ἵν ᾖ ἐπίρρημα καὶ βαρύνει καὶ ἔχει λόγον, ὡς Ἡρωιδιανος ὡς ἔνα παρεξ τοῦ Σκυθικοῦ ἔθνους: παρα δε τῷ ποιητῇ τὸ παρέξ δύο μέρη λόγου εἰσὶ καὶ ἐγκλίνονται αἱ δύο προθ ‡

Comments on 9.7


Scholia group: msAim

msAim 9.9: Ἀριστοφάνειος ἀνέμω δυϊκῶς

Comments on 9.4


msAim 9.10: σφοδρότεραι γὰρ αἰφνίδιοι τῶν ἀνέμων ἐμβολαί ⁑

Comments on 9.4


msAim 9.11: οτ πάλιν τὸ βεβολημένος τὸ διὰ τοῦ ο ἐπι ψυχῆς λέγει:

Comments on 9.9


Scholia group: msAint

msAint 9.12: διχῶς καὶ δια τοῦ α

Comments on 9.7


Scholia group: msAext

msAext 9.13: γράφεται διήκει

Comments on 9.9


Scholia group: msAil

msAil 9.14: οὑτως μὲν οἱ Τρῶες ἐφύλασσον:

Comments on 9.1


msAil 9.15: θεῖα πολλη

Comments on 9.2


msAil 9.16: ἐκράτει

Comments on 9.2


msAil 9.17: φυγή

Comments on 9.2


msAil 9.18: φρικτου καὶ φοβεροῦ

Comments on 9.2


msAil 9.19: συνεργος φίλη:

Comments on 9.2


msAil 9.20: ανυπομονήτω

Comments on 9.3


msAil 9.21: σὺ εἴχοντο

Comments on 9.3


msAil 9.22: κορυφοῦται καὶ αὔξεται

Comments on 9.7


msAil 9.23: βρύον

Comments on 9.7


msAil 9.24: ἐξέβρασεν

Comments on 9.7


msAil 9.25: ἐσκορπίζετο

Comments on 9.8


previousnext
msA 111rmsA 112r

Website © 2019-2020, the Homer Multitext project. For licensing on image collections, see the Image Archive page.

Powered by Hydejack v8.1.1